1

 2

 3

1

Epistula xxvi ad Evagrium monachum

ΕΠΙΣΤΟΛΗ Κʹ. Πρὸς Εὐάγριον μοναχὸν, περὶ Θεότητος.

Σφόδρα τε θαυμάζω καὶ λίαν ἐκπλήττομαι τῆς νηφαλιότητος, ὅπως τοιούτων θεωρημάτων καὶ τη λικούτων ζητήσεων αἴτιος καθίστασαι, ταῖς ἀκρι βέσιν ἐρωτήσεσιν, εἰς ἀνάγκην ἡμᾶς τοῦ λέγειν καὶ ἀγωνίαν ἀποδείξεως περιιστὰς, ἐρωτήσεις ἀναγ καίας καὶ χρησίμους ἡμῖν ἐπάγων. Πᾶσα δηλονότι λοιπὸν ἀνάγκη, κατόπιν τῶν ἐρωτήσεων ἡμᾶς ἐν αργεῖς ποιεῖσθαι τὰς ἀποκρίσεις. Καὶ νῦν τοίνυν τὸ προσενεχθὲν ἐρώτημα παρὰ σοῦ τοιόνδε καὶ περὶ τοῦδε ἦν, ὥς τινα τρόπον ἂν εἴη Πατρός τε καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἡ φύσις (ἣν ἄν τις ὀρθῶς οὐ σίαν μᾶλλον ἢ φύσιν καλοίη), πότερον ἁπλῆ τις ἢ σύν θετος; Εἰ μὲν γὰρ ἁπλῆ, πῶς τὸν τρεῖς ἐπιδέξεται τῶν προειρημένων ἀριθμόν; Τὸ γὰρ ἁπλοῦν, μονοειδὲς καὶ ἀνάριθμον. Τὸ δὲ ἀριθμοῖς ὑποπίπτον, ἀνάγκη τέμνεσθαι, κἂν μὴ ἀριθμοῖς ὑποβάληται· τὸ δὲ τεμνόμενον, ἐμπαθές· πάθος γὰρ ἡ τομή. Εἰ τοίνυν ἁπλῆ τοῦ Κρείττονος ἡ φύσις, περιττὴ τῶν ὀνο μάτων ἡ θέσις· εἰ δὲ τῶν ὀνομάτων ἀληθὴς ἡ θέ σις, καὶ δεῖ τοῖς ὀνόμασι πείθεσθαι, τὸ μονοειδὲς καὶ ἁπλοῦν εὐθὺς ἐκποδὼν οἴχεται. Τίς οὖν ἂν εἴη τοῦ πράγματος ἡ φύσις;

Ταῦτα πρὸς ἡμᾶς ἔφασκες. Ὧν τὰς ἀποδείξεις ὁ τῆς ἀληθείας ἀκριβῶς παραστήσει λόγος, οὐ πίστεως ἀναποδείκτου φαντασίαν ἀπορίᾳ τῆς ἀποδείξεως ἀλόγως προϊσχόμενος, οὐδὲ μύθων παλαιῶν μαρτυρίαις τὸ σαθρὸν τῆς πεποιθήσεως ἑαυ τοῦ καλύπτειν πειρώμενος, ἀλλὰ ζητήσεως ἀκριβοῦς κατανοήσει καὶ λογισμῶν ὀρθότητι τὴν τοῦ θεωρή ματος πίστωσιν εἰς τοὐμφανὲς προτιθέμενος. Ἄγε δὴ λοιπὸν ἡμῖν ὁ λόγος ἐντεῦθεν θια σευέτω, καὶ πῶς δεῖ τὸ Θεῖον ὑπολαμβάνειν φασκέτω, πότερον ἁπλοῦν, ἢ τριπλεκές. Οὕτω γὰρ ἡμᾶς καὶ λέγειν ἡ τῶν ὀνομάτων τριττὺς καὶ πι στεύειν βιάζεται, καὶ τούτοις ἀποχρησάμενοί 46.1104 τινες σαθρὰ καὶ παντάπασιν ἕωλα συνεστήσαντο δόγ ματα, τὴν οὐσίαν ὁμοῦ τῇ τῶν ὀνομάτων ἐπηγο ρίᾳ πάθος διαιρέσεως ὑπομένειν δοξάζοντες. Ἀλλ' ἐκείνους μὲν, ὡς αὐτὸς φὴς, ἐατέον, σαθρῶς τῷ τῆς ὑπολήψεως αὐτῶν συνηγοροῦντας δόγματι· περὶ δὲ τὴν ὀρθὴν τῆς ἐπιγνώσεως κατάληψιν, τὴν ἑαυτῶν διάνοιαν ἐπιστρέφωμεν. Ὃ τοίνυν ἐστὶ Θεὸς, πρότερον ὑποστησόμεθα· καὶ εἶθ' οὕτως ἐπὶ τὰς ἀπο δείξεις ἀκριβῶς ἥξομεν. Ἁπλῆ πάντως ἐστὶ καὶ ἀμέριστος οὐσία, τὸ ἁπλοῦν καὶ ἀσώματον ἐκ φύσεως ἐκτυχών. Ἀλλ' ἴσως ὁ τῆς διαιρέσεως τῶν ὀνομάτων ἀντιπίπτει μοι λόγος, τῷ τρεῖς ἀριθμῷ τὸ τοῦ Κρείττονος μονοειδὲς ἀφαιρούμενος. Ἆρ' οὖν διὰ τὸ μονοειδὲς ἐκφυγεῖν ἡμᾶς τὴν ὁμολογίαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἐπάναγκες; Μὴ γένοιτο! τὴν γὰρ ἀμερῆ τοῦ Κρείττονος ἕνωσιν οὐ καταβλάψει τῶν ὀνομάτων ἡ θέσις. Τὰ γὰρ νοητὰ, καὶ μυριώνυμα μὲν (ἐπειδὴ παμπληθέσι καθ' ἕκαστον ἔθνος ὀνόμασι κέκληται), προσηγορίας δὲ πάσης ἐκτός· ἐπειδὴ κύριον ὄνομα τῶν νοητῶν τε καὶ ἀσωμάτων οὐδέν. Πῶς γὰρ κυρίως ἑπικληθείη τὰ μηδὲ ὄψεσιν ἡμετέ ραις ὑποπίπτοντα, μηδ' ὅλως ἀνθρωπίνοις αἰσθητη ρίοις ἁλῶναι δυνάμενα; λαμβανέσθω δὲ ἡμῖν τὸ βραχύτατον τῶν νοητῶν μόριον ἡ ψυχὴ, πρὸς τοῦ Παντὸς ἀκριβῆ νόησιν. Ψυχὴ μὲν γὰρ ὀνόματι θηλυκῷ προσαγορεύεται, πάσης δὲ θηλυδριώδους φύσεως ἀφέστηκεν, οὔτε ἄῤῥεν, οὔτε θῆλυ κατ' οὐσίαν ὑπάρχουσα. Καὶ λόγος δὲ ὁμοίως ὁ πρὸς αὐτῆς ἀποκυϊσκόμενος, ἀῤῥε νικὸν μὲν ἔχει τοὔνομα, πάσης δὲ καὶ αὐτὸς, ὥς φαμεν, ἀῤῥενοθήλεος ἐκτός ἐστι σωματότητος.

Εἰ δὲ τὰ τῶν νοητῶν ἔσχατα, ψυχὴ καὶ λόγος, κύριον οὐ κέκτηται τοὔνομα, πῶς ἂν τὰ πρῶτα καὶ πάντων ἐπέκεινα τῶν νοητῶν νοητὰ κυρίοις ὀνόμασιν ἐπι