1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

12

ἡμεῖς πρὸς αὐτὸν ἐροῦμεν ὅτι Ἀγαπήσωμεν μαστούς σου ὑπὲρ οἶνον, εἴπερ δὴ τοιοῦτοι γεγόναμεν, ὡς νεάνιδες εἶναι καὶ μήτε ταῖς φρεσὶ νηπιάζειν ὑπὸ τῆς τῇ ματαιότητι συνεζευγμένης νεότητος μήτε ῥυτιδοῦσθαι δι' ἁμαρτίας ἐν παλαιότητι τῇ εἰς ἀφανισμὸν καταληγούσῃ· διὰ τοῦτο δὲ ἀγαπῶμεν τὴν τῶν σῶν 6.42 διδαγμάτων ἐπιρροήν, ὅτι Σὲ ἡ εὐθύτης ἠγάπησεν. οὗτος γάρ ἐστιν ὁ μαθητής, ὃν ἠγάπα ὁ Ἰησοῦς. Ἰησοῦς δέ ἐστιν ἡ εὐθύτης. κάλλιον δὲ καὶ θεοπρεπέστερον ὁ λόγος οὗτος παρὰ τὸν προφήτην ∆αβὶδ ὀνομάζει τὸν κύριον· ὁ μὲν γάρ φησιν ὅτι Εὐθὺς κύριος ὁ θεός, οὗτος δὲ εὐθύτητα ὀνομάζει, ᾧ πᾶν τὸ σκολιὸν πρὸς τὸ ὀρθὸν ἀπευθύνεται, ἀλλὰ γένοιτο καὶ ἡμῖν πᾶν τὸ σκολιὸν εἰς εὐθεῖαν καὶ τὰ τραχέα εἰς ὁδοὺς λείας χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Λόγος βʹ Μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἰερουσαλήμ, ὡς σκηνώματα κηδάρ, ὡς δέρρεις Σολομών.

Μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος· υἱοὶ

μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. Ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου, 6.43 ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ' ἀγέλαις ἑταίρων σου. Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους ἐπὶ σκηνώμασι τῶν ποιμνίων. Τῆς ἱερᾶς τοῦ μαρτυρίου σκηνῆς οὐχ ὁμότιμον ἦν τῷ ἔνδοθεν κεκρυμμένῳ κάλλει τὸ ἐκτὸς προφαινόμενον· αὐλαῖαι μὲν γὰρ ἐκ λινῶν ὑφασμάτων καὶ αἱ διὰ τῶν τριχῶν τῶν αἰγῶν δέρρεις καὶ αἱ τῶν ἐρυθρῶν δερμάτων περιβολαὶ τὸν ἔξωθεν τῆς σκηνῆς κόσμον ἐπλήρουν καὶ οὐδὲν ἦν μέγα καὶ τίμιον τοῖς τὰ ἐκτὸς ὁρῶσι παρὰ ταῦτα φαινόμενον, ἔσωθεν δὲ χρυσῷ καὶ ἀργύρῳ καὶ τοῖς τιμίοις τῶν λίθων πᾶσα ἡ τοῦ μαρτυρίου σκηνὴ κατελάμπετο· οἱ στῦλοι, αἱ βάσεις, αἱ κεφαλίδες, τὸ θυμιατήριον, τὸ θυσιαστήριον, 6.44 ἡ κιβωτός, ἡ λυχνία, τὸ ἱλαστήριον, οἱ λουτῆρες, τὰ τῶν εἰσόδων καταπετάσματα, οἷς τὸ κάλλος ἐκ παντὸς εἴδους τῆς εὐχροούσης βαφῆς συνεκίρνατο, νῆμα χρύσεον ὑακίνθῳ καὶ πορφύρᾳ καὶ βύσσῳ καὶ κόκκῳ διά τινος τεχνικῆς λεπτουργίας εὐκόσμως συνυφαινόμενον, σύγκρατον ἐκ πάντων, καθάπερ ἐν ἴριδος αὐγαῖς ἀποστίλβειν ἐποίει τὴν αὐγὴν τοῦ ὑφάσματος. πρὸς ὅ τι δὲ βλέπων ἐντεῦθεν προοιμιάζομαι, πρόδηλον ὑμῖν πάντως ἐκ τῶν ῥηθησομένων γενήσεται. πάλιν πρόκειται ἡμῖν τὸ Ἆισμα τῶν Ἀισμάτων εἰς πᾶσαν φιλοσοφίας τε καὶ θεογνωσίας ὑφήγησιν. αὕτη ἐστὶν ἡ ἀληθινὴ τοῦ μαρτυρίου σκηνή, ἧς προκαλύμματα μὲν καὶ δέρρεις καὶ ἡ τῆς αὐλαίας περιβολὴ ἐρωτικοί τινες γίνονται λόγοι καὶ ῥήματα τὴν πρὸς τὸ ποθούμενον σχέσιν ἐμφαίνοντα καὶ κάλλους ὑπογραφὴ καὶ μνήμη σωματικῶν μελῶν, τῶν τε προφαινομένων ἐν τῷ προσώπῳ καὶ τῶν ὑποκεκρυμ μένων τῇ τῆς ἐσθῆτος περιβολῇ. τὰ δὲ ἐντὸς πολύφωτός τίς ἐστιν ὡς ἀληθῶς λυχνία καὶ κιβωτὸς μυστηρίων πλήρης. καὶ τὸ τῆς εὐωδίας θυμιατήριον καὶ τὸ καθάρσιον τῆς ἁμαρτίας, τὸ πάγχρυσον ἐκεῖνο τῆς εὐσεβείας θυσιαστήριον, τό τε τῶν καταπετασμάτων κάλλος, τὸ διὰ τῆς τῶν ἀρετῶν εὐχροίας εὐσχημόνως ἐξυφαινόμενον, καὶ οἱ ἀκλινεῖς τῶν λογισμῶν στῦλοι καὶ αἱ ἀμετάθετοι τῶν δογμάτων βάσεις 6.45 τό τε τῶν κεφαλίδων κάλλος, δι' ὧν ἡ περὶ τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἑρμηνεύεται χάρις καὶ οἱ τῶν ψυχῶν λουτῆρες καὶ πάντα ὅσα πρὸς τὴν οὐρανίαν τε καὶ ἀσώματον πολιτείαν βλέπει, ἃ δι' αἰνιγμάτων ὁ νόμος διακελεύεται, ἐν τοῖς ὑποκεκρυμμένοις τῇ λέξει νοήμασιν ἔστιν εὑρεῖν, εἰ μόνον ἐπιτηδείους πρὸς τὴν εἰς τὰ ἅγια τῶν ἁγίων εἴσοδον ἑαυτοὺς δι' ἐπιμελείας ποιήσαιμεν τῷ λουτῆρι τοῦ λόγου πάντα ῥύπον αἰσχρᾶς ἐννοίας ἀποκλυσάμενοι, μήποτε θιγόντες παρὰ τὸ παράγγελμα τοῦ νόμου θνησιμαίου νοήματος ἤ τινος τῶν ἀκαθάρτων ἐνθυμίων