1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

πατέρες, τὴν πρὸς τὰ τέκνα διάθεσιν. Οἶδας, ὁ βλέπων τὸ ἐν ἡλίῳ γλυκύ· οὐκ ἀγνοεῖς, ὁ φιλάδελφος, τὴν φυσικὴν πρὸς τὴν ἀδελφότητα σχέσιν· ἐπίστασαι, ὁ νέος, τὴν ἐκ τῶν ἡλικιωτῶν χάριν, ὅσον σοι τὸν βίον ἡδύνουσιν. Ἀλλ' ἐκείνοις πάντα ἐχθρὰ, πάντα ἀλλότρια ἦν. Ἓν μόνον ἀγαθὸν, ὁ Χριστός. Πάντα ἠρνήσαντο, ἵνα τοῦ τον κερδήσωσιν. Χρόνος ἦν τῶν δεσμῶν οὐκ ὀλίγος, καὶ τοῖς ἁγίοις τῇ παρατάσει τῆς τιμωρίας ἡ πρὸς τὴν τελείωσιν ἐπιθυμία συνήκμαζεν. Καὶ ὥσπερ οἱ τὴν σωματικὴν εὐεξίαν μελετῶντες, ἐπειδὰν ἱκανὴν ἐν παιδοτρίβου τὴν δύναμιν κτήσωνται, οὕτω θαῤ ῥοῦντες ἐπὶ τοὺς ἀγῶνας χωροῦσιν· τὸν αὐτὸν τρό πον καὶ οὗτοι διὰ τῶν δεσμῶν καὶ τῆς φυλακῆς ἱκα νῶς παιδοτριβηθέντες πρὸς τὴν εὐσέβειαν, οὕτως ἐπὶ τὸν στέφανον τῶν ἀγώνων προήχθησαν. Ἦλθεν ἡ ἀκολουθία τοῦ λόγου ἐπὶ τὴν τελευτὴν, μᾶλλον δὲ ἐπὶ τὴν κορυφὴν ὅλου τοῦ κατορθώματος.

Οὗτος ἦν ὁ καιρός· αὗται τοῦ ἀγῶνος αἱ ἡμέραι· τοῦτο τὸ τοῦ Πάσχα προοίμιον, τὸ τῆς ἁγίας τεσσαρακοντάδος μυ στήριον. Τεσσαράκοντα ἐξιλασμοῦ ἡμῖν αἱ ἡμέραι, ἰσάριθμοι καὶ τῶν ἁγίων οἱ στέφανοι. Ἦ που περιττὸς ὑμῖν εἶναι δοκῶ καὶ ἀδόλεσχος, τὰ ὑμέτερα θαύματα ἐν ὑμῖν διηγούμενος, καὶ τοῖς ὑμετέροις τὴν ἀκοὴν δεξιούμενος; Πλὴν ὡς ἂν μὴ ἀτελεῖς ὑμᾶς παραδρά μοι ὁ λόγος, πρὸς τὸ πέρας τῶν ἀγώνων τοῖς ἁγίοις καὶ ἡμεῖς συνδραμούμεθα. Κρυμὸς ἦν κατὰ τὴν ἡμέ ραν ἐκείνην. Πάντως δὲ οὐδὲν δεῖ μαθεῖν ὑμᾶς οἷος ὁ κρυμὸς, ἐκ τῆς παρούσης ἡμέρας στοχαζομένους, κρυμὸς καὶ αὐτῶν τῶν τριχῶν διαδυόμενος. Ἴστε τὴν ὑπερβολὴν, οἵ τε ἐπήλυδες τῶν τόπων καὶ οἱ αὐτό χθονες, καὶ οὐδὲν δεῖσθε λόγῳ μαθεῖν· ἀλλὰ κἂν ἕτερος εἴποι τὴν θαυματοποιίαν τῶν ὑμετέρων χειμώνων· ὅπως ποταμοὶ μὲν ἀένναα ῥέοντες ἵστανται, ἀντι βαινούσης τῷ ῥείθρῳ τῆς πήξεως, καὶ ἀπολιθοποιού σης τὰ κύματα· ἡ δὲ γείτων λίμνη σημείων τινῶν πρὸς τὸ ἐπιγνωσθῆναι λίμνη οὖσα προσδέεται, χερσω 46.768 θεῖσα διὰ τῆς πήξεως, ἐφ' ἧς σύνηθές ἐστι τοῖς βου λομένοις ἄνω τῶν κυμάτων αὐτῆς καθιππάζεσθαι. Οἶδα πολλάκις καὶ ἐκ πυρὸς ὕδωρ τοῖς ἐγχωρίοις ἐπι νοούμενον, ὅταν τι τρύφος τοῦ ὕδατος ἀποκλάσαντες ὥσπερ τινὰ χαλκὸν ἢ σίδηρον τῷ πυρὶ διατήξαντες, ὕδωρ τὸν λίθον ποιήσωσιν. Τοιοῦτος ἦν ὁ καιρὸς κατὰ τὸν τῆς ἀθλήσεως χρόνον, ἐπίτασιν τοῦ κακοῦ παρὰ φύσιν ἐκ βορείων πνευματικῶν λαβόντος, καθὼς ἔστιν ἀκούειν τῶν διηγουμένων τὰ θαύματα. Ἐπειδὴ τοίνυν λαμπρῶς τὸ ὄνομα τοῦ Κυρίου δη μοσίᾳ κηρύξαντες, καὶ ἤδη στεφανίτας ἑαυτοὺς διὰ τῆς τοιαύτης ἀναῤῥήσεως δείξαντες, ἐχώρουν ἐπὶ τὴν διὰ τοῦ θανάτου τελείωσιν, οὗτος αὐτοῖς ἐπενοήθη τῆς ἀθλήσεως ὁ τρόπος· Πρόσταγμα γίνεται τοῦ τυ ράννου, κρυμῷ τοὺς ἀθλητὰς τιμωρήσασθαι. Ὢ τῆς ἀσθενείας καὶ τῶν ῥημάτων καὶ τῶν νοημάτων! Ὅσον ἀπολείπεται τῆς ἀξίας ὁ λόγος! Θανάτου πρόσταγμα, καὶ κρυμὸς, καὶ τιμωρία, καὶ προσδοκία τῆς τοιαύ της κολάσεως· καὶ ἡ μακαρία νεότης ἐν γέλωτι καὶ παιδιᾷ καὶ φαιδρότητι τὸν τῆς τιμωρίας κατελάμ βανε τόπον· δρόμος ἦν ἀθλητῶν ἐπὶ τὸ πάθος, δρό μος ἱερός τε καὶ σύντονος· καὶ φιλονεικία τοῦ προ αρπάσαι τῆς ὁμολογίας τὸν στέφανον· ἴση πρὸς τὴν νίκην ἦν αὐτοῖς ἡ σπουδή· οὐδεὶς ὕστερος ὤφθη τῇ προθυμίᾳ· ἀλλ' ὁμοθυμαδὸν ἅπαντες τουτονὶ κατα λαβόντες τὸν τόπον, ὡσεὶ δημοσίοις τότε λουτροῖς σχολάζοντα, ὡς καὶ αὐτοὶ μέλλοντες τῷ λουτρῷ κατα φαιδρύνειν τὰ σώματα, ἑτοίμως τὴν τῶν χιτώνων περιβολὴν ἀπετίθεντο, τὸ τοῦ Ἰὼβ πάντες ἐπιφθεγγό μενοι, ὅτι Γυμνοὶ εἰσήλθομεν εἰς τὸν κόσμον, γυμνοὶ πρὸς τὸν εἰσαγαγόντα ἀπελευσόμεθα· οὐδὲν εἰσ ηνέγκαμεν εἰς τὸν κόσμον, οὐδὲν ἐξενεγκεῖν τι ὀφεί λομεν· μᾶλλον δὲ γυμνοὶ εἰσελθόντες, πλήρεις θησαυ ρῶν τῶν ἐκ τῆς ἀγαθῆς ὁμολογίας ἀπελευσόμεθα.

Ταῦτα λέγοντες, καὶ τοιούτοις ἑαυτοὺς λόγοις παρα θαρσύνοντες, ἐδίδοσαν τῇ πήξει τὸ σῶμα· καὶ ἡ μὲν τῶν στοιχείων φύσις κατεκρατεῖτο τῇ πήξει· ἡ δὲ τῶν μαρτύρων φύσις, ὡς ἀδούλωτος ἦν· μᾶλλον δὲ ἡ μὲν φύσις τὸ οἰκεῖον ἔπασχε, καὶ τὰ