1

 2

 3

3

ὀλίγων τὰ πλεῖστα καταμανθάνειν, τούτου χάριν ἐνταῦθα τὸν περὶ τούτου στῆσαι τοῦ θεωρήματος δίκαιον ᾠήθην λόγον. 46.1109

Τί τὸ πιστεύειν ἀφέντες, τεχνολογοῦμεν τὴν πίστιν, καὶ πληροῦμεν τὴν ἐπιθυμίαν τοῦ κοινοῦ δυσμενοῦς; Λογισάμενος γὰρ ὁ διάβολος, ὁ κοινὸς τῆς ἀνθρωπότητος λυμεὼν, ὅτι γαλήνης ἐν ἡμῖν πολιτευομένης, τὰ τῆς εὐσεβείας ἀνθεῖ, τῆς πίστεως δὲ κρατούσης, εὐζωΐα κρατεῖ, φίλοι τε τοῦ ∆ημιουργοῦ γινόμεθα, ἵνα μὴ ἐπέλθωμεν, ὅθεν ἐκεῖνος ἐξέπεσεν, ὁρᾶτε τί πεποίηκε, καὶ πῶς πανούργως τὸν καθ' ἡμᾶς ἐῤῥαψῴδηκε πόλεμον. Ὁ μηχανοῤῥάφος τῶν κακῶν, καὶ σοφὸς ἐν ἀπάταις, καὶ ποικίλος ἐν ἐπιβουλαῖς, καὶ πλούσιος ἐν τοῖς κακοῖς μηχανήμασι, παρασκευάζει τινὰς ἐν προσχήματι τῆς εὐσεβείας στρατεύσασθαι κατὰ τῆς πίστεως, καὶ πᾶσι τοῖς εὐσεβέσι δι' αὐτῶν ἄκαιρον φιλονεικίαν, καὶ ψυχοφθόρον ἐνέβαλε πόλεμον, καὶ τῆς Ἐκκλησίας τὰ μέλη κατ' ἀλλήλων ἐστράτευσε.

Στρέψωμεν τοίνυν κατὰ τῆς αὐτοῦ κεφαλῆς τοῦτο δὴ τὸ σοφὸν, καὶ τὴν εὐφροσύνην αὐτοῦ 46.1112 μεταβάλωμεν εἰς ὀδύνην, καὶ πένθος ἀπαρηγόρητον. Πενθήσωμεν τὴν εἰρήνην, ἣν ἐκεῖνος μισεῖ, Καταλείψωμεν τὸ ζυγομαχεῖν, καὶ σταθμίζειν τὰς λέξεις τοῦ δόγματος. Παυσώμεθα τοῦ θέλειν εἶναι τῶν διδασκάλων διδάσκαλοι. Μισήσωμεν τὸ λογομαχεῖν ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Πιστεύσωμεν ὡς οἱ πατέρες ἡμῶν παραδέδωκαν. Οὐκ ἐσμὲν τῶν πατέρων σοφώτεροι· οὐκ ἐσμὲν τῶν διδασκάλων ἀκριβέστεροι. Ἐν εἰρήνῃ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς, οὐκ ἐν μάχῃ. Ὡς ἐκλήθημεν, οὕτως προσμείνωμεν τῇ μυστικῇ τραπέζῃ, ἐν ᾗ τῶν οὐρανίων μεταλαμβάνομεν. Μὴ γινώμεθα κατὰ ταυτὸν ὁμοτράπεζοι, καὶ ἀλλήλων ἐπίβουλοι· μὴ ἐνταῦθα κοινωνικοὶ, καὶ ἔξω ἐπίβουλοι. Πρωτότοκος ὁ Κύριος ἤκουσεν ἐκ τῆς Παρθένου, οὐχ ὅτι δεύτερόν τινα ὁμοιογενῆ προσεκαλέσατο, ἀλλ' ὅτι πρωτότοκος ἀσυγκρίτως ἐστὶ πρὸς τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὐδὲ γὰρ διὰ τὸ εἰπεῖν ὁ Ἀπόστολος περὶ τῆς τοῦ Κυρίου ἐκ Πατρὸς ἀνάρχου γεννήσεως, Ὅς ἐστι πρωτότοκος πάσης κτίσεως, ἤδη καὶ ἀδελφὸν τοῦ Κυρίου συνεγράψατο. Οὐδ' αὖ πάλιν ὁ αὐτὸς, πρωτότοκον ἐκ τῶν νεκρῶν καλέσας, ἤδη καὶ ὅμαιμον τοῦ Κυρίου παρεισήγαγε παραπλησίως τὸν ᾅδην πατήσαντα. Ἀλλὰ πρωτότοκος ὁ Κύριος ἐκ τοῦ Πατρὸς καὶ ἐκ τῆς Παρθένου καὶ ἐκ τῶν νεκρῶν, ἵνα διὰ πάντων γνωθῇ τὸ μοναδικὸν τῆς υἱότητος ἀξίωμα. Ἀσύγκριτος γὰρ ὁ δεσποτικὸς τόκος· ὅπου γὰρ ἡ μήτηρ παρθένος, πῶς τόκος ἑρμηνευόμενος;