1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

34

χρήσῃ τῇ ἀναστροφῇ τοῦ λόγου, ταὐτόν ἐστι δι' ἑκατέρου τὸ σημαινόμενον, ἔκ τε τοῦ ὑπὸ τὴν ἀγάπην ταχθῆναι καὶ ἐκ τοῦ τὴν ἀγάπην αὐτῇ ἐπιταχθῆναι. Ἦ τάχα τι καὶ δόγμα τῶν ἀστειοτέρων διὰ ταύτης τῆς φωνῆς διδασκόμεθα, οἵαν ἀνατιθέναι προσήκει τῷ θεῷ τὴν ἀγάπην καὶ ὅπως πρὸς τοὺς ἀνθρώπους ἔχειν· εἰ γὰρ χρὴ πάντα κατὰ τάξιν καὶ εὐσχημόνως γίνεσθαι, πολὺ μᾶλλον ἐν τοῖς τοιούτοις ἡ τάξις ἁρμόδιος. οὐ γὰρ ἂν οὐδὲ ὁ Κάϊν ἐπὶ τῷ κακῶς διελεῖν κατεκρίθη, εἰ μετὰ τοῦ ὀρθῶς προσενεγκεῖν καὶ τὸ πρέπον ἐν τῇ τάξει ἐφύλαξε τῶν αὑτῷ τε πρὸς τὴν χρείαν καταλειπομένων καὶ τῶν τῷ θεῷ ἀφιερουμένων· δέον γὰρ ἐκ τῶν πρωτογενημάτων τῷ θεῷ τῆς θυσίας ἀπάρξασθαι, αὐτὸς τῶν τιμιωτέρων ἐμφορηθεὶς τὸν θεὸν τοῖς λειψάνοις ἐδεξιώσατο. χρὴ τοίνυν 6.122 εἰδέναι τῆς ἀγάπης τὴν τάξιν, ἣν ὑφηγεῖται διὰ τοῦ νόμου, πῶς μὲν ἀγαπᾶσθαι χρὴ τὸν θεόν, πῶς δὲ τὸν πλησίον καὶ τὴν γυναῖκα καὶ τὸν ἐχθρόν, μήποτε ἄτακτός τις καὶ ἐνηλλαγμένη γένηται τῆς ἀγάπης ἡ ἀποπλήρωσις· δεῖ γὰρ τὸν θεὸν μὲν ἀγαπᾶν ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως καὶ αἰσθήσεως, τὸν δὲ πλησίον ὡς ἑαυτόν, τὴν γυναῖκα δέ, εἰ μέν τις καθαρωτέρας ἐστὶ ψυχῆς, ὡς ὁ Χριστὸς τὴν ἐκκλησίαν, ὁ δὲ ἐμπαθέστερος, ὡς τὸ ἴδιον σῶμα (οὕτω γὰρ κελεύει ὁ τῶν τοιούτων διατάκτης Παῦλος), τὸν ἐχθρὸν δὲ ἐν τῷ μὴ κακὸν ἀντιδοῦναι κακοῦ, ἀλλὰ δι' εὐεργεσίας τὴν ἀδικίαν ἀμείψασθαι. νῦν δὲ συγκεχυμένην ἔστιν ἰδεῖν καὶ ἄτακτον ἐπὶ τῶν πολλῶν τὴν ἀγάπην, διὰ τῆς ἀκαταλλήλου ἀναρμοστίας πεπλανημένως ἐνεργουμένην, οἳ χρήματα μὲν καὶ τιμὰς καὶ γυναῖκας, ἂν τύχωσι θερμότερον πρὸς αὐτὰς διακείμενοι, ἐξ ὅλης ἀγαπῶσι ψυχῆς καὶ δυνάμεως, ὡς καὶ τὴν ζωὴν ἂν ὑπὲρ αὐτῶν ἐθελῆσαι προέσθαι, θεὸν δὲ τοσοῦτον ὅσον δοκεῖν· τῷ δὲ πλησίον μόγις ἂν ἐπιδείξαιντο τὴν τοῖς ἐχθροῖς ἀφορισθεῖσαν ἀγάπην. ἡ δὲ πρὸς τὸν μισοῦντα 6.123 σχέσις ἐστὶ τὸ μείζονι κακῷ τοὺς προλελυπηκότας ἀμύνεσθαι. τάξατε οὖν, φησίν, ἐπ' ἐμὲ τὴν ἀγάπην, ὥστε θεῷ μὲν ἀναθεῖναι ὅσον ὀφείλεται, ἐπὶ δὲ τῶν ἄλλων ἑκάστου τοῦ προσήκοντος μέτρου μὴ ἀστοχῆσαι. ἦ καὶ τοῦτο τυχόν ἐστιν ὑπονοῆσαι διὰ τοῦ λόγου, ὅτι ἐπειδὴ ἀγαπηθεῖσα παρὰ τὴν πρώτην διὰ τῆς παρακοῆς ἐν τοῖς ἐχθροῖς ἐλογίσθην, νυνὶ δὲ πάλιν εἰς τὴν αὐτὴν ἐπανῆλθον χάριν δι' ἀγάπης τῷ δεσπότῃ συναρμοσθεῖσα, κυρώσατέ μοι τὸ τῆς χάριτος ταύτης τεταγμένον καὶ ἀμετάστατον, ὑμεῖς οἱ φίλοι τοῦ νυμφίου, δι' ἐπιμελείας καὶ προσοχῆς τῷ παγίῳ συντηροῦντές μοι τὴν πρὸς τὸ κρεῖττον ῥοπήν; Ταῦτα δὲ εἰποῦσα πάλιν πρὸς τὸ ὑψηλότερον μέτεισι· στηριχθῆναι γὰρ πρὸς τὴν τῶν ἀγαθῶν βεβαιότητα τοῖς μύροις ζητεῖ. Στηρίσατέ με, φησίν, ἐν μύροις. ὦ παραδόξων στύλων καὶ καινῶν ἐρεισμάτων. πῶς τὰ μύρα στῦλοι τοῦ οἴκου γίνονται; πῶς τῇ εὐπνοίᾳ τὸ πάγιον τῆς τοῦ ὀρόφου κατα σκευῆς διερείδεται; ἢ δῆλον πάντως ἐστὶν ὅτι τὸ τῶν ἀρετῶν χρῆμα πολυειδῶς ἐν ἡμῖν κατορθούμενον κατὰ τὰς διαφορὰς τῶν ἐνεργημάτων καὶ ὀνομάζεται; ἀρετὴ γάρ ἐστιν οὐ 6.124 μόνον τὸ βλέπειν τὸ ἀγαθὸν καὶ τὸ ἐν μετουσίᾳ τοῦ κρείττονος γίνεσθαι, ἀλλὰ καὶ τὸ ἀμετάπτωτον ἐν τῷ καλῷ διασῴζεσθαι. ὁ τοίνυν στηριχθῆναι βουλόμενος ἐν τοῖς μύροις τὸ βέβαιον ἐν ταῖς ἀρεταῖς αὑτῷ προσγενέσθαι ζητεῖ· ἀρετὴ γὰρ τὸ μύρον, διότι πάσης δυσωδίας ἁμαρτημάτων κεχώρι σται. θαυμάσειε δ' ἄν τις καὶ τὸ τῶν εἰρημένων ἀκόλουθον, διὰ τίνων στοιβασθῆναι τὸν ἑαυτῆς οἶκον ἐπιθυμεῖ· οὐ βάτοις τισὶ καὶ ἀκάνθαις καὶ φορυτῷ καὶ καλάμῃ (μᾶλλον δὲ καθώς φησιν ὁ ἀπόστολος οὐ ξύλοις καὶ καλάμῃ καὶ χόρτῳ), οἷς οἱ ὑλώδεις οἶκοι κατασκευάζονται, ἀλλὰ στοιβὴ τῆς τοῦ οἴκου τούτου στέγης τὰ μῆλα γίνεται· λέγει γὰρ Στοιβάσατέ με ἐν μήλοις, ἵνα γένηται πάντα ἐν πᾶσιν αὐτῇ ὁ καρπὸς οὗτος· τὸ κάλλος, τὸ μύρον, ὁ γλυκασμός, ἡ τροφή, ἡ διὰ τῆς σκιᾶς ἀνάψυξις, ὁ ἀναπαύων θρόνος, ὁ βεβαιῶν στῦλος, ὁ ἐπισκεπάζων ὄροφος. ὡς κάλλος γὰρ μετὰ ἐπιθυμίας ὁρᾶται, ὡς μύρον ἡδύνει τὴν ὄσφρησιν, ὡς τροφὴ πιαίνει τὸ σῶμα καὶ γλυκαίνει τὴν γεῦσιν, ὡς σκιὰ καταψύχει τὸν καύσωνα, ὡς θρόνος ἀναπαύει τὸν κόπον, ὡς στέγη τοῦ οἴκου σκέπη