1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

25

μὴ δυνάμενα δι' ἀκριβείας ἐμφῆναι τὸ ἐγκείμενον νόημα), σὺ δὲ ταῦτα δεξαμένη ὑποζύγιόν τε καὶ οἰκητήριον γενήσῃ διὰ πίστεως τοῦ σοι ἐνανακλίνεσθαι μέλλοντος διὰ τῆς ἐν σοὶ κατοικήσεως· τοῦ γὰρ αὐτοῦ καὶ θρόνος ἔσῃ καὶ οἶκος γενήσῃ. τάχα δ' ἄν τις εἴποι τὴν τοῦ Παύλου ψυχὴν ἢ εἴ τις ἄλλη γέγονε κατ' ἐκείνην τῶν τοιούτων ἀξιοῦσθαι 6.88 ῥημάτων· ἐκεῖνος γὰρ σκεῦος ἐκλογῆς ἅπαξ γενόμενος καὶ ἐφ' ἑαυτοῦ καὶ ἐν ἑαυτῷ εἶχε τὸν κύριον ἐν μὲν τῷ βαστάζειν αὐτοῦ τὸ ὄνομα ἐναντίον ἐθνῶν καὶ βασιλέων ἵππος γενόμενος, ἐν δὲ τῷ μηκέτι αὐτὸν ζῆν, ἀλλ' ἐν ἑαυτῷ δεικνύειν ζῶντα ἐκεῖνον καὶ δοκιμὴν διδόναι τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ οἶκος περιληπτικὸς τῆς ἀπεριλήπτου γενόμενος φύσεως. Ταῦτα τῶν φίλων τοῦ νυμφίου τῇ καθαρᾷ καὶ παρθένῳ χαρισαμένων ψυχῇ (εἶεν δ' ἂν οὗτοι τὰ Λειτουργικὰ πνεύματα τὰ εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονο μεῖν σωτηρίαν) τελειοτέρα πως γίνεται τῇ προσθήκῃ τῶν χαρισμάτων ἡ νύμφη. καὶ μᾶλλον προσεγγίσασα τῷ ποθου μένῳ, πρὶν τὸ κάλλος αὐτοῦ τοῖς ὀφθαλμοῖς ἐμφανῆναι, διὰ τῆς ὀσφραντικῆς αἰσθήσεως τοῦ ζητουμένου ἐφάπτεται οἷόν τινος χρωτὸς ἰδιότητα τῇ ὀσφραντικῇ δυνάμει κατανοή σασα καί φησιν ἐπεγνωκέναι αὐτοῦ τὴν ὀσμὴν τῇ εὐωδίᾳ τοῦ μύρου, ᾧ νάρδος ἐστὶ τὸ ὄνομα, ταύτῃ πρὸς τοὺς φίλους τῇ φωνῇ χρησαμένη Νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. ὡς γὰρ ὑμεῖς, φησίν, οὐκ αὐτὸ τὸ ἀκήρατον τῆς θεότητος 6.89 χρυσίον ἀλλ' ὁμοιώματα διὰ τῶν χωρητῶν ἡμῖν νοημάτων τοῦ χρυσίου χαρίζεσθε, οὐ τηλαυγεῖ τῷ λόγῳ τὰ κατ' αὐτὸν ἐκκαλύπτοντες, ἀλλὰ διὰ τῆς βραχύτητος τῶν τοῦ λογικοῦ ἀργυρίου στιγμάτων ἐμφάσεις τινὰς παρασχόμενοι τοῦ ζητουμένου, οὕτω κἀγὼ διὰ τῆς εὐπνοίας τοῦ ἐμοῦ μύρου τὴν αὐτοῦ ἐκείνου εὐωδίαν τῇ αἰσθήσει παρεδεξάμην. τοιοῦτον δέ τινα νοῦν δοκεῖ μοι τὸ λεγόμενον ἔχειν· ἐπειδὴ πολλῶν καὶ διαφόρων ἀρωμάτων ἄλλου κατ' ἄλλην ἰδιότητα εὐπνοούντων τεχνική τις καὶ ἔμμετρος μίξις τὸ τοιοῦτον ἀπεργάζεται μύρον μιᾶς τινος πόας εὐώδους ἐκ τῶν συνεμβαλλομένων, ᾗ ὄνομα νάρδος ἐστίν, ὅλῳ τῷ σκευάσματι παρεχομένης τὸ ὄνομα, τὸ δὲ ἐκ πάντων τῶν ἀρωματικῶν ἰδιωμάτων εἰς μίαν συνερανιζόμενον εὔπνοιαν ὡς αὐτὴν τοῦ νυμφίου τὴν εὐωδίαν ἡ κεκαθαρμένη αἴσθησις δέχεται, ταῦτα διὰ τῶν εἰρημένων παιδεύειν ἡμᾶς τὸν λόγον οἰόμεθα ὅτι ἐκεῖνο μέν, ὅ τί ποτε κατ' οὐσίαν ἐστί, τὸ πάσης ὑπερκείμενον τῆς τῶν ὄντων συστάσεώς τε καὶ διοικήσεως ἀπρόσιτόν τε καὶ ἀναφές ἐστι καὶ ἄληπτον, ἡ δὲ ἐν ἡμῖν διὰ τῆς τῶν ἀρετῶν καθαρότητος μυρεψουμένη εὐωδία ἀντ' ἐκείνου ἡμῖν γίνεται μιμουμένη τῷ καθ' ἑαυτὴν καθαρῷ τὸ τῇ φύσει ἀκήρατον καὶ τῷ ἀγαθῷ τὸ ἀγαθὸν καὶ τῷ ἀφθάρτῳ τὸ ἄφθαρτον καὶ τῷ ἀναλλοιώτῳ τὸ 6.90 ἀναλλοίωτον καὶ πᾶσι τοῖς κατ' ἀρετὴν ἐν ἡμῖν κατορθου μένοις τὴν ἀληθινὴν ἀρετήν, περὶ ἧς φησιν Ἀμβακοὺμ ὁ προφήτης ὡς τοὺς οὐρανοὺς πάντας διαλαβούσης. οὐκοῦν ἡ ταῦτα πρὸς τοὺς φίλους τοῦ νυμφίου διεξιοῦσα, ὅτι τὴν ὀσμὴν αὐτοῦ ἡ ἐμὴ νάρδος ἐμοὶ δίδωσι, ταῦτά μοι καὶ τὰ τοιαῦτα δοκεῖ φιλοσοφοῦσα λέγειν ὅτι, εἴ τις πᾶν ἄνθος εὐωδίας ἢ ἄρωμα ἐκ τῶν ποικίλων τῆς ἀρετῆς λειμώνων ἀνθολογήσας καὶ πάντα ἑαυτοῦ τὸν βίον ἔμμυρον διὰ τῆς τῶν καθ' ἕκαστον ἐπιτηδευμάτων εὐοσμίας ἀπεργασάμενος διὰ πάντων γένοιτο τέλειος, πρὸς αὐτὸν μὲν τὸν θεὸν λόγον ὡς πρὸς ἡλίου κύκλον ἀτενῶς ἰδεῖν φύσιν οὐκ ἔχει, ἐν ἑαυτῷ δὲ καθάπερ ἐν κατόπτρῳ βλέπει τὸν ἥλιον· αἱ γὰρ τῆς ἀληθινῆς ἐκείνης καὶ θείας ἀρετῆς ἀκτῖνες τῷ κεκαθαρμένῳ βίῳ διὰ τῆς ἀπορρεούσης αὐτῶν ἀπαθείας ἐλλάμπουσαι ὁρατὸν ποιοῦσιν ἡμῖν τὸ ἀόρατον καὶ ληπτὸν τὸ ἀπρόσιτον τῷ ἡμετέρῳ κατόπτρῳ ἐνζωγραφοῦσαι τὸν ἥλιον. ταὐτὸν δέ ἐστιν ὡς πρὸς τὸ ἐγκείμενον νόημα ἢ ἀκτῖνας εἰπεῖν ἡλίου ἢ τῆς ἀρετῆς ἀπορροίας ἢ τὰς ἀρωματικὰς εὐωδίας· ὅ τι γὰρ ἂν ἐκ τούτων πρὸς τὸν τοῦ λόγου σκοπὸν ὑποθώμεθα, ἓν ἐξ ἁπάντων 6.91 ἐστὶ τὸ ἐγγινόμενον νόημα τὸ διὰ τῶν ἀρετῶν ἡμῖν τοῦ πάντα νοῦν ὑπερέχοντος ἀγαθοῦ τὴν γνῶσιν ἐγγίνεσθαι, ὥσπερ ἔστι διά τινος εἰκόνος τὸ