1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

16

ὑπόστασις εἰ μὴ ὁ χωρισμὸς τοῦ βελτίονος) πᾶσαν ποιοῦνται σπουδὴν καὶ ἐπίνοιαν τοῦ καὶ ἄλλους πρὸς τὴν τῶν κακῶν κοινωνίαν προσεταιρίσασθαι. καὶ διὰ τοῦτό φησιν· οὗτοι οἱ υἱοὶ τῆς μητρός μου (τῇ γὰρ πληθυντικῇ σημασίᾳ τὸ πολυσχιδὲς τῆς κακίας ἐνδείκνυται) πόλεμον ἐν ἐμοὶ συνεστήσαντο, οὐκ ἔξωθεν ἐξ ἐπιδρομῆς πολεμοῦντες ἀλλ' αὐτὴν τὴν ψυχὴν ποιησάμενοι τοῦ ἐν αὐτῇ 6.57 πολέμου μεταίχμιον· ἐν ἑκάστῳ γάρ ἐστιν ὁ πόλεμος, καθὼς ἑρμηνεύει ὁ θεῖος ἀπόστολος λέγων ὅτι Βλέπω ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. ταύτης τοίνυν τῆς ἐμφυλίου μάχης ἐν ἐμοὶ συστάσης παρὰ τῶν ἀδελφῶν μέν, ἐχθρῶν δὲ τῆς ἐμῆς σωτηρίας, μέλαινα ἐγενόμην ἡττηθεῖσα τῶν πολεμίων καὶ τὸν ἀμπελῶνα τὸν ἐμὸν οὐκ ἐφύλαξα. ταὐτὸν δὲ χρὴ νοεῖν τῷ παραδείσῳ τὸν ἀμπελῶνα· καὶ γὰρ κἀκεῖ φυλάσσειν ἐτάχθη ὁ ἄνθρωπος τὸν παράδεισον. ἡ δὲ τῆς φυλακῆς ἀμέλεια ἐκβάλλει τοῦ παραδείσου τὸν ἄνθρωπον καὶ οἰκήτορα τῶν δυσμῶν ποιεῖ τῆς ἀνατολῆς ἀποστήσασα. διὰ τοῦτο ἡ ἀνατολὴ ταῖς δυσμαῖς ἐπιφαίνεται· Ψάλατε γάρ, φησί, τῷ κυρίῳ τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, ἵνα τοῦ φωτὸς ἐν τῇ σκοτίᾳ λάμψαντος μεταποιηθῇ πρὸς τὴν ἀκτῖνα τὸ σκότος καὶ γένηται καλὴ πάλιν ἡ μέλαινα. τὸ δὲ δοκοῦν ἀσυνάρτητον τῆς λέξεως ὡς πρὸς τὴν εὑρεθεῖσαν διάνοιαν τούτῳ τῷ τρόπῳ δυνατόν ἐστι παραμυθήσασθαι· Ἔθεντό με, φησί, φυλάκισσαν ἐν ἀμπελῶσιν, ὅπερ ἴσον ἐστὶ τῷ Ἔθεντο τὴν Ἰερουσαλὴμ ὡς ὀπωροφυλάκιον. οὐ γὰρ ἐκεῖνοι κατέστησαν αὐτὴν φύλακα τοῦ θείου ἀμπελῶνος, 6.58 ὡς ἄν τις ἐκ τοῦ προχείρου νοήσειεν, ἀλλ' ὁ καταστήσας μέν ἐστι θεός, ἐκεῖνοι δὲ ἐμαχέσαντο μόνον ἐν αὐτῇ καὶ ἔθεντο αὐτὴν Ὡς σκηνὴν ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ. τῆς γὰρ φυλασσομένης ὀπώρας διὰ τὴν παρακοὴν στερηθεῖσα ἄχρηστον θέαμα κατελείφθη τοῦ φυλασσομένου ἐν αὐτῇ μὴ ὄντος. καὶ ἐπειδὴ ἔθετο ὁ θεὸς τὸν ἄνθρωπον ἐργάζεσθαι καὶ φυλάσσειν τὸν παράδεισον, τοῦτο εἶπεν ἡ νύμφη ὅτι τοῦ θεοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήν (ζωὴ γὰρ ἦν ἡ τοῦ παραδείσου τρυφή, ἐν ᾧ ἔθετο ὁ θεὸς τὸν ἄνθρωπον ἐργάζεσθαι καὶ φυλάσσειν αὐτόν) οἱ ἐχθροὶ μετέστησαν αὐτὴν ἀπὸ τῆς τοῦ παραδείσου φυλακῆς εἰς τὸ σπουδάζειν περὶ τὸν αὐτῶν ἀμπελῶνα, οὗ ὁ βότρυς γεωργεῖ τὴν πικρίαν καὶ ἡ σταφυλὴ τὴν χολήν. τοιοῦτος ἀμπελὼν Σόδομα ἦν, τοιαύτη κληματὶς Γόμορρα ἡ συγκατα δικασθεῖσα Σοδόμοις, δι' ὧν ὁ τῶν δρακόντων θυμὸς ὁ ἀνίατος ἐν ταῖς πονηραῖς ληνοῖς τῶν Σοδομιτῶν ὑπερεχέθη. ἔστι δὲ καὶ μέχρι τοῦ νῦν τῶν τοιούτων ἀμπελώνων ἐπι μελητάς τε καὶ φύλακας τοὺς πολλοὺς τῶν ἀνθρώπων ἰδεῖν, οἳ ἐν σπουδῇ τὰ πάθη παρ' ἑαυτοῖς τηροῦσιν ὥσπερ δεδοικότες μὴ τὸ κακὸν ἀπολέσωσιν. ὁρᾷς τοὺς πονηροὺς τῆς 6.59 εἰδωλολατρίας φύλακας τῆς τε κατὰ τὴν ἀσέβειαν καὶ τῆς κατὰ τὴν πλεονεξίαν ἐνεργουμένης, πῶς ἐπαγρυπνοῦσι τῇ φυλακῇ τῶν κακῶν ζημίαν τὸ στερηθῆναι τῆς ἀνομίας νομίζοντες. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως ἔστιν ἰδεῖν τοὺς ἐν πάθει παραδεξαμένους τὴν ἡδονὴν ἢ ὑπερηφανίαν ἢ τῦφον ἢ ἄλλο τι τῶν τοιούτων, πῶς περιέχονται διὰ πάσης φυλακῆς τῶν τοιούτων κακῶν κέρδος ποιούμενοι τὸ μηδέποτε τῶν κακῶν τὴν ψυχὴν καθαρεῦσαι. ταῦτα οὖν ἡ νύμφη ὀδύρεται λέγουσα ὅτι διὰ τοῦτο ἐγενόμην μέλαινα, ἐπειδὴ τὰ ζιζάνια τοῦ ἐχθροῦ καὶ τὰς πονηρὰς αὐτῶν κληματίδας φυλάσσουσά τε καὶ περιέπουσα τὸν ἀμπελῶνα τὸν ἐμὸν οὐκ ἐφύλαξα. ὦ πόσον κινεῖ πένθος ἐν τοῖς αἰσθητικῶς ἐπαΐουσιν Ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. θρῆνος ἄντικρύς ἐστιν ἡ φωνή, θρῆνος τοὺς τῶν προφητῶν στεναγμοὺς κινῶν εἰς συμπάθειαν· πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρίσεως; πῶς κατελείφθη ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι; Πῶς ἐκάθισε μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαῶν, ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον; Πῶς ἠμαυρώθη τὸ χρυσίον, 6.60 ἠλλοιώθη τὸ ἀργύριον τὸ ἀγαθόν; πῶς ἐγένετο μέλαινα ἡ τῷ ἀληθινῷ φωτὶ τὰ πρῶτα συναναλάμπουσα; πάντα ταῦτα ἐγένετό μοι, φησί, ὅτι