1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

23

19.1 Οἶδά τινα τῶν ζωγράφων φιλοτιμίαν ἀνόνητον χαρίζεσθαι μέν τι καὶ

τοῖς εἰδεχθεστέροις τῶν φίλων ἐν τῷ μεταγράφειν τὴν μορφὴν εἰς εἰκόνα προθυμουμένων, ἐναντίον δέ τι ποιούντων ἢ βούλονται· ἐν οἷς γὰρ διορθοῦνται δῆθεν τῇ μιμήσει τὴν φύσιν τοῖς εὐανθεστέροις τῶν χρωμάτων τὸ τῆς μορφῆς ἀηδὲς ἐπὶ τοῦ πίνακος κρύψαντες, τὸν χαρακτῆρα παραλλάττουσιν, καὶ ἡ πρόθεσις τοῦ τιμᾶν τὸν φίλον διὰ τῆς πρὸς τὸ κρεῖττον μιμήσεως ἀφορμὴ γίνεται τοῦ μηδ' ὅλως αὐτὸν ἐν τῇ εἰκόνι βλέπειν τὸν φίλον. 19.2 ὡς οὖν ἐπ' ἐκείνων κέρδος οὐκ ἔστιν οὐδὲν κόμη ξανθὴ καὶ βαθεῖα ἐπικυρτουμένη τῷ μετώπῳ καὶ περιστίλβουσα καὶ τὸ ἐπὶ τοῦ χείλους ἄνθος καὶ τὸ ἐπὶ τῆς παρειᾶς ἐρύθημα βλεφάρων τε κύκλος καὶ ἀκτὶς ὀμμάτων καὶ ὀφρύες ἐν τῷ μέλανι στίλβουσαι καὶ ἐπιλάμπον τῇ ὀφρύι τὸ μέτωπον, καὶ εἴ τι ἄλλο τοιοῦτο τὴν τῆς μορφῆς ὥραν συναπεργάζεταιἐὰν γὰρ μὴ παρὰ τῆς φύσεως ἔχῃ ταῦτα ὁ τῷ ζωγράφῳ προτεθεὶς εἰς τὴν μίμησιν, οὐδὲν ἀπώνατο τῆς τοιαύτης φιλανθρωπίας, ἀλλ' ὁ μὲν πίναξ ἡδύ τι καὶ περιηνθισμένον τὸ διὰ τῆς ζωγραφίας πρόσωπον ἔδειξεν, ἐλέγχει δὲ τὸ περιττὸν τῆς φιλοτιμίας ἄλλο δεικνύμενον τοῦ φίλου τὸ πρόσωπον, κατὰ τὸν αὐτὸν τρόπον, δοκεῖ μοι, καὶ εἴ τις ὑπὸ φιλίας ἐπαίνων ὑπερβολὰς τῷ ἀγαπωμένῳ χαρίζοιτο καὶ ἀναπλάσσοι τῷ λόγῳ μὴ οἷός ἐστιν, ἀλλ' οἷον εἶναι προσήκει τὸν ἐν παντὶ τὸ τέλειον ἔχοντα, τῷ μὲν λόγῳ τὸν ὀρθὸν βίον ἀνετυπώσατο, τὸν δὲ φίλον οὐ μᾶλλον ἐσέμνυνε ταῖς τῶν ἐπαίνων ὑπερβολαῖς ἢ διήλεγξεν ἀντιφθεγγόμενον διὰ τοῦ βίου τῷ λόγῳ καὶ ἄλλον 19.3 δεικνύμενον ἢ οἷος νομίζεται. τί οὖν ὁ λόγος μοι βούλεται; εἶδον ἐν τοῖς γράμμασι τῆς ἀγάπης σου οἷον ἀνδριάντα τινὰ πρὸς τὸ ἀκρότατον ἀπηκριβωμένον, ᾧ ὄνομα ἦν ἐγώ, ἐμὲ γὰρ ἐδήλου τὸ γράμμα· ἀλλ' ἐπειδὴ ὥσπερ ἐν κατόπτρῳ τῷ βίῳ ἐγὼ τῷ ἐμαυτοῦ κατὰ πᾶσαν ἀκρίβειαν ἐνιδών, ἐμαυτὸν ἔγνων πάμπολυ κεχωρισμένον τῆς διὰ τοῦ λόγου γραφῆς, σὲ μὲν ἀπεδεξάμην καὶ διὰ τούτων τὸ φιλάγαθον δείξαντα· δι' ὧν γὰρ τοιοῦτον εἶναι νομίσας ἔπειτα τοσοῦτον ἠγάπησας, ἐναργεστάτην ἀπόδειξιν τῆς τῶν τρόπων σου πεποίησαι δεξιότητος ὡς οὐδεμίαν ἄλλην <ἔχων> τοῦ ἀγαπᾶν ἀφορμὴν πλὴν τὴν ἀρετὴν μόνην, ἧς καὶ ἡμῖν τι μετεῖναι νομίζων ἐν τοῖς γνησιωτάτοις τῶν φίλων ἔσχες· *** δι' ὃ καλῶς ἔχειν ᾠήθην δι' ἐμαυτοῦ μᾶλλον τὰ ἐμαυτοῦ γινώσκειν ἢ ταῖς ἑτέρων μαρτυρίαις παράγεσθαι, κἂν ἐν τοῖς ἄλλοις πᾶσιν ἀληθεῖς ὦσιν οἱ μάρτυρες· τοῦτο γὰρ καὶ ὁ παροιμιώδης λόγος παρεγγυᾷ, ἑαυτῶν ἐπιγνώμονας γίνεσθαι τοὺς μέλλοντας κατὰ τὸν ἔξωθεν λόγον ἑαυτοὺς γινώσκειν. 19.4 Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον, ὡς ἂν μὴ δοκοίην αὐτῷ τῷ παραιτεῖσθαι τὸν ἔπαινον τῶν ἐπαίνων κατειρωνεύεσθαι· ἐπειδὴ δὲ διεκελεύσω λόγους τινὰς περὶ τῶν ἐν ἡμῖν ζητουμένων πονήσαντα ὠφελῆσαί τι τὸ κοινὸν διὰ τῆς τοιαύτης σπουδῆς, γίνωσκε νῦν σχολῆς ἡμᾶς τοσοῦτον μετεσχηκέναι, ὅσον μικροῦ δεῖν ἐκεῖνος περὶ οὗ φησί τις τῶν προφητῶν ὅτι συμπλακεὶς λέοντι καὶ μόγις διεκδὺς τὸ χάσμα καὶ τὴν τῶν ὀνύχων ἀκμήν, καθ' ὃ μέρος ᾤετο φεύγειν, ἔλαθε κατὰ στόμα τῆς ἄρκτου γινόμενος, εἶτα διαδρὰς σὺν ἀγῶνι πολλῷ καὶ τοῦτον τὸν κίνδυνον καὶ πρὸς τὸν τοῖχον ἑαυτὸν ἀναπαύων ἐνέδρᾳ καὶ δήγματι ὄφεως συνηνέχθη· τοιαύτη τις γέγονε τῶν συμπεπτωκότων ἡμῖν ἀνιαρῶν ἡ συνέχεια καὶ οὕτως ἐπάλληλοι τῶν λυπηρῶν αἱ διαδοχαί, ἀεὶ ταῖς ὑπερβολαῖς τῶν ἐπιγινομένων μικρὰ τὰ 19.5 φθάσαντα δοκεῖν εἶναι παρασκευάζουσαι. εἰ δὲ μὴ φορτικόν ἐστι λύπην τοῖς ἀγαπῶσι χαρίσασθαι σκυθρωποῖς διηγήμασιν, ἐκθήσομαί σοι δι' ὀλίγου τὴν κακὴν ἱστορίαν. 19.6 Ἦν ἡμῖν ἀδελφὴ τοῦ βίου διδάσκαλος, ἡ μετὰ τὴν μητέρα μήτηρ, τοσαύτην ἔχουσα τὴν πρὸς τὸν θεὸν παρρησίαν ὥστε πύργον ἡμῖν ἰσχύος εἶναι καὶ ὅπλον εὐδοκίας, καθώς φησιν ἡ γραφή, καὶ πόλιν περιοχῆς καὶ πᾶν ἀσφαλείας ὄνομα διὰ τὴν προσοῦσαν ἐκ τοῦ βίου αὐτῇ πρὸς τὸν θεὸν 19.7 παρρησίαν. ᾤκει δὲ τοῦ Πόντου τὰ ἔσχατα, τοῦ βίου τῶν ἀνθρώπων ἑαυτὴν ἐξοικίσασα· χορὸς ἦν περὶ