1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

9

τοῖς νοήμασι πρὸς αὐτὴν ἐπιστρέφεσθαι, ἀλλὰ πρὸς μόνην τὴν ψυχὴν βλέπειν καὶ τὰς ἀγαπητικὰς τῶν ῥημάτων ἐμφάσεις καθαράς τε καὶ ἀμολύντους ἀνατιθέναι τῷ ὑπερέχοντι πάντα νοῦν ἀγαθῷ, ὃ μόνον ἐστὶν ὡς ἀληθῶς γλυκύ τε καὶ ἐπιθυμητὸν καὶ ἐράσμιον, οὗ ἡ ἀπόλαυσις ἡ ἀεὶ γινομένη ἀφορμὴ μείζονος ἐπιθυμίας γίνεται τῇ μετουσίᾳ τῶν ἀγαθῶν τὸν πόθον συνεπιτείνουσα. οὕτως ὁ Μωϋσῆς, ἡ νύμφη, τὸν νυμφίον ἐφίλει κατὰ τὴν ἐν τῷ Ἄισματι παρθένον τὴν λέγουσαν Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὃς διὰ τῆς στόμα κατὰ στόμα γινομένης αὐτῷ παρὰ τοῦ θεοῦ ὁμιλίας, καθὼς μαρτυρεῖ ἡ γραφή, ἔτι ἐν ἐπιθυμίᾳ μείζονι τῶν τοιούτων φιλημάτων ἐγίνετο μετὰ τοσαύτας θεοφανείας 6.32 ὡς μήπω τεθεαμένος ἰδεῖν ἀξιῶν τὸν ποθούμενον, οὕτως οἱ λοιποὶ πάντες, οἷς ὁ θεῖος πόθος διὰ βάθους ἐνέκειτο, οὐδαμοῦ τῆς ἐπιθυμίας ἵσταντο πᾶν τὸ θεόθεν αὐτοῖς εἰς ἀπόλαυσιν τοῦ ποθουμένου γινόμενον ὕλην καὶ ὑπέκκαυμα τῆς σφοδροτέρας ἐπιθυμίας ποιούμενοι. ὥσπερ δὴ καὶ νῦν ἡ τῷ θεῷ συναπτομένη ψυχὴ ἀκορέστως ἔχει τῆς ἀπολαύσεως, ὅσῳ δαψιλέστερον ἐμφορεῖται τοῦ κάλλους, τοσούτῳ σφοδρότερον τοῖς πόθοις ἀκμάζουσα. ἐπειδὴ γὰρ τὰ ῥήματα τοῦ νυμφίου πνεῦμά ἐστι καὶ ζωή ἐστι, πᾶς δὲ ὁ τῷ πνεύματι κολλώμενος πνεῦμα γίνεται καὶ ὁ τῇ ζωῇ συναπτόμενος ἀπὸ θανάτου εἰς ζωὴν μεταβαίνει κατὰ τὴν τοῦ κυρίου φωνήν, διὰ τοῦτο ποθεῖ προσεγ γίσαι τῇ πηγῇ τῆς πνευματικῆς ζωῆς ἡ παρθένος ψυχή. ἡ δὲ πηγή ἐστι τοῦ νυμφίου τὸ στόμα, ὅθεν τὰ ῥήματα τῆς αἰωνίου ζωῆς ἀναβρύοντα πληροῖ τὸ στόμα τὸ ἐφελκόμενον, καθὼς ἐποίει ὁ προφήτης διὰ τοῦ στόματος ἕλκων τὸ πνεῦμα. ἐπειδὴ τοίνυν χρὴ προσθεῖναι τὸ στόμα τῷ στόματι τὸν ἐκ τῆς πηγῆς ποτὸν ἐφελκόμενον, πηγὴ δὲ ὁ κύριος ὁ εἰπὼν Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω, διὰ τοῦτο ἡ ψυχὴ ἡ διψῶσα προσαγαγεῖν τὸ ἑαυτῆς στόμα τῷ τὴν ζωὴν πηγάζοντι 6.33 στόματι βούλεται λέγουσα Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. καὶ ὁ πᾶσι τὴν ζωὴν βρύων καὶ πάντας σωθῆναι θέλων οὐδένα βούλεται τῶν σῳζομένων τοῦ τοιούτου φιλήματος εἶναι ἀμέτοχον· καθάρσιον γάρ ἐστι ῥύπου παντὸς τοῦτο τὸ φίλημα. διό μοι δοκεῖ τῷ λεπρῷ Σίμωνι τὸ τοιοῦτον ὀνειδιστικῶς προφέρειν ὁ κύριος, ὅτι Φίλημά μοι οὐκ ἔδωκας. ἦ γὰρ ἂν ἐκαθαρίσθης τοῦ πάθους τῷ στόματι σπάσας τὴν καθαρότητα. ἀλλ' ἐκεῖνος μὲν εἰκότως ἀνέραστος ἦν ὑπερσαρ κήσας διὰ τῆς νόσου καὶ πρὸς τὴν θείαν ἐπιθυμίαν μένων ὑπὸ τοῦ πάθους ἀκίνητος, ἡ δὲ κεκαθαρμένη ψυχὴ μηδεμιᾶς σαρκώ δους λέπρας ἐπιπροσθούσης βλέπει τὸν τῶν ἀγαθῶν θησαυρόν. ὄνομα δέ ἐστι τῷ θησαυρῷ ἡ καρδία, ἀφ' ἧς ἐστι τοῖς μαζοῖς ἡ χορηγία τοῦ θείου γάλακτος, ᾧ τρέφεται ἡ ψυχὴ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως ἐφελκομένη τὴν χάριν. διὰ τοῦτό φησιν ὅτι Ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον, ἐκ τῆς τοπικῆς θέσεως διὰ τῶν μαζῶν τὴν καρδίαν ὑποσημαίνουσα. πάντως δὲ καρδίαν μὲν τὴν κεκρυμμένην τε καὶ ἀπόρρητον τῆς θεότητος δύναμιν νοῶν τις οὐχ ἁμαρτήσεται. μαζοὺς δὲ τὰς ἀγαθὰς τῆς θείας δυνάμεως ὑπὲρ ἡμῶν ἐνεργείας εἰκότως ἄν τις ὑπονοήσειε, δι' ὧν τιθηνεῖται τὴν ἑκάστου ζωὴν ὁ θεὸς κατάλληλον ἑκάστῳ τῶν δεχομένων τὴν τροφὴν χαριζόμενος. 6.34 Μανθάνομεν δέ τι κατὰ πάροδον καὶ ἕτερον δόγμα διὰ τῆς τοῦ βιβλίου τούτου φιλοσοφίας, ὅτι διπλῆ τίς ἐστιν ἐν ἡμῖν ἡ αἴσθησις, ἡ μὲν σωματικὴ ἡ δὲ θειοτέρα, καθώς φησί που τῆς Παροιμίας ὁ λόγος ὅτι αἴσθησιν θείαν εὑρήσεις· ἀναλογία γάρ τίς ἐστιν ἐν τοῖς ψυχικοῖς ἐνεργήμασι πρὸς τὰ τοῦ σώματος αἰσθητήρια. καὶ τοῦτο ἐκ τῶν παρόντων <ῥημάτων> μανθάνομεν· ὁ μὲν γὰρ οἶνός τε καὶ τὸ γάλα τῇ γεύσει κρίνεται, νοητῶν δὲ ὄντων ἐκείνων νοητὴ πάντως καὶ ἡ ἀντιληπτικὴ τούτων τῆς ψυχῆς ἐστι δύναμις. τὸ δὲ φίλημα διὰ τῆς ἁπτικῆς αἰσθήσεως ἐνεργεῖται· ἐφάπτεται γὰρ ἀλλήλων τὰ χείλη ἐν τῷ φιλήματι. ἔστι δέ τις καὶ ἁφὴ τῆς ψυχῆς ἡ ἁπτομένη τοῦ λόγου διά τινος ἀσωμάτου καὶ νοητῆς ἐπαφήσεως ἐνεργουμένη, καθὼς εἶπεν ὁ εἰπὼν ὅτι Αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς. ὡσαύτως δὲ καὶ ἡ τῶν θείων μύρων ὀσμὴ οὐ μυκτήρων ἐστὶν ὀσμή, ἀλλά τινος νοητῆς καὶ ἀΰλου