1

 2

 3

 4

 5

5

εὐσεβείας οἱ νόμοι· ἐξ ἑνὸς γὰρ αὐτοῖς καὶ τοῦ αὐτοῦ πνεύματος ὥρμηται τὰ χαρίσματα. Ἀλλὰ τί τοῖς ἀδυνάτοις ἐπεξιέναι τολμᾷν, καὶ τῆς ἀποστολικῆς ἀρετῆς ἐπαξίως πειρᾶσθαι μνημονεύειν; Οὐ πρὸς Σίμωνα ἡμῖν, τὸν ἀπὸ τῆς ἁλείας γνωριζό μενον, ἡ τῶν ἐπαίνων φιλοτιμία, ἀλλὰ πρὸς τὴν ἐκεί νου πίστιν τὴν στερεὰν, καὶ πάσης ὁμοῦ τῆς Ἐκκλη σίας τὸ στήριγμα. Οὐδὲ πάλιν πρὸς τοὺς υἱοὺς Ζε βεδαίου τὸν λόγον ἔχομεν, ἀλλὰ πρὸς τοὺς Βοανερ γεῖς, τοὺς ἑρμηνευομένους, υἱοὺς βροντῆς. Ποῦ νῦν φανήσεται ἡ βραχυτάτη τοῦ λόγου φωνὴ, τοσαύτης καὶ τηλικαύτης βροντῆς τὰς πάντων ἀκοὰς περιηχούσης;

Οὐκοῦν αὐτὸ τοῦτο μόνον τὴν πρὸς τοὺς ἁγίους εὐγνωμοσύνην ἀποπληρῶσαι σπεύσαντες, ἐπὶ 46.736 τὴν ἀκίνδυνον σιωπὴν καταφεύγομεν, ἐκεῖνο καλῶς εἰδότες, ὡς ἑνὶ τούτῳ ταῖς μνείαις τῶν ἁγίων κοινωνεῖν ἀξιούμεθα, ἐν τῷ τὰς ἐκείνων ἀρετὰς μι μεῖσθαι καὶ ζηλοῦν· οὐκ ἐν τῷ λόγῳ περιφέροντες αὐτῶν τὸν βίον, ἀλλ' ἐν τῇ γνώμῃ διασώζοντες αὐτῶν τὸν τρόπον. Ἀποδείξει γὰρ ἡμᾶς ἐκείνων γνησίους μαθητὰς, οὐ συνήθεια μετὰ ἀλογίας, ἀλλ' εὐσέβεια μετὰ εὐλαβείας, καὶ ὁ βίος ὁμόδοξος, καὶ ὁ τρόπος ὁμόζηλος. Τιμᾷς μαρτύρων τὴν μνήμην; τίμησαι καὶ τὴν γνώμην· κοινωνία γὰρ τῆς μνήμης ἡ συμφωνία τῆς γνώμης. Μὴ γὰρ ἐκείνοις μόνοις ἐπέλαμψεν ὁ φωτισμὸς τῆς γνώσεως τῆς δόξης τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ; μὴ γὰρ ἐκείνοις μόνοις ἡ χάρις ἐξαπεστάλη; Αἱ ἐντολαὶ κοιναὶ, ὁ τρόπος κοινὸς, εἷς ὁ τῶν πόνων ἀγωνοθέτης, ἓν τὸ βραβεῖον τῆς ἀληθείας, οὗ γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, εὐχαῖς καὶ πρεσβείαις τῶν μνημονευθέντων ἁγίων, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.