1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

καὶ φιλόστοργος, τὸ γηραιὸν τῆς τοῦ πατρὸς ἡλικίας διὰ τῆς παρ' ἑαυτοῦ θεραπείας ἀνανεούμενος, ὑπερείδει τὸ σαθρὸν τῆς ἀσθενείας, αὐτὸς τῷ πατρὶ τὰ πάντα γενόμενος. Ὅθεν ἔστιν ἰδεῖν ἀνηβάσκοντα ἐν τῷ παιδὶ τὸν πατέρα. Καί που καὶ χεὶρ πρεσβυτικὴ καὶ ὑπότρομος, τῷ σθεναρῷ τῆς νεότητος ἑαυτὴν ἀναπαύουσα, ἐκκαρποῦται τοῦ νέου τὴν δύναμιν, καὶ ἡ τῶν ποδῶν κίνησις ἤδη τῇ ῥικνό τητι τῶν μελῶν ἐποκλάζουσα, ἐνεργὸς διὰ τῆς τοῦ τέκνου σπουδῆς γίνεται, ὑπορθουμένη τῷ ὑπερείδοντι.

Κἂν ἀμαυρωθῇ διὰ τὸν χρόνον ἡ ὄψις, πάλιν διὰ τοῦ παιδὸς ὁ πρεσβύτης ὀξυδερκὴς γίνεται, πρὸς τὰ τῆς ζωῆς ἀναγκαῖα χειραγωγούμενος. Ὑμεῖς δὲ ἡ πατρὶς, οὐχ οὕτως ἔχετε ὡς τούτων ἐπιδεῖσθαί τινος. Τί οὖν πράττοντες τὴν εὐλογίαν τῆς ἐντολῆς καρ πωσόμεθα; Τί τῶν κεχαρισμένων ὑμῖν δωροφορήσο μεν, μηδενὸς τῶν ἀγαθῶν ὑμῖν λείποντος; Ἢ καὶ αὐτὸ τὸ διηγήσασθαι τὰ προσόντα καλὰ, τιμῆς ἂν εἴη τῆς χρεωστουμένης ὑμῖν; Οὐκοῦν καιρὸς ἂν εἴη ταῦτα λέγειν, οἵοις καὶ ὅσοις ὁ ὑμέτερος βίος ἐγκαλ λωπίζεται. Μᾶλλον δὲ οὐχὶ λέγειν, ἀλλὰ καὶ δεικνύειν πάρεστιν. Ἦ που δὲ οἴεσθε τὰ κοινὰ ταῦτα καὶ πρό χειρα λέγειν; Γῆς εὐφορίαν, καὶ καρπῶν ἀφθονίαν, 46.753 καὶ ποταμὸν διαιροῦντα τὴν οἴκησιν; Τουτονὶ λέγω τὸν τῷ κύκλῳ τοῦ πεδίου τὸ ῥεῖθρον ἑαυτοῦ κατα κλείοντα, καὶ λίμνην γινόμενον, ὃς καὶ πρὸ τοῦ λιμνά ζειν καὶ μετὰ τοῦτο πρὸς τὴν ἑκάστου χρείαν τῶν ἐνοικούντων τεμνόμενος, ἄλση τε καὶ λειμῶνας φιλοτεχνῶν διεξέρχεται, καὶ μυρίας παρέχει τοῖς οἰκοῦσι τὰς χάριτας, πρὸς πᾶσαν ἐπιθυμίαν τῶν οἰκητόρων τῆς πόλεως ἑαυτὸν διασχίζων. Ἄλλοι ταῦτα λεγέτω σαν, οἷς καὶ ὁ λόγος ὑπηρετεῖ πρὸς τὸν ὄγκον, καί τινα φέρει φιλοτιμίαν τοῖς γεγυμνασμένοις, ἐκ τῶν τοιούτων αὔξων τῇ πατρίδι τὸν ἔπαινον. Κοσμικὸς δέ τις ἀνὴρ, καὶ τῇ ζωῇ ταύτῃ τὰ καλὰ κρίνειν εἰδὼς, προστιθέτω τοῖς ἐπαίνοις, εἰ δοκεῖ, καὶ τὸν ἕτερον τῶν ποταμῶν. Τοῦτον λέγω τὸν γείτονα, ὃς διὰ τὸ μέγεθος τοῖς ὀνομαστοῖς τῶν κατὰ τὴν οἰκουμένην ποταμῶν ἐναρίθμιος ὢν, ἀπὸ τῆς ἡμετέρας ἀρχόμε νος ἐν χρόνῳ παραμείβει τὴν πόλιν, οὐ μικρὰν τὴν παρ' ἑαυτοῦ χάριν εἰς προσθήκην κάλλους τε καὶ τῆς συνεργίας τοῦ βίου δι' ἑαυτοῦ συνεισφέρων. Κἂν οἰ κιστὰς καταλέγειν δέῃ, κἂν ἐξ ἀποικίας τὰ γένη τῶν οἰκητόρων ἀποσεμνύνειν, κἄν τινα χειρὸς πολεμικῆς κατορθώματα τοῖς καθ' ἡμᾶς προσδιηγήμασι· τρό παια, καὶ μάχαι, καὶ τὰ ἐξ ἀριστείας θαύματα, ὅσα συγγραφέων παῖδες βίβλοις ἐναπεθήκαντο, πόῤῥω ταῦτα τοῦ ἡμετέρου χοροῦ. Αἰσχύνεται γὰρ χριστια νὸς λόγος ἀπὸ τῶν ἔξω τῆς πίστεως τοῖς φιλοχρίστοις τὰς εὐφημίας χαρίζεσθαι, ὥσπερ οἱ τὴν σκιὰν τοῦ ἀριστέως πρὸ τῶν τροπαίων σεμνύνοντες. Οὐκοῦν τε τράφθω πρὸς τὰ παρόντα ὁ λόγος, καὶ ὑπ' ὄψιν ἡμῖν ἀγαγέτω τὸν καρπὸν τὸν ὑμέτερον. Σιγάσθω δὲ τὰ τοῦ κόσμου καλὰ, κἂν ἐκ περιουσίας πλεονάζῃ τῷ λόγῳ καὶ ἡ τοιαύτη τῶν ἐγκωμίων ὑπόθεσις. Οὐδὲ γὰρ ὁ οὐρανὸς ὅλος, ὃ δὴ κάλλιστόν τε καὶ μέγιστον τῶν ἐν τῇ κτίσει πάντων ἐστὶν, οὔτε αἱ τῶν φωστή ρων αὐγαὶ, οὔτε τῆς γῆς τὸ πλάτος, οὔτε ἄλλο τι τῶν στοιχειωδῶς τῷ παντὶ ὑποκειμένων μέγα τι καὶ θαύματος ἄξιον οἶδεν ὁ θεόπνευστος λόγος.

Πεπαίδευμαι τῷ θείῳ προστάγματι πρὸς μηδὲν τῶν παρερχο μένων θαυμαστικῶς διατίθεσθαι. Εἰ οὖν πᾶς οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, καὶ ἅπαν τοῦ κόσμου παράγει τὸ σχῆμα, καθώς φησιν ὁ Ἀπόστολος· πῶς ἄν τις εὐπρεπὲς εἶναι νομίσειε, γῆς ἡμῖν καὶ ὕδατος εὐφορίαν εἰς ἀφορμὴν ἐπαίνων προβάλλεσθαι; Εἰ γὰρ καὶ πρόσεστι τῷ καθ' ὑμᾶς τόπῳ πλέον, ἢ καὶ ἐν ἄλλοις, τὰ τοιαῦτα τῆς γῆς προ τερήματα, ἀλλὰ συγκρίσει τῶν ὑμετέρων καλῶν ἀντ' οὐδενὸς οἶδεν ἐκεῖνα παρατρέχειν ὁ λόγος. Οὐκοῦν πρὸς τὰ προτιμότερα τῇ φύσει ταῖς εὐφημίαις τρε πώμεθα. Ταῦτα δὲ οὐκέτι διὰ λόγων ἡμῖν δειχθήσε ται, ἀλλ' εἰς αὐτὸ πάρεστι βλέπειν τῶν ὑμετέρων ἀγαθῶν τὸ κεφάλαιον. Τίς γὰρ οὐκ οἶδε τὸν καρπὸν τὸν ὑμέτερον, ὅτι ὑμεῖς τὸν τῶν μαρτύρων ἐβλαστή σατε στάχυν, τὸν πολύχουν τοῦτον,