1

 2

 3

 4

 5

 6

5

διαλεχθεὶς, «Χωλεύεις,» ἔφη, «ὦ στρατιῶτα, καὶ δεῖ σοι θεραπείας; ἀλλὰ δός μοι ψηλαφῆσαι τὸν πόδα.» Λαβόμενος δὲ ὄναρ αὐτοῦ, σφοδρῶς ἐφειλκύσατο. Τῆς δὲ νυκτερινῆς ὄψεως τοῦτο ποιούσης, ὕπαρ τηλικοῦτος ἐγένετο ψόφος, οἷος ἂν γένοιτο, ὀστέου τῆς φυσικῆς ἁρμονίας ἐξολισθήσαντος, εἶτα βιαίως ἐναρμοσθέντος· ὥστε ἀφυπνίσαι καὶ τοὺς συγκαθεύδοντας καὶ αὐτὸν τὸν στρατιώτην, διεγερ θῆναι δὲ τὸν ἄνθρωπον εὐθὺς, καὶ βαδίζειν ὑγιῶς κατὰ φύσιν, ὡς * εἴωθεν. Ταύτην τὴν θαυματουργίαν εἶδον ἐγὼ, αὐτῷ τῷ ἀνθρώπῳ περιτυχὼν ἐξαγγέλ λοντι πρὸς πάντας, καὶ κηρύττοντι τὴν μαρτύρων εὐεργεσίαν, καὶ τὴν τῶν στρατιωτῶν φιλανθρωπίαν ἀνυμνοῦντι.

Εἰ δέ τι χρὴ προσθεῖναι καὶ τῶν κατ' ἐξαίρετόν μοι προσηκόντων, ἐρῶ. Ἡνίκα γὰρ τὴν ἐπὶ τοῖς λει ψάνοις πανήγυριν τὴν πρώτην τελεῖν ἐμέλλομεν, κἀν τῷ ἁγίῳ σηκῷ ἀναπαύειν τὴν λάρνακα, ἡ μήτηρ ἡ 46.785 ἐμή· αὕτη γὰρ ἦν ἡ τῷ Θεῷ συνάγουσα καὶ κο σμοῦσα τὴν ἑορτήν· ἡ * δὲ ἥκειν με πρὸς τὴν μετουσίαν τῶν δρωμένων ἐκέλευσε, πόῤῥω τε διάγοντα, καὶ ἔτι νέον ὄντα, κἀν τοῖς λαϊκοῖς ἀριθμούμενον. Οἷα δὲ φιλεῖ γίνεσθαι ἐπὶ πράγμασι κατεπείγουσιν, ἄσχολος ὢν, βαρύτερον ὁ ἀνόητος ἐδεξάμην τὴν κλῆσιν, ὑπομεμ ψάμενος τῇ μητρὶ, ὅτι μὴ εἰς ἄλλον καιρὸν ὑπερέθετο τὴν πανήγυριν, ἀλλά με πολλῶν ἀποκινήσασα φρον τίδων, μεθείλκυσε ταύτῃ, καὶ πρὸ μιᾶς τῆς συνόδου. Ἀφικόμην εἰς τὸ χωρίον· παννυχίδος δὲ οὔσης ἐν κήπῳ, ἔνθα καὶ τὰ λείψανα τῶν ἁγίων ἐτύγχανε ψαλμῳδίαις τιμώμενα, ἐμοὶ πλησίον ἐπί τινος δω ματίου καθεύδοντι φαίνεται ὄναρ ὄψις τοιαύτη· Ἐδόκουν βούλεσθαι εἰσιέναι ἐν τῷ κήπῳ, ἔνθα ὕπαρ ἡ παννυχὶς ἐτελεῖτο. Γενομένῳ δέ μοι περὶ τὴν θύραν, πλῆθος ὤφθη στρατιωτῶν προσκαθήμενον τῇ εἰσόδῳ· ἀθρόον δὲ οἱ πάντες διαναστάντες, ῥάβδους ἐπανατει νόμενοι, καὶ ἀπειλητικῶς ἐφορμῶντες, οὐ συνεχώ ρουν τὴν εἴσοδον· ἔλαβον δ' ἂν καὶ πληγὰς, εἰ μή με εἷς, ὡς ἐδόκουν, φιλανθρωπότερος ἐξῃτήσατο. Ὡς δέ με ὁ ὕπνος ἀφῆκε, καὶ ἦλθον εἰς ἀναλογισμὸν τῆς ἐπὶ τῇ κλήσει πλημμελείας, ᾐσθόμην μὲν εἰς τί ἔφερεν ἡ τῶν στρατιωτῶν ἐπίφοβος ὀπτασία· πολλοῖς δὲ θρήνοις ὠδυρόμην τὴν ἐμαυτοῦ ματαιότητα· καὶ αὐτῇ γε τῇ θήκῃ τῶν λειψάνων πικρὸν ἐπέῤῥευσα δάκρυον, ἵνα μοι ὁ Θεός τε εὐμενῶς ἔχῃ, καὶ οἱ ἅγιοι στρατιῶ ται τὴν ἀμνηστίαν χαρίσωνται.

Ταῦτα εἶπον, ἵνα πεισθῶμεν, ὅτι ζῶσιν οἱ μάρτυρες, καὶ εἰσὶ Θεοῦ δορυφόροι, καὶ πάρεδροι, οἱ σή μερον ἡμῶν τὴν Ἐκκλησίαν ὠφελήσαντες καὶ κοσμήσαντες· λαμπροτέρα δὲ καὶ μείζων αὕτη ἡ τεσσαρακοστὴ τῶν μʹ μαρτύρων τὴν μνήμην ἔχουσα, καὶ ὁ μὴν ἐπιφανέστερος τῶν μηνῶν, καὶ ὁ μοχθηρὸς χειμὼν οὐκέτι μοι δοκεῖ χαλεπός· οὐδὲ σχετλιάζω κατὰ τῆς ἐνεστῶτος καιροῦ ἀγριότητος. Οὗτος γὰρ ὅπλον τοῦ διώκτου γενόμενος, ταύτην μοι τὴν ἱερὰν ἐτε λείωσε φάλαγγα. Καὶ ὥσπερ τῶν ἑπτὰ Μακκαβαίων ἡ μήτηρ, διὰ τὸ ψυχὴν ἔχειν φιλόθεον μᾶλλον ἢ φιλόσαρκον, οὔτε τὴν Ἀντιόχου τοῦ τυράννου Συρίας ὠμότητα κατεμέμψατο, οὔτε πρὸς τὰς κολάσεις καὶ τὰς συμφορὰς τῶν υἱῶν ἐδυσχέρανεν· ἐδέξατο δὲ τὴν ἐρημίαν, ὡς εὐεργεσίαν, καὶ τὴν ἀπαιδίαν, ὡς βοήθειαν· οὔτε μὴν ὁ Στέφανος λιθαζόμενος ἐνόμιζε βλάπτεσθαι, ἀλλὰ μᾶλλον ζωοποιεῖσθαι· οὕτως καὶ ἡμεῖς τοῖς θεομάχοις ὀφείλομεν χάριν ἐκ τῆς ἀγαθῆς ἀποβάσεως, ἀνθ' ὧν ἡμῖν τοσούτων ἀγαθῶν κατέστη σαν αἴτιοι, εἰ καὶ μὴ σκοπῷ εὐεργετούντων, ἀλλὰ πολεμούντων ἐνήργουν. Εὐεργετοῦσι γὰρ καὶ ἐχθροὶ μὴ θέλοντες, τῶν γνησίων φίλων οὐκ ἀτιμότερα. Ὠφέλησεν ὁ διάβολος τὸν Ἰὼβ μᾶλλον, ἢ ἔβλαψεν, Εὐεργέτης ὁ βασιλεὺς τῶν Ἀσσυρίων τοῦ ∆ανιὴλ ἐγένετο. Καὶ οἱ τρεῖς παῖδες τῇ καμίνῳ χάριν ὁμο λογείτωσαν· καὶ πρισθεὶς ὁ Ἡσαΐας τοὺς Ἑβραίους ὑμνείτω. Καὶ Ζαχαρίας μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου σφαγεὶς τιμάτω τοὺς αὐτόχειρας· καὶ Ἰωάννης τὴν κεφαλὴν ἀποτμηθεὶς, εὐεργέτην κηρυτ τέτω Ἡρώδην· καὶ οἱ ἀπόστολοι τοὺς δήσαντας καὶ μαστίξαντας· καὶ πάντες μάρτυρες ἀγαπάτωσαν 46.788 τοὺς διώκοντας· εἰ μὴ γὰρ