1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

11

ὑλικὸς ἔρως τῶν ἔτι νηπιαζόντων οὐχ ἅπτεται (οὐ γὰρ χωρεῖ τὸ πάθος ἡ νηπιότης), οὐδὲ μὴν τοὺς ἐν ἐσχάτῳ γήρᾳ πεπονηκότας ἐν τοῖς τοιούτοις ἔστιν ἰδεῖν, οὕτω καὶ ἐπὶ τοῦ θείου κάλλους ὅ τε νήπιος ἔτι καὶ κλυδωνιζό μενος καὶ περιφερόμενος παντὶ ἀνέμῳ τῆς διδασκαλίας καὶ ὁ παλαιὸς καὶ γηράσας καὶ τῷ ἀφανισμῷ προσεγγίσας ἀκίνητοι πρὸς τὴν ἐπιθυμίαν ταύτην εὑρίσκονται· οὐ γὰρ ἅπτεται τῶν τοιούτων τὸ ἀόρατον κάλλος, μόνη δὲ ἡ τοιαύτη ψυχὴ ἡ διαβᾶσα μὲν τὴν νηπιώδη κατάστασιν καὶ διὰ τῆς πνευματικῆς ἡλικίας ἀκμάσασα, μὴ προσλαβοῦσα δὲ σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἡ μήτε ὑπὸ νηπιότητος ἀναισθη τοῦσα μήτε ὑπὸ παλαιότητος ἀδρανοῦσα, ἣν νεᾶνιν ὀνομάζει ὁ λόγος, αὕτη πείθεται τῇ μεγάλῃ καὶ πρώτῃ ἐντολῇ τοῦ νόμου ἐξ ὅλης καρδίας τε καὶ δυνάμεως ἀγαπῶσα τὸ κάλλος ἐκεῖνο, οὗ ὑπογραφὴν καὶ ὑπόδειγμα καὶ ἑρμηνείαν οὐχ 6.39 εὑρίσκει ἡ ἀνθρωπίνη διάνοια. αἱ τοιαῦται τοίνυν νεάνιδες αἱ διὰ τῶν ἀρετῶν αὐξηθεῖσαι καὶ καθ' ὥραν ἤδη τῶν μυστηρίων τοῦ θείου θαλάμου γενόμεναι ἀγαπῶσι τοῦ νυμφίου τὸ κάλλος καὶ διὰ τῆς ἀγάπης πρὸς ἑαυτὰς ἐπιστρέφουσι. τοιοῦτος γὰρ ὁ νυμφίος, ὡς ἀντιδιδόναι τοῖς ἀγαπῶσι τὸν πόθον, ὁ οὕτως εἰπὼν ἐκ προσώπου τῆς σοφίας ὅτι Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ· καὶ ὅτι Μεριῶ τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν (αὐτὸς δέ ἐστιν ἡ ὕπαρξις) καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἕλκουσι τοίνυν αἱ ψυχαὶ πρὸς ἑαυτὰς τοῦ ἀφθάρτου νυμφίου τὸν πόθον ὀπίσω, καθὼς γέγραπται, κυρίου τοῦ θεοῦ πορευόμεναι. τῆς δὲ ἀγάπης αὐτῶν αἰτία ἡ τοῦ μύρου εὐωδία γίνεται, πρὸς ἣν ἀεὶ τρέχουσαι τοῖς ἔμπροσθεν ἐπεκτείνονται τοῦ κατόπιν λήθην ποιούμεναι. Ὀπίσω γάρ σου, φησίν, εἰς ὀσμὴν μύρων σου δραμούμεθα. ἀλλὰ αἱ μὲν οὔπω τῆς ἀρετῆς τὸ τέλειον ἔχουσαι καὶ καθ' ἡλικίαν ἔτι νεάζουσαι δραμεῖσθαι πρὸς τὸν σκοπόν, ὃν ὑποδείκνυσιν ἡ ὀσμὴ τῶν μύρων, κατεπαγγέλλονται (λέγουσι γὰρ ὅτι Εἰς ὀσμὴν μύρων σου δραμούμεθα), ἡ δὲ τελειοτέρα ψυχὴ σφοδρότερον ἐπεκταθεῖσα τοῖς ἔμπροσθεν ἤδη τυγχάνει τοῦ σκοποῦ, δι' ὃν ὁ δρόμος ἀνύεται, καὶ τῶν ἐν τοῖς ταμείοις θησαυρῶν 6.40 ἀξιοῦται. φησὶ γὰρ ὅτι Εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμεῖον αὐτοῦ. ἡ γὰρ ἄκροις χείλεσι τοῦ ἀγαθοῦ ψαῦσαι ποθήσασα καὶ τοσοῦτον μόνον ἐφαψαμένη τοῦ κάλλους, ὅσον ἡ τῆς εὐχῆς ἐνδείκνυται δύναμις (ηὔξατο δὲ οἷόν τινος φιλήματος ἀξιωθῆναι διὰ τῆς τοῦ λόγου ἐλλάμψεως), αὕτη δι' ὧν ἔτυχε καὶ ἐπὶ τὸ ἐνδότερον τῶν ἀπορρήτων τῷ λογισμῷ διαδυεῖσα βοᾷ τὸ μὴ μόνον ἐν προθύροις τῶν ἀγαθῶν εἶναι τὸν δρόμον, ἀλλὰ τῇ ἀπαρχῇ τοῦ πνεύματος, οὗ διὰ τῆς πρώτης χάριτος οἷον διά τινος φιλήματος ἠξιώθη, διερευνᾶν τοῦ θεοῦ τὰ βάθη καὶ ἐν τοῖς ἀδύτοις γενομένη τοῦ παραδείσου κατὰ τὸν μέγαν Παῦλον ὁρᾶν τέ φησι τὰ ἀθέατα καὶ τῶν ἀλαλήτων ἐπακροᾶσθαι ῥημάτων. Ἡ δὲ ἐφεξῆς ῥῆσις τὴν ἐκκλησιαστικὴν οἰκονομίαν ἐκκαλύπτει τῷ λόγῳ. οἱ γὰρ πρῶτοι μαθητευθέντες τῇ χάριτι καὶ αὐτόπται τοῦ λόγου γενόμενοι οὐκ ἐν ἑαυτοῖς τὸ ἀγαθὸν περιώρισαν, ἀλλὰ καὶ τοῖς μετ' ἐκείνους ἐκ διαδόσεως τὴν αὐτὴν ἐνεποίησαν χάριν. διὰ τοῦτο πρὸς τὴν νύμφην φασὶν αἱ νεάνιδες τὴν πρώτην διὰ τοῦ κατὰ στόμα γενέσθαι τοῦ λόγου τῶν ἀγαθῶν πληρωθεῖσαν καὶ τῶν κεκρυμμένων μυστηρίων ἀξιωθεῖσαν ὅτι Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί (κοινὴ γὰρ ἡμῶν ἐστι χαρὰ 6.41 τὸ σὸν ἀγαλλίαμα) καὶ ὅτι ὡς σὺ ἀγαπᾶς ὑπὲρ οἶνον τοὺς μαζοὺς τοῦ λόγου, οὕτω καὶ ἡμεῖς σὲ μιμησώμεθα καὶ τοὺς σοὺς μαζούς, δι' ὧν τοὺς νηπίους ἐν Χριστῷ γάλα ποτίζεις, ὑπὲρ τὸν ἀνθρώπινον ἀγαπήσωμεν οἶνον. καί, ὡς ἄν τις ἐπὶ τὸ σαφέστερον προαγάγοι τὸ νόημα, τοιοῦτόν ἐστι τὸ λεγόμενον· ἠγάπησε τοὺς μαζοὺς τοῦ λόγου ὁ ἐπὶ τὸ στῆθος τοῦ κυρίου ἀναπεσὼν Ἰωάννης καὶ οἷόν τινα σπογγιὰν τὴν ἑαυτοῦ καρδίαν παραθεὶς τῇ πηγῇ τῆς ζωῆς καὶ πλήρης ἔκ τινος ἀρρήτου διαδόσεως τῶν ἐγκειμένων τῇ τοῦ κυρίου καρδίᾳ μυστηρίων γενόμενος καὶ ἡμῖν ἐπέχει τὴν πληρωθεῖ σαν ὑπὸ τοῦ λόγου θηλὴν καὶ πλήρεις ποιεῖ τῶν ἐντεθέντων αὐτῷ παρὰ τῆς πηγῆς ἀγαθῶν κηρύσσων ἐν μεγαλοφωνίᾳ τὸν ἀεὶ ὄντα λόγον. ὅθεν εἰκότως καὶ