1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

22

συνειδήσεως τῷ μετὰ ταῦτα βίῳ συνεπαγό μενος· ὁ γὰρ ἀκριβῶς πασῶν καθαρεύσας τῶν Αἰγυπτίων πληγῶν, αἵματος καὶ βατράχων καὶ φλυκτίδων καὶ σκότους, ἀκρίδος τε καὶ σκνιπῶν καὶ χαλάζης καὶ τῆς τοῦ πυρὸς ἐπομβρίας καὶ τῶν λοιπῶν, ὧν ὁ τῆς ἱστορίας μέμνηται λόγος, οὗτος ἄξιός ἐστιν ὁμοιωθῆναι τῇ δυνάμει ἐκείνῃ, ἧς ἔποχος ὁ λόγος γίνεται. πάντως δὲ οὐκ ἀγνοοῦμεν τὰ διὰ τῶν πληγῶν σημαινόμενα, πῶς γίνεται τοῖς Αἰγυπτίοις τὸ αἷμα πληγὴ καὶ ἡ τῶν βατράχων ὀσμὴ καὶ ἡ τοῦ φωτὸς εἰς τὸ σκότος μεταβολὴ καὶ τὰ καθ' ἕκαστον πάντα. τίς γὰρ οὐκ οἶδε, διὰ ποταποῦ βίου αἷμά τις γίνεται ἐκ ποτίμου τοῦ πρότερον εἰς διαφθορὰν ἀλλοιούμενος καὶ τί ποιῶν ζωογονεῖ τῷ ἰδίῳ οἴκῳ τὴν τῶν βατράχων δυσωδίαν καὶ πῶς μεταποιεῖ τὸν φωτεινὸν βίον εἰς ἔργα νυκτὶ φίλα καὶ ζοφώδη, δι' ὧν ἡ τῆς γεέννης κάμινος τὰς πονηρὰς τῆς κατακρίσεως φλυκτίδας ἀναζέειν ποιεῖ; οὕτω δὲ καὶ τὰ καθ' ἕκαστον τῶν ἐν Αἰγύπτῳ κακῶν ῥᾴδιον μεταλαβεῖν εἰς παίδευσίν τε καὶ σωφρονισμὸν τοῦ ἀκούοντος, ἀλλὰ περιττὸν 6.78 ἂν εἴη μηκύνειν διὰ τῶν ὁμολογουμένων τὸν λόγον. τούτων τοίνυν καὶ τῶν τοιούτων κρείττους γενόμενοι καὶ τῷ θεῷ πλησιάσαντες καὶ αὐτοὶ πάντως ἀκουσόμεθα ὅτι Τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου. Ἀλλὰ λυπεῖ τυχὸν τοὺς τὸν σώφρονα καὶ καθαρὸν ἐξησκη κότας βίον ἡ πρὸς τὸν ἵππον ὁμοίωσις, διότι πολλοὶ τῶν προφητῶν ἀπαγορεύουσιν ἡμῖν τὸ ὁμοιοῦσθαι τοῖς ἵπποις, τοῦ μὲν Ἰερεμίου τὴν μοιχικὴν λύσσαν τῷ ὀνόματι τῶν ἵππων διασημάναντος, ἐν οἷς φησιν Ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν, τοῦ δὲ μεγάλου ∆αβὶδ φοβερὸν ποιουμένου τὸ ὡς ἵππον τινὰ καὶ ἡμίονον γίνεσθαι, ὧν κελεύει κατάγχειν ἐν κημῷ τε καὶ χαλινῷ τὰς σιαγόνας. διὰ τοῦτο παραμυθεῖται τῷ ἐφεξῆς λόγῳ τὴν τοιαύτην διάνοιαν λέγων ὅτι οὐ τοιαῦταί σού εἰσιν αἱ σιαγόνες, κἂν ἵππος ᾖς, ὡς κημοῦ χρῄζειν καὶ χαλινοῦ εἰς ἀγχόνην, ἀλλά σοι διὰ τῆς καθαρότητος τῶν τρυγόνων ἡ σιαγὼν καλλωπίζεται. φησὶ γὰρ Τί ὡραιώθη σαν σιαγόνες σου ὡς τρυγόνος; μαρτυρεῖται δὲ παρὰ τῶν τὰ 6.79 τοιαῦτα τετηρηκότων τοῦτο τὸ ὄρνεον μένειν, εἰ διαζευχθείη τῆς συζυγίας, εἰς τὸ ἐφεξῆς ἀσυνδύαστον, ὡς φυσικῶς ἐν αὐτῷ κατορθοῦσθαι τὴν σωφροσύνην. διὰ τοῦτο τῷ αἰνίγματι τῶν ἐπαίνων συμπαρελήφθη ὑπὸ τοῦ λόγου τοῦτο τὸ ὄρνεον, ὡς ἀντὶ χαλινοῦ γενέσθαι τῇ σιαγόνι τῆς θείας ἵππου τὴν τῆς τρυγόνος ὁμοίωσιν, δι' ἧς ἡ καθαρὰ ζωὴ ἐπιπρέπειν τῇ τοιαύτῃ ἵππῳ διασημαίνεται. διὸ θαυμαστικῶς φησι πρὸς αὐτὴν ὁ λόγος Τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος. Ἐπάγει δὲ τούτῳ καὶ ἕτερον δι' ὁμοιώσεως ἔπαινον λέγων Τράχηλός σου ὡς ὁρμίσκοι. ἅπαξ γὰρ ἐμπεσὼν τῇ τροπικῇ σημασίᾳ διὰ τῶν περὶ τῶν ἵππων θεωρουμένων ἐπινοεῖ τῇ νύμφῃ τὸν ἔπαινον· ἐπαινεῖ γὰρ τὸν τράχηλον τὸν ἐν σχήματι κύκλου γυρούμενον, ὃ δὴ περὶ τοὺς γαύρους τῶν πώλων ὁρῶμεν γινόμενον· ἡ γὰρ τῶν ὁρμίσκων μνήμη τὸν κύκλον ἐνδείκνυται, οὗ τὸ σχῆμα ἐπὶ τοῦ αὐχένος δεικνύμενον εὐπρεπέστερον ἑαυτοῦ τὸν πῶλον ποιεῖ. ὅρμος δὲ λέγεται κυρίως μὲν ἐπὶ τῶν παραλίων τόπων, ἐν οἷς ἡ ὄχθη κατὰ τὸ ἐντὸς μηνοειδῶς κοιλανθεῖσα ὑποδέχεται τῷ κόλπῳ τὴν θάλασσαν καὶ ἀναπαύει δι' ἑαυτῆς τοὺς ἐκ τοῦ πελάγους προσπλέοντας, ἐκ μεταφορᾶς δὲ διὰ τοῦ σχήματος 6.80 ὁ περιτραχήλιος κόσμος ὅρμος λέγεται. ὅταν δὲ ὑποκορι στικῶς ὁρμίσκον ἀντὶ ὅρμου λέγωμεν, τὴν ἐν ὀλίγῳ τοῦ σχήματος ὁμοιότητα διὰ τῆς τοιαύτης φωνῆς ἐνδεικνύμεθα. πολλὰ τοίνυν εἰς ἐγκώμια συντελοῦντα τῇ νύμφῃ ἡ πρὸς τοὺς ὁρμίσκους ὁμοιότης τοῦ τραχήλου ἐνδείκνυται· πρῶτον μὲν ὅτι εἰς κύκλου σχῆμα κάμπτων ὁ πῶλος τὸν αὐχένα πρὸς τὰς ἰδίας τῶν ποδῶν βάσεις ὁρᾷ, δι' ὧν ἀπρόσκοπόν τε καὶ ἀσφαλῆ ποιεῖται τὸν δρόμον μήτε τῷ λίθῳ προσπταίων μήτε κενεμβατῶν ἐν τῷ βόθρῳ (τοῦτο δὲ οὐ μικρὸν εἰς εὐφημίαν ἐστὶ ψυχῆς τὸ πρὸς ἑαυτὴν βλέπειν καὶ δι' ἀσφαλείας πάσης πρὸς τὸν θεῖον δρόμον ἐπείγεσθαι πάντα τὰ ἐκ πειρασμῶν τινων ἐγγινόμενα πρὸς τὸν δρόμον ἐμπόδια