1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

διαλαμβάνειν τὸν λόγον, ὑπὲρ τὸν παρόντα ἔσται καιρὸν ἡ παράτασις. Τὸ μὲν οὖν ζητούμενον τοῦτο ἦν· Εἰ καὶ τοῖς ἁγίοις ἄβατός ἐστιν ὁ παράδεισος διὰ τῆς στρεφομένης ῥομφαίας· καὶ εἰ τοῦ παραδείσου οἱ ἀθληταὶ ἀποκλείονται· τίς ἡ ἐπαγ γελία λοιπὸν ὑπὲρ ἧς ἀναδέχονται τοὺς τῆς εὐσεβείας ἀγῶνας, καὶ εἰ τοῦ λῃστοῦ ἔλαττον ἔξουσι, πρὸς ὃν εἶπεν ὁ Κύριος, ὅτι Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ; Καίτοι γε οὐχ ἑκουσίως ὁ λῃστὴς τῷ σταυρῷ προσῆλθεν· ἀλλ' ἐπειδὴ ἐγγὺς τῆς σωτηρίας ἐγένετο, εἶδεν ὁ ὀξὺς καὶ εὐφυὴς κλέπτης τὸν θησαυ-ρὸν, καὶ ἐπιτυχὼν καιροῦ τὴν ζωὴν ἐληΐσατο, καλῶς τῇ κλεπτικῇ καὶ εὐστόχως ἀποχρησάμενος, Κύριε μνήσθητί μου, εἰπὼν, ἐν τῇ βασιλείᾳ σου. Εἶτα ἐκεῖ-νος μὲν ἀξιοῦται τοῦ παραδείσου· ἐπὶ δὲ τῶν ἁγίων ἡ φλογίνη ῥομφαία διακωλύει τὴν εἴσοδον; Ἦ αὐτόθεν ἔχει τὴν λύσιν τὸ ζήτημα ∆ιὰ τοῦτο γὰρ οὐκ ἀεὶ ἑστῶσαν ἀντιπρόσωπον τοῖς εἰσιοῦσι τὴν ῥομφαίαν ὁ λόγος ἔδειξεν, ἀλλὰ καὶ στρεφομένην ἐποίησεν, ἵνα τοῖς μὲν ἀναξίοις κατὰ στόμα προφαίνηται, τοῖς δὲ ἀξίοις στρεφομένη κατὰ νώτου γίνηται, ἀκώλυτον αὐτοῖς τὴν εἴσοδον ἐπὶ τὴν ζωὴν ὑπανοίγουσα· ἧς ἐντὸς ἐκεῖνοι γεγόνασι, τῇ παῤῥησίᾳ τῶν ἀγώνων ἀπαθῶς τὴν φλόγα περάσαντες· ἣν καὶ ἡμεῖς ἀδεῶς περάσαντες, τοῦ παραδείσου ἐντὸς γενοίμεθα, διὰ τῆς πρεσβείας αὐτῶν δυναμωθέντες πρὸς τὴν ἀγαθὴν ὁμολογίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.