1

 2

 3

 4

 5

 6

2

τε καὶ ἀσύγχυτον ἔχουσα περὶ τῆς φύσεως τῶν ὑποκειμέ νων τὴν δόξαν· τί μέν ἐστιν αἱρετὸν ἐν τοῖς οὖσι· τί δὲ βδελυκτὸν καὶ ἀπόβλητον. Καὶ πάλιν ἐκ τοῦ ἐναν τίου πάντως ἡ ἐν τῷ μέρει τούτῳ κακία θεωρηθή σεται, ὅταν ἀσέβεια μὲν ᾖ περὶ τὸ Θεῖον, ἀκρισία δὲ περὶ τὸ ὄντως καλόν· ἐνηλλαγμένη δὲ καὶ ἐσφαλμένη ἡ περὶ τὴν τῶν πραγμάτων φύσιν ὑπόληψις, ὥστε τιθέναι τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς, κα θώς φησιν ἡ Γραφή.

Τοῦ δὲ ἐπιθυμητικοῦ μέρους ἡ μὲν ἐνάρετός ἐστι κίνησις τὸ πρὸς τὸ ὄντως ἐπι θυμητικὸν, καὶ ἀληθῶς καλὸν ἀνάγεσθαι τὸν πόθον· καὶ εἴ τις ἐν ἡμῖν ἐρωτικὴ δύναμίς τε καὶ διάθεσις, ἐκεῖ κατασχολεῖσθαι πᾶσαν, ἐν τῷ πεπεῖσθαι μηδὲν 45.225 ὀρεκτὸν εἶναι τῇ ἑαυτοῦ φύσει ἄλλο, πλὴν τῆς ἀρε τῆς, καὶ τῆς τὴν ἀρετὴν πηγαζούσης φύσεως. Παρατροπὴ δὲ καὶ ἁμαρτία τοῦ τοιούτου μέρους ἐστὶν, ὅταν τις μεταγάγῃ τὴν ἐπιθυμίαν πρὸς τὴν ἀνυπό στατον κενοδοξίαν· ἢ πρὸς τὸ ἐπικεχρωσμένον τοῖς σώμασιν ἄνθος· ὅθεν γίνεται ἡ φιλοχρηματία, καὶ ἡ φιλοδοξία, καὶ ἡ φιληδονία, καὶ πάντα τὰ τοιαῦτα, ὅσα τοῦ τοιούτου ἤρτηται τῆς κακίας γένους. Πάλιν δὲ τῆς θυμώδους διαθέσεως κατόρθωμα μέν ἐστιν ἡ πρὸς τὸ κακὸν ἀπέχθεια, καὶ ὁ πρὸς τὰ πάθη πόλε μος, καὶ τὸ πρὸς ἀνδρείαν ἐστομῶσθαι τὴν ψυχὴν, ἐν τῷ μὴ καταπτήσσειν τὰ τοῖς πολλοῖς φοβερὰ νομιζό μενα, ἀλλὰ μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν ἀν τικαθίστασθαι· καταφρονεῖν δὲ θανατικῆς ἀπειλῆς, καὶ ἀλγεινῶν κολαστηρίων, καὶ τῆς τῶν ἡδίστων δια ζεύξεως, καὶ πάντων ἅπαξ τῶν διά τινος συνηθείας καὶ προλήψεως ἐν ἡδονῇ τοὺς πολλοὺς κατεχόντων κρείττονα γενέσθαι, τῆς τε πίστεως καὶ τῆς ἀρετῆς προμαχόμενον. Τὰ δὲ ἀποπτώματα τοῦ τοιούτου μέ ρους ἐστὶν ἅπασι πρόδηλα, ὁ φθόνος, τὸ μῖσος, ἡ μῆνις, αἱ λοιδορίαι, αἱ συμπλοκαὶ, αἱ ἐμφιλόνεικοί τε καὶ ἀμυντικαὶ διαθέσεις, αἱ μέχρι πολλοῦ παρα τείνουσαι τὴν μνησικακίαν, καὶ πολλοὺς εἰς φόνους καὶ αἵματα καταθήγουσαι. Μὴ γὰρ εὑρὼν ὁ ἀπαί δευτος λογισμὸς ὅπου χρήσηται λυσιτελῶς τῷ ὅπλῳ, ἐφ' ἑαυτὸν τρέπει τὴν τοῦ σιδήρου ἀκμὴν καὶ γίνε ται τὸ ἐκ Θεοῦ δοθὲν ἡμῖν ἀμυντήριον ὅπλον τῷ κα κῶς κεχρημένῳ ὀλέθριον.

Τούτων τοίνυν κατὰ τὸν εἰρημένον διακρινηθέντων τρόπον, ὅσα μὲν ἁμαρτήματα τοῦ λογιστικοῦ τῆς ψυ χῆς ἅπτεται μέρους, χαλεπώτερα παρὰ τῶν Πατέρων ἐκρίθη, καὶ μείζονος καὶ διαρκεστέρας καὶ ἐπιπονω τέρας τῆς ἐπιστροφῆς ἄξια· οἷον εἴ τις ἠρνήσατο τὴν εἰς Χριστὸν πίστιν, ἢ πρὸς Ἰουδαϊσμὸν, ἢ πρὸς εἰ δωλολατρείαν, ἢ πρὸς Μανιχαϊσμὸν, ἢ πρὸς ἄλλο τι τοιοῦτον ἀθεΐας εἶδος αὐτομολήσας ἐφάνη, ὁ μὲν ἑκουσίως ἐπὶ τὸ τοιοῦτον ὁρμήσας κακὸν, εἶτα κα ταγνοὺς ἑαυτοῦ, χρόνον τὸν τῆς μετανοίας ἔχει, ὅλον τὸν τῆς ζωῆς αὐτοῦ. Οὐδέποτε γὰρ μυστικῆς ἐπιτε λουμένης εὐχῆς, μετὰ τοῦ λαοῦ προσκυνῆσαι τὸν Θεὸν καταξιοῦται, ἀλλὰ καταμόνας μὲν εὔξεται· τῆς δὲ κοινωνίας τῶν ἁγιασμάτων καθόλου ἀλλότριος ἔσται· ἐν δὲ τῇ ὥρᾳ τῆς ἐξόδου αὐτοῦ, τότε τῆς τοῦ ἁγιάσματος μερίδος ἀξιωθήσεται. Εἰ δὲ συμβαίη παρ' ἐλπίδας ζῆσαι αὐτὸν, πάλιν ἐν τῷ αὐτῷ κρίματι διαβιώσεται, ἀμέτοχος τῶν μυστικῶν ἁγιασμάτων μέχρι τῆς ἐξόδου γινόμενος. Οἱ δὲ βασάνοις καὶ τι μωρίαις χαλεπαῖς αἰκισθέντες, ἐν ῥητῷ χρόνῳ ἐπ ετιμήθησαν, οὕτω τῶν ἁγίων Πατέρων φιλανθρωπίᾳ ἐπ' αὐτῶν χρησαμένων, ὡς οὐχὶ ψυχῆς γεγενημένης ἐν πτώματι, ἀλλὰ τῆς σωματικῆς ἀσθενείας πρὸς τὰς αἰκίας οὐκ ἀντισχούσης. ∆ιὸ τῷ μέτρῳ τῶν ἐν πορνείᾳ πλημμελησάντων, καὶ ἡ βεβιασμένη τε καὶ ἐπώδυνος παράβασις ἐν τῇ ἐπιστροφῇ συνεμετρήθη. Οἱ δὲ πρὸς γόητας ἀπιόντες, ἢ μάντεις, ἢ τοὺς διὰ δαιμόνων καθάρσιά τινα καὶ ἀποτροπιασμοὺς ἐνεργεῖν ὑπισχνουμένους, οὗτοι ἐρωτῶνται δι' ἀκρι βείας καὶ ἀνακρίνονται, πότερον ἐπιμένοντες τῇ εἰς 45.228 Χριστὸν πίστει, ὑπ' ἀνάγκης τινὸς συνηνέχθησαν ἐκείνῃ τῇ ἁμαρτίᾳ, κακώσεώς τινος, ἢ ἀφορήτου ζημίας ταύτην αὐτοῖς τὸν ὁρμὴν ἐμποιησάσης· ἢ καθόλου καταφρονήσαντες τοῦ πεπιστευμένου παρ' ἡμῶν