1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

13

ἁψάμενοι ἀθέατοι τῶν ἐντὸς τῆς σκηνῆς θαυμάτων ἀποκλεισθῶμεν. οὐ γὰρ παραδέχεται τῶν τοιούτων τὴν εἴσοδον ὁ τοῦ πνεύματος νόμος, ἐὰν μή τις πλύνῃ τὸ τῆς συνειδήσεως ἑαυτοῦ ἱμάτιον κατὰ τὸ Μωϋσέως παράγγελμα ὁ νεκρᾶς τινος καὶ βδελυκτῆς ἐννοίας ἁψάμενος. Ἄγει δὲ τὸν λόγον ἡ ἀκολουθία τῶν προεξητασμένων πρὸς τὴν θεωρίαν τῶν παρὰ τῆς νύμφης πρὸς τὰς νεάνιδας εἰρημένων. ἔστι δὲ ταῦτα· Μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἰερουσαλήμ, ὡς σκηνώματα κηδάρ, ὡς δέρρεις Σολομών. καλῶς ἡ διδάσκαλος ἀφ' ὧν ἔδει ταῖς μαθητευομέναις ψυχαῖς 6.46 ἄρχεται ποιεῖσθαι τῶν ἀγαθῶν τὴν ὑφήγησιν· αἱ μὲν γὰρ προθύμως ἔχουσι, δι' ὧν ἐπαγγέλλονται, παντὸς ἀνθρωπίνου λόγου, ὃν οἶνον τροπικῶς ὀνομάζουσι, προτιμοτέραν ποιεῖσθαι τὴν ἐκ τῶν λογικῶν αὐτῆς μαζῶν ἀπορρέουσαν χάριν οὕτως εἰποῦσαι τῷ ῥήματι ὅτι Ἀγαπήσωμεν μαστούς σου ὑπὲρ οἶνον, ἐπειδὴ σὲ ἡ εὐθύτης ἠγάπησεν, ἡ δὲ προσθήκην ποιεῖ ταῖς μαθητευομέναις τοῦ περὶ αὑτὴν θαύματος, ὡς ἂν μᾶλλον μάθοιμεν τὴν ἀμέτρητον τοῦ νυμφίου φιλανθρωπίαν τοῦ διὰ τῆς ἀγάπης ἐπιβάλλοντος τῇ ἀγαπηθείσῃ τὸ κάλλος· μὴ θαυμάσητε γάρ φησι, ὅτι ἐμὲ ἡ εὐθύτης ἠγάπησεν, ἀλλ' ὅτι μέλαιναν οὖσαν ἐξ ἁμαρτίας καὶ προσῳκειωμένην τῷ ζόφῳ διὰ τῶν ἔργων καλὴν διὰ τῆς ἀγάπης ἐποίησε τὸ ἴδιον κάλλος πρὸς τὸ ἐμὸν αἶσχος ἀνταλλαξάμενος. μεταθεὶς γὰρ πρὸς ἑαυτὸν τὸν τῶν ἐμῶν ἁμαρτιῶν ῥύπον μετέδωκέ μοι τῆς ἑαυτοῦ καθαρότητος κοινωνόν με τοῦ ἑαυτοῦ κάλλους ἀπεργασάμενος, ὃς πρῶτον ἐποίησεν ἐξ εἰδεχθοῦς ἐρασμίαν καὶ οὕτως ἠγάπησεν. μετὰ ταῦτα προτρέπεται τὰς νεάνιδας καὶ αὐτὰς γενέσθαι καλὰς τὸ καθ' ἑαυτὴν προδεικνύουσα κάλλος καθ' ὁμοιότητα τοῦ μεγάλου Παύλου τοῦ λέγοντος Γίνεσθε ὡς ἐγώ, ὅτι καὶ ἐγὼ ὡς ὑμεῖς· καὶ Μιμηταί μου 6.47 γίνεσθε καθὼς κἀγὼ Χριστοῦ. διὰ τοῦτο γὰρ οὐκ ἐᾷ τὰς μαθητευομένας αὐτῇ ψυχὰς πρὸς τὸ παρῳχηκὸς τοῦ βίου βλεπούσας ἀπελπίζειν τοῦ γίνεσθαι καλάς, ἀλλὰ πρὸς αὐτὴν ὁρώσας τοῦτο μανθάνειν διὰ τοῦ ὑποδείγματος, ὅτι τὸ παρὸν γίνεται τοῦ παρῳχηκότος προκάλυμμα, ἐὰν ἄμωμον ᾖ. λέγει γὰρ ὅτι κἂν νῦν μοι ἐπιλάμπῃ τὸ κάλλος, ὅ μοι διὰ τοῦ ἀγαπηθῆναι παρὰ τῆς εὐθύτητος ἐπεμορφώθη, ἀλλ' οἶδα ἐμαυτὴν οὐ λαμπρὰν οὖσαν τὸ κατ' ἀρχὰς ἀλλὰ μέλαιναν. τὸ δὲ τοιοῦτον εἶδος περὶ ἐμέ, τὸ σκοτεινὸν καὶ ζοφῶδες, ὁ προλαβὼν βίος ἐποίησεν. ἀλλ' ὅμως ἐκεῖνο οὖσα τοῦτό εἰμι. μετεσκευάσθη γὰρ τὸ ὁμοίωμα τοῦ σκότους εἰς κάλλους μορφήν. καὶ ὑμεῖς τοίνυν, ὦ θυγατέρες Ἰερουσαλήμ, ἀναβλέψατε πρὸς τὴν μητέρα ὑμῶν Ἰερουσαλήμ. κἂν σκηνώματα τοῦ κηδὰρ ἦτε διὰ τοῦ ἐνοικῆσαι ὑμῖν τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ σκότους (σκοτασμὸς γὰρ ἡ τοῦ κηδὰρ λέξις διερμηνεύεται), δέρρεις τοῦ Σολομῶντος γενή σεσθε, τουτέστι ναὸς τοῦ βασιλέως ἔσεσθε ἐνοικήσαντος ὑμῖν 6.48 τοῦ βασιλέως Σολομῶντος. Σολομὼν δὲ ὁ εἰρηνικός ἐστιν, ὁ τῇ εἰρήνῃ ἐπώνυμος. δέρρεις γὰρ Σολομῶντος ἀπὸ μέρους πᾶσαν τὴν βασιλικὴν σκηνὴν κατωνόμασεν. τούτοις μοι δοκεῖ τοῖς νοήμασιν ὁ μέγας Παῦλος προσεχέστερον ἐν τῷ πρὸς Ῥωμαίους φιλοχωρῆσαι λόγῳ, ἐν οἷς συνίστησι τοῦ θεοῦ τὴν περὶ ἡμᾶς ἀγάπην, ὅτι ἁμαρτωλοὺς ὄντας ἡμᾶς καὶ μέλανας φωτοειδεῖς τε καὶ ἐρασμίους διὰ τοῦ ἐπιλάμψαι τὴν χάριν ἐποίησεν. ὥσπερ γὰρ ἐν νυκτὶ πάντα τῷ ἐπικρατοῦντι συμμελαίνεται ζόφῳ, κἂν λαμπρὰ κατὰ φύσιν ὄντα τύχῃ, φωτὸς δὲ ἐπιλαβόντος οὐ παραμένει τοῖς ἐν τῷ ζόφῳ σκοτισθεῖσιν ἡ πρὸς τὸ σκότος ὁμοίωσις, οὕτω μετατεθείσης τῆς ψυχῆς ἀπὸ τῆς πλάνης πρὸς τὴν ἀλήθειαν καὶ ἡ σκοτεινὴ τοῦ βίου μορφὴ πρὸς τὴν φωτεινὴν χάριν συμμεταβάλλεται. ταὐτὰ καὶ πρὸς τὸν Τιμόθεον, ὡς αὕτη πρὸς τὰς νεάνιδας, λέγει ἡ τοῦ Χριστοῦ νύμφη, ὁ Παῦλος, ὁ λαμπρὸς ἐκ μέλανος μετὰ ταῦτα γενόμενος ὅτι καλὸς ἠξιώθη καὶ αὐτὸς γενέσθαι τὸ πρότερον βλάσφημος ὢν καὶ διώκτης καὶ ὑβριστὴς καὶ μέλας καὶ ὅτι Χριστὸς εἰς τὸν κόσμον ἦλθε 6.49 λαμπροὺς ποιῆσαι τοὺς μέλανας, οὐ δικαίους πρὸς ἑαυτὸν καλῶν ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν, οὓς τῷ λουτρῷ τῆς παλιγγενεσίας λάμπειν ὡς φωστῆρας