1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

21

οὐδὲ ἂν ἐν ἱππομαχίᾳ τις ἡττηθείη μή τινος 6.74 ἱππικῆς ἐκ τῶν ἐναντίων ἀντιταχθείσης δυνάμεως; ἐπειδὴ τοίνυν τὸ κράτιστον τῆς τῶν Αἰγυπτίων στρατιᾶς ἡ ἵππος ἦν, τὴν ἐπαχθεῖσαν αὐτῇ κατὰ τὸ ἀόρατον δύναμιν, δι' ἧς ἡ νίκη κατὰ τῶν Αἰγυπτίων ἐγένετο, ἵππον ὁ λόγος ὠνόμασεν· ᾐσθάνοντο γὰρ κἀκεῖνοι τοῦ πολεμοῦντος καὶ πρὸς ἀλλήλους ἐβόων Κύριος πολεμεῖ τοὺς Αἰγυπτίους καὶ Φύγωμεν ἀπὸ προσώπου κυρίου. δῆλον δὲ ὅτι καταλλήλως τῇ παρασκευῇ τῶν ἐναντίων ὁ ἀληθινὸς ἀρχιστράτηγος τὴν ἰδίαν ἀνθώπλιζε δύναμιν. οὐκοῦν ἦν τις ἀόρατος δύναμις ἡ διὰ τῶν περὶ τὴν θάλασσαν θαυμάτων ἐνεργοῦσα τῶν Αἰγυπτίων τὸν ὄλεθρον, ἣν ἵππον ὁ λόγος ὠνόμασεν. ἀγγελικὴν δὲ στρατιὰν εἶναι ταύτην ὑπονοοῦμεν, περὶ ἧς φησιν ὁ προφήτης ὅτι Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. ἀλλὰ καὶ ἅρματος θεοῦ μνήμην ὁ ∆αβὶδ ἐποιήσατο λέγων Τὸ ἅρμα τοῦ θεοῦ μυριοπλάσιον, ᾧ ὑποζεύγνυνται τῶν εὐθηνούντων αἱ χιλιάδες. ἔτι δὲ καὶ ἡ τὸν προφήτην Ἠλίαν μετάρσιον ἐκ γῆς ἐπὶ τὸν αἰθέριον χῶρον ἀναλαμβάνουσα δύναμις τῷ τῶν ἵππων ὀνόματι παρὰ τῆς γραφῆς ὀνομάζεται καὶ αὐτὸν δὲ τὸν προφήτην ἅρμα λέγει τοῦ Ἰσραὴλ καὶ ἱππέα ἡ ἱστορία καὶ τοὺς περιοδεύοντας πᾶσαν τὴν οἰκουμένην, 6.75 δι' ὧν ἡ γῆ κατοικίζεται καὶ ἡσυχάζει, Ζαχαρίας ὁ προφήτης 6.75 ἵππους ὠνόμασε διαλεγομένους πρὸς τὸν ἄνθρωπον τὸν μέσον ἑστῶτα τῶν δύο ὀρῶν. οὐκοῦν ἔστι τις ἵππος τῷ τὸ πᾶν κεκτημένῳ· ἡ μὲν τὸν προφήτην ἀνάγουσα, ἡ δὲ τὴν οἰκουμένην οἰκίζουσα, ἡ δὲ ὑποζευγνυμένη τῷ ἅρματι, ἄλλη δὲ τὸν θεὸν ἔποχον ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων λαμβά νουσα, ἄλλη δὲ τὴν Αἰγυπτίαν καταδύουσα δύναμιν. πολλῆς τοίνυν οὔσης ἐν ταῖς θείαις ἵπποις τῆς διὰ τῶν ἐνεργειῶν φαινομένης διαφορᾶς τῇ καθαιρετικῇ τῆς Αἰγυπτίας δυνάμεως ἵππῳ παρεικάζεται ἡ διὰ τοῦ δρόμου τῆς ἀρετῆς τῷ θεῷ πλησιάσασα· οὕτω γάρ φησι πρὸς αὐτὴν ὁ λόγος ὅτι Τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου. πολλοὺς δὲ καὶ μεγάλους ἐπαίνους ὁ λόγος ἐν ἑαυτῷ περιείληφε καί τις κατορθωμάτων κατάλογός ἐστιν ἡ πρὸς τὴν ἵππον ταύτην ὁμοίωσις· ὅσα γὰρ τοῦ Ἰσραὴλ ἐν τῇ παροικίᾳ τῶν Αἰγυπτίων μνημονεύεται, ἡ δουλεία, ἡ καλάμη, ὁ πηλός, ἡ πλινθεία, πᾶσα ἡ περὶ τὴν γῆν ἀσχολία, οἱ χαλεποὶ τῶν τοιούτων ἔργων ἐπιστάται, οἱ τὸν πήλινον αὐτοὺς καθ' ἑκάστην ἡμέραν ἀπαιτοῦντες φόρον, δι' οὓς τὸ ὕδωρ αἷμα γίνεται καὶ τὸ φῶς σκοτίζεται καὶ βάτραχοι τοῖς οἴκοις 6.76 εἰσέρπουσι καὶ ἡ καμιναία κόνις τὰς φλυκτίδας ἐκ τῶν σωμάτων ἀναζέειν ποιεῖ, καὶ τὰ καθ' ἕκαστον πάντα, ἡ ἀκρίς, οἱ σκνῖπες, ὁ βροῦχος, ἡ χάλαζα, τῶν πρωτοτόκων τὰ πάθη, πάντα ταῦτα καὶ ὅσα πρὸς τὸ κρεῖττον ἡ ἱστορία διέξεισι, δι' ὧν γίνεται τοῖς Ἰσραηλίταις ἡ σωτηρία, ἐπαίνων ἐστὶν ὑπόθεσις τῇ τῷ θεῷ συναπτομένῃ ψυχῇ· οὐ γὰρ ἂν ὡμοιώθη τῇ δυνάμει ἐκείνῃ τῇ καθαιρετικῇ τῶν Αἰγυπτίων κακῶν, δι' ἧς ἐλευθεροῦται ὁ Ἰσραὴλ τῆς πονηρᾶς τυραννίδος, εἰ μὴ πάντα ταῦτα καὶ ταύτῃ κατώρθωτο τά τε καθαιρετικὰ τῆς Αἰγύπτου καὶ τὰ παρασκευαστικὰ τῆς πρὸς τὸν θεὸν πορείας τῶν μετοικιζομένων πρὸς τὴν γῆν τῆς ἐπαγγελίας ἀπὸ τῆς Αἰγυπτίας ἰλύος. οὐκοῦν ἐπειδή, καθώς φησιν ὁ θεῖος ἀπόστολος, πάντα πρὸς νουθεσίαν ἡμῶν ἀναγέγραπται, ὅσα ἡ θεόπνευστος περιέχει γραφή, οὐδὲν ἄλλο ἢ συμβουλεύει διὰ τῶν πρὸς τὴν νύμφην εἰρημένων ὁ λόγος ἡμῖν ὅτι χρὴ καὶ ἡμᾶς ἔποχον δεξαμένους ἐφ' ἑαυτῶν τὸν λόγον καὶ καταγωνισαμένους τὴν Αἰγυπτίαν ἵππον αὐτοῖς ἅρμασι καὶ ἀναβάταις καὶ πᾶσαν αὐτῶν τὴν πονηρὰν δυναστείαν τῷ ὕδατι καταπνίξαντας οὕτως ὁμοιωθῆναι τῇ δυνάμει ἐκείνῃ καθάπερ τινὰ ῥύπον τὴν ἀντικειμένην στρατιὰν ἐναφέντας τῷ 6.77 ὕδατι. ὡς δ' ἂν σαφέστερον μάθοιμεν τὸ λεγόμενον, τοιοῦτόν ἐστιν· οὐκ ἔστιν ὁμοιωθῆναι τῇ ἵππῳ, δι' ἧς τὰ ἅρματα τῶν Αἰγυπτίων τῷ βυθῷ κατεποντίσθη, εἰ μή τις διὰ τοῦ μυστικοῦ ὕδατος τῆς τοῦ ἀντικειμένου δουλείας ἐλευθερούμενος πᾶν Αἰγυπτιάζον νόημα καὶ πᾶσαν ἀλλόφυλον κακίαν τε καὶ ἁμαρτίαν <ἐν> τῷ ὕδατι καταλιπὼν καθαρὸς ἀναδύῃ μηδὲν τῆς Αἰγυπτίας