1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

31

Ἐκκλησιαστῇ ῥῆσιν τῷ προκειμένῳ συνεξετάσαντες· ἐκεῖ γάρ φησιν Ἐν ὀκνηρίαις ταπεινωθήσεται δόκωσις καὶ ἐν ἀργίᾳ χειρῶν στάξει οἰκία. ὥσπερ γὰρ εἰ ἀσθενῆ τε καὶ ἄτονα ὑπὸ λεπτότη τος εἴη τὰ ξύλα τὰ διειληφότα τὸν ὄροφον, ὀκνηρῶς δὲ ἔχοι πρὸς τὴν τοῦ δώματος ἐπιμέλειαν ὁ τοῦ οἴκου δεσπότης, οὐδὲν ἀπώνατο τῆς στέγης τοῦ ὄμβρου διὰ σταγόνων εἰσρέοντος (κοιλαίνεται γὰρ ἐξ ἀνάγκης ὁ ὄροφος εἴκων τῷ βάρει τοῦ ὕδατος καὶ οὐκ ἀντέχει τῶν ξύλων ἡ ἀτονία πρὸς τὴν τοῦ βάρους προσβολὴν ὑποκλάζουσα. διὰ τοῦτο ἐπὶ τὰ ἐντὸς διαδίδοται τὸ ἐναπειλημμένον τῇ κοιλότητι ὕδωρ καὶ αἱ σταγόνες αὗται κατὰ τὸν Παροιμιώδη λόγον ἐκβάλλουσι τοῦ οἴκου τὸν ἄνθρωπον ἐν τῇ ἡμέρᾳ τοῦ ὑετοῦ), οὕτως ἡμῖν τῷ τῆς παραβολῆς αἰνίγματι διακελεύεται διὰ τῆς τῶν ἀρετῶν εὐτονίας ἀνενδότους εἶναι πρὸς τὰς τῶν πειρασμῶν ἐπιρροάς, μή ποτε μαλακισθέντες διὰ τῆς τῶν παθημάτων ἐμπτώσεως κοῖλοι γενώμεθα καὶ τὴν ἐπιρροὴν τῶν τοιούτων ὑδάτων ἔξωθεν ἐπὶ τὴν καρδίαν εἰσρέουσαν ἐντὸς τῶν ταμιείων παραδεξώμεθα, δι' ὧν 6.111 φθείρεται ἡμῖν τὰ ἀπόθετα. αἱ δὲ κέδροι αὗται τοῦ Λιβάνου, ἃς ἐφύτευσεν ὁ κύριος, αἷς ἐννοσσεύουσι τὰ στρουθία, ὧν ἡ τοῦ ἐρωδιοῦ καλιὰ καθηγεῖται, αὗται τοίνυν αἱ κέδροι, αἱ ἀρεταί, τὸν οἶκον τῆς νυμφικῆς παστάδος κατασφαλίζονται, αἷς ἐννοσσεύουσιν αἱ ψυχαὶ στρουθία γινόμεναι καὶ τῶν παγίδων ὑπεριπτάμεναι, ὧν καθηγεῖται ἡ τοῦ ἐρωδιοῦ καλιά, ἣν οἰκίαν ὀνομάζει ὁ λόγος. λέγουσι δὲ ἀπεχθῶς περὶ τὰς μίξεις ἔχειν τοῦτο τὸ ὄρνεον καί τινι φύσεως ἀνάγκῃ πρὸς ἄλληλα συνδυάζεσθαι, κράζοντά τε καὶ δυσανασχε τοῦντα καὶ τὴν ἀηδίαν ἐπισημαίνοντα. ὅθεν μοι δοκεῖ τὴν καθαρότητα ἐν αἰνίγματι διὰ τοῦ ὀνόματος τούτου σημαίνειν ὁ λόγος. ταύτας οὖν τὰς δοκοὺς ἐπὶ τοῦ ὀρόφου τῆς καθαρᾶς παστάδος βλέπει ἡ νύμφη, ὁρᾷ δὲ καὶ τὸν ἐκ τῆς κυπαρίσσου κόσμον διά τινος εὐξέστου τε καὶ ἐναρμονίου συνθέσεως τὸ 6.112 ὁρώμενον κάλλος ἐπαγλαΐζοντα· κυπάρισσον γὰρ εἶπεν εἶναι τὰ τοῦ ὀρόφου φατνώματα. φατνώματα δὲ λέγεται εὔρυθμός τις καὶ διάγλυφος σανίδων πῆξις τὸ τῆς ὀροφῆς κάλλος διαποικίλλουσα. τί οὖν διὰ τούτων μανθάνομεν; εὐπνοεῖ φυσικῶς ἡ κυπάρισσος· ἡ δὲ αὐτὴ καὶ σηπεδόνος ἐστὶν ἀπαράδεκτος καὶ πρὸς πᾶσαν τεκτονικὴν φιλοτεχνίαν ἐπιτηδείως ἔχει λεία τε γινομένη καὶ ἐναρμόνιος καὶ πρὸς τοὺς διὰ τῶν γλυφίδων καλλωπισμοὺς ἐπιτήδειος. τοῦτο οὖν οἶμαι διὰ τῶν λεγομένων ἡμᾶς παιδεύεσθαι μὴ μόνον ἐν τῇ ψυχῇ τὰς ἀρετὰς ἐν ἕξει κατορθοῦσθαι κατὰ τὸ ἄδηλον, ἀλλὰ μηδὲ τῆς κατὰ τὸ φαινόμενον εὐσχημοσύνης ἀμελῶς ἔχειν· χρὴ γὰρ προνοεῖν καλὰ ἐνώπιον θεοῦ καὶ ἀνθρώπων καὶ θεῷ μὲν πεφανερῶσθαι, ἀνθρώπους δὲ πείθειν καὶ μαρτυ ρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν καὶ λάμπειν τοῖς φωτεινοῖς ἔργοις ἔμπροσθεν τῶν ἀνθρώπων καὶ εὐσχημόνως περιπατεῖν πρὸς τοὺς ἔξωθεν. ταῦτά ἐστι τὰ φατνώματα τὰ διὰ τῆς τοῦ Χριστοῦ εὐωδίας, ἧς αἴνιγμά ἐστιν ἡ κυπάρισσος, ἐν τῇ εὐσχημοσύνῃ τοῦ βίου φιλοτεχνούμενα, καθὼς ᾔδει τὰ τοιαῦτα συντιθέναι καλῶς τε καὶ ἐναρμονίως ὁ σοφὸς ἀρχι τέκτων Παῦλος ὁ λέγων Πάντα κατὰ τάξιν ἐν ὑμῖν καὶ εὐσχημόνως γινέσθω. 6.113 Τούτων δὲ οὕτω κατορθωθέντων ἐπαύξησις τοῦ ἐν ἡμῖν γίνεται κάλλους τῆς πλατείας ἡμῶν φύσεως τὸ εὐῶδες καὶ καθαρὸν ἄνθος ἀναδιδούσης. ὄνομα δὲ τῷ ἄνθει κρίνον ἐστίν, ᾧ ἡ φυσικῶς ἐνθεωρουμένη λαμπρότης τὴν τῆς σωφροσύνης μαρμαρυγὴν ὑπαινίσσεται. ταῦτα γὰρ ἡ νύμφη περὶ ἑαυτῆς διεξέρχεται λέγουσα· ἐγὼ μετὰ τὸ γενέσθαι πρὸς τῇ κλίνῃ ἡμῶν τὸν νυμφίον συσκιασθέντα τῷ σώματι, ὃς ᾠκοδόμησεν ἑαυτῷ τὸν οἶκον, ἐμέ, ταῖς τῶν ἀρετῶν κέδροις ὀροφώσας τὴν στέγην καὶ τῇ εὐπνοίᾳ τῶν κυπαρίσσων καλλωπίσας τὸν ὄροφον, γέγονα ἐκ τοῦ πεδίου τῆς φύσεως ἄνθος εὐχροίᾳ τε καὶ εὐωδίᾳ τῶν λοιπῶν ἀνθῶν διαφέρουσα· κρίνον γὰρ ἀνεφύην ἐκ τῶν κοιλάδων. ἔχει δὲ ἡ λέξις οὕτως· Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. ἀληθῶς γὰρ ἡ διὰ τῶν προθεωρηθέντων ἡμῖν <ἐν> τῷ πλάτει τῆς φύσεως γεωργηθεῖσα ψυχή (πεδίον γὰρ ἀκούσαντες τὴν πλατύτητα τῆς ἀνθρωπίνης φύσεως ἐνοήσαμεν διὰ τὸ πολλῶν