1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

24

ἀποστῆσαι τὸν λόγον. προσεικάσθη μὲν ἐκείνῃ τῇ ἵππῳ ἡ διὰ τῶν ἀρετῶν κεκαθαρμένη ψυχή· ἀλλ' οὔπω τοῦ λόγου γέγονεν ὑποχείριος οὐδὲ ἐβάσταξεν ἐφ' ἑαυτῆς τὸν ἐπὶ σωτηρίᾳ τοῖς τοιούτοις ἐποχούμενον ἵπποις· χρὴ γὰρ πρῶτον διὰ πάντων κατακοσμηθῆναι τὸν ἵππον, εἶθ' οὕτω τὸν βασιλέα ἔποχον δέξασθαι. εἴτε δὲ ἄνωθεν ἑαυτῷ ἐφαρμόζοι τὸν ἵππον ὁ κατὰ τὸν προφήτην ἐπιβαίνων ἐφ' ἡμᾶς τοὺς ἵππους καὶ ἐπὶ σωτηρίᾳ ἡμῶν ἐφ' ἡμῶν ἱππαζόμενος, εἴτε καὶ ἐν ἡμῖν γένοιτο ὁ ἐνοικῶν τε καὶ ἐμπεριπατῶν καὶ ἐπὶ τὰ βάθη τῆς ψυχῆς ἡμῶν διαδυόμενος, οὐδὲν διαφέρει κατὰ τὴν ἔννοιαν· ᾧ γὰρ ἂν τὸ ἓν ἐξ ἀμφοτέρων γένηται, συγκατωρθώθη καὶ τὸ λειπόμενον· ὅ τε γὰρ ἐφ' ἑαυτοῦ τὸν θεὸν ἔχων καὶ ἐν ἑαυτῷ πάντως ἔχει καὶ ὁ ἐν ἑαυτῷ δεξάμενος ὑπέβη τὸν ἐν αὐτῷ γεγονότα. οὐκοῦν μέλλει ὁ βασιλεὺς τῷ ἵππῳ τούτῳ ἐπαναπαύεσθαι. ταὐτὸν δέ ἐστιν ἐπὶ τῆς θείας δυνάμεως, καθὼς εἴρηται, καθέδρα τε καὶ ἀνάκλισις· ὁπότερον γὰρ ἂν ἐξ ἀμφοτέρων ἐν ἡμῖν γένηται, τὸ ἴσον 6.85 ἡ χάρις ἔχει. ἐπειδὴ τοίνυν οἱ ἑτοιμασταὶ τοῦ βασιλέως εὔθετον πρὸς ὑποδοχὴν αὐτῷ διὰ τῶν προκοσμημάτων τὸν ἵππον ποιοῦσι, ταὐτὸν δέ ἐστιν ἐπὶ θεοῦ τὸ ἔν τινι καὶ τὸ ἐπί τινος γενέσθαι, καταλιπόντες τὸ κατὰ τὴν τροπικὴν σημασίαν ἀκόλουθον οἱ παρασκευασταὶ καὶ θεράποντες κλίνην τὸν ἵππον ἐποίησαν· χρὴ γὰρ ἡμᾶς, φησίν, ὁμοιώματα χρυσίου ποιῆσαι μετὰ στιγμάτων τοῦ ἀργυρίου τὰ τοῦ ἵππου τὴν μορφὴν ὡραΐζοντα, ἵνα γένηται ὁ βασιλεὺς οὐκ ἐν καθέδρᾳ, φησίν, ἀλλ' ἐν ἀνακλίσει αὐτοῦ. Ἡ μὲν οὖν ἀκολουθία τῆς λέξεως, καθὼς ὁ λόγος ὑπέδειξεν, τοῦτον ἔχει τὸν τρόπον, ἄξιον δὲ τοῦτο μὴ παραδραμεῖν ἀθεώρητον, τί δή ποτε οὐκ αὐτὸ τὸ χρυσίον εἰς κόσμον παραλαμβάνεται ἀλλὰ τοῦ χρυσίου τὰ ὁμοιώματα καὶ οὐκ αὐτὸς ὁ ἄργυρος ἀλλὰ τὰ ἐκ τῆς ὕλης ταύτης τῷ ὁμοιώματι τοῦ χρυσίου ἐγκροτούμενα στίγματα. ὃ τοίνυν περὶ τούτων ὑπενοήσαμεν τοιοῦτόν ἐστι· πᾶσα ἡ περὶ τῆς ἀρρήτου φύσεως διδασκαλία, κἂν ὅτι μάλιστα δοκῇ θεοπρεπῆ τινα καὶ ὑψηλὴν ἐμφαίνειν διάνοιαν, ὁμοιώματα χρυσίου ἐστίν, οὐκ αὐτὸ τὸ χρυσίον· οὐ γὰρ ἔστι παραστῆσαι δι' ἀκριβείας τὸ ὑπὲρ ἔννοιαν ἀγαθόν. κἂν Παῦλός τις ᾖ ὁ ἐν παραδείσῳ μυηθεὶς τὰ ἀπόρρητα, κἂν τῶν ἀλαλήτων ῥημάτων ἐπα 6.86 κροάσηται, ἀνέκφραστα μένει περὶ θεοῦ τὰ νοήματα· ἄρρητα γάρ φησιν εἶναι τῶν νοημάτων τούτων τὰ ῥήματα. οἱ τοίνυν λογισμούς τινας ἡμῖν ἀγαθοὺς ἐντιθέντες περὶ τῆς τῶν μυστηρίων κατανοήσεως αὐτὸ μὲν εἰπεῖν ὅπως ἔχει φύσεως ἀδυνατοῦσι, λέγουσι δὲ ἀπαύγασμα δόξης, χαρακτῆρα ὑποστάσεως, μορφὴν θεοῦ, λόγον ἐν ἀρχῇ, λόγον θεόν· ἅπερ πάντα ἡμῖν μὲν τοῖς ἀθεάτοις ἐκείνου τοῦ θησαυροῦ χρυσίον δοκεῖ, τοῖς δὲ δυναμένοις ἀναβλέπειν πρὸς τὴν ἀλήθειαν ὁμοιώματά ἐστι χρυσίου καὶ οὐ χρυσὸς ἐν τοῖς λεπτοῖς τοῦ ἀργυρίου διαφαινόμενος στίγμασιν. ἀργύριον δὲ ἡ ῥηματικὴ σημασία ἐστί, καθώς φησιν ἡ γραφὴ Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου. τὸ τοίνυν διὰ τούτων δηλού μενον τοιοῦτόν ἐστιν ὅτι ἡ θεία φύσις πάσης ὑπέρκειται καταληπτικῆς διανοίας. τὸ δὲ περὶ αὐτῆς ἡμῖν ἐγγινόμενον νόημα ὁμοίωμά ἐστι τοῦ ζητουμένου· οὐ γὰρ αὐτὸ δείκνυσιν ἐκείνου τὸ εἶδος, ὃ οὔτε τις εἶδεν οὔτε ἰδεῖν δύναται, ἀλλὰ δι' ἐσόπτρου καὶ δι' αἰνίγματος ἔμφασίν τινα σκιαγραφεῖ τοῦ ζητουμένου ἔκ τινος εἰκασμοῦ ταῖς ψυχαῖς ἐγγινομένην. πᾶς δὲ λόγος τῶν τοιούτων νοημάτων σημαντικὸς στιγμῆς 6.87 τινος ἀμεροῦς δύναμιν ἔχει μὴ δυνάμενος ἐμφῆναι ὅπερ ἡ διάνοια βούλεται· ὡς εἶναι πᾶσαν μὲν διάνοιαν κατωτέραν τῆς θείας κατανοήσεως, πάντα δὲ λόγον ἑρμηνευτικὸν στιγμὴν βραχεῖαν δοκεῖν μὴ δυνάμενον τῷ πλάτει τῆς διανοίας συνεπεκτείνεσθαι. τὴν οὖν διὰ τῶν τοιούτων νοημάτων χειραγωγουμένην ψυχὴν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν διὰ μόνης πίστεως εἰσοικίζειν ἐν ἑαυτῇ λέγει δεῖν τὴν πάντα νοῦν ὑπερέχουσαν φύσιν. καὶ τοῦτό ἐστι τὸ παρὰ τῶν φίλων λεγόμενον, ὅτι σοὶ ποιήσομεν, ὦ ψυχή, τῇ καλῶς πρὸς τὴν ἵππον ἀπεικασθείσῃ ἰνδάλματά τινα τῆς ἀληθείας καὶ ὁμοιώματα (τοιαύτη γὰρ καὶ τοῦ τῶν λόγων ἀργυρίου ἡ δύναμις, ὡς ἐναύσματά τινα σπινθηροειδῆ δοκεῖν εἶναι τὰ ῥήματα