1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

35

τῷ ἐνοικοῦντι γίνεται, ὡς στῦλος παρέχει τὸ ἀμετάπτωτον, ὡς εὐφανὲς μῆλον ὡραΐζει τὸν ὄροφον. τί 6.125 γὰρ ἄν τις ἐπινοήσειε περικαλλέστερον θέαμα μήλων συνθέ σεως, ὅταν εὐδιάθετος ἡ ὀπώρα κατὰ τὸ συνεχὲς ἐφ' ὑπτίου τινὸς πρὸς ἑαυτὴν ἡνωμένη κατὰ τὴν πέψιν ποικίλληται τοῦ ἐρυθήματος τῆς ὀπώρας καταμειγνυμένου πρὸς τὸ ὑπόλευκον. εἰ τοίνυν δυνατὸν ἦν τὴν ἐξ ἐπιπέδου τῶν μήλων θέσιν ἄνωθεν ἐπαιωρουμένην ὁρᾶσθαι, τί ἂν τῆς τοιαύτης ὄψεως ἦν γλαφυρώτερον; ὅπερ ἐπὶ τῆς τῶν νοητῶν ἀγαθῶν ἐπιθυμίας ἐστὶν οὐκ ἀδύνατον· οὐ γὰρ βαρὺ τῆς ὀπώρας ἐκείνης τὸ εἶδος οὐδὲ εἰς γῆν βρῖθον καὶ καθελκόμενον, ἀλλὰ πρὸς τὸ ὕψος τὴν ῥοπὴν ἐκ φύσεως ἔχει· ἀνωφυὴς γὰρ ἡ ἀρετὴ καὶ πρὸς τὸ ἄνω βλέπει. διὸ τῷ κάλλει τῶν τοιούτων μήλων ἐπιθυμεῖ ἡ νύμφη τὸν ὄροφον τοῦ ἰδίου οἴκου ἐνωραΐζεσθαι· οὐ γάρ μοι τοῦτο δοκεῖ κατὰ τὸ προηγού μενον τῷ λόγῳ σπουδάζεσθαι, ὡς εὐφανές τι θέαμα διὰ τῆς τῶν μήλων συνθέσεως ἐπὶ τῆς στέγης ὁρᾶσθαι. τίς γὰρ ἂν γένοιτο διὰ τούτων πρὸς ἀρετὴν ὁδηγία, εἰ μή τι νόημα τῶν ὠφελούντων ἡμᾶς εἴη τοῖς εἰρημένοις ἐνθεωρούμενον; τί οὖν ἐστιν ὃ εἰκάζομεν; ὁ ἐν τῷ δρυμῶνι τῆς φύσεως ἡμῶν ὑπὸ φιλανθρωπίας ἀναβλαστήσας διὰ τοῦ μετασχεῖν σαρκός τε καὶ αἵματος μῆλον ἐγένετο· πρὸς ἑκάτερον γὰρ τούτων ἔστιν ἰδεῖν ἐν τῇ ὀπώρᾳ ταύτῃ διὰ τῆς χρόας 6.126 τὴν ὁμοίωσιν· τῷ μὲν γὰρ ὑπολευκαίνοντι μιμεῖται τὴν τῆς σαρκὸς ἰδιότητα, τὸ δὲ ἐπικεχρωσμένον ἐρύθημα συγγενῶς ἔχειν πρὸς τὴν τοῦ αἵματος φύσιν διὰ τοῦ εἴδους μαρτυρεῖται. ὅταν τοίνυν ἡ ἐντρυφῶσα τοῖς θείοις ψυχὴ κατὰ τὴν στέγην ταῦτα βλέπειν ἐπιθυμήσῃ, τοῦτο τῷ αἰνίγματι παιδευόμεθα· ἐκ γὰρ τοῦ ἄνω βλέποντας ἡμᾶς προσέχειν τοῖς μήλοις πρὸς τὴν οὐράνιον ἔστι πολιτείαν ὁδηγεῖσθαι διὰ τῶν εὐαγγελικῶν διδαγμάτων. ἅπερ ὁ ἄνωθεν ἐρχόμενος καὶ ἐπάνω πάντων ὢν ὑπέδειξεν ἡμῖν διὰ τῆς ἐν σαρκὶ φανερώσεως πάντων τῶν ἀγαθῶν πολιτευμάτων ἐν ἑαυτῷ δείξας τὰ ὑποδείγματα, καθώς φησιν ὅτι Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. τὸ δὲ αὐτὸ τοῦτο καὶ ὁ ἀπόστολος τὴν ταπεινο φροσύνην ἡμῖν ὑφηγούμενος λέγει (δυνατὸν γὰρ δι' ἑνὸς θεωρήματος πᾶσαν τὴν ἀλήθειαν τοῦ λόγου πιστώσασθαι)· πρὸς γὰρ τοὺς τὰ ἄνω βλέποντας Τοῦτο φρονείσθω, φησίν, ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν ὁ διὰ σαρκὸς καὶ αἵματος ἐπιδημήσας τῷ βίῳ καὶ ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ἐν μετουσίᾳ τῆς ταπεινότητος ἡμῶν ἑκουσίως γενόμενος καὶ μέχρι τῆς τοῦ θανάτου κατελθὼν πείρας. διὰ ταῦτά φησιν ἡ νύμφη Στοιβάσατέ με ἐν μήλοις, ἵνα πάντοτε εἰς 6.127 ὕψος ὁρῶσα βλέπω στερρῶς τὰ τῶν ἀγαθῶν ὑποδείγματα τὰ ἐν τῷ νυμφίῳ δεικνύμενα· ἐκεῖ ἡ πραότης, ἐκεῖ τὸ ἀόργητον, ἐκεῖ τὸ πρὸς τοὺς ἐχθροὺς ἀμνησίκακον καὶ τὸ πρὸς τοὺς λυποῦντας φιλάνθρωπον καὶ τὸ δι' εὐεργεσίας τὴν κακίαν ἀμείβεσθαι, ἐκεῖ τὸ ἐγκρατές, τὸ καθαρόν, τὸ μακρόθυμον, τὸ πάσης κενοδοξίας τε καὶ ἀπάτης βιωτικῆς ἀνεπίμικτον. Ταῦτα εἰποῦσα ἐπαινεῖ τὸν τοξότην τῆς εὐστοχίας ὡς καλῶς ἐπ' αὐτῆς τὸ βέλος εὐθύνοντα· Τετρωμένη γάρ φησιν ἀγάπης ἐγώ. δείκνυσι δὲ τῷ λόγῳ τὸ βέλος τὸ τῇ καρδίᾳ διὰ βάθους ἐγκείμενον. ὁ δὲ τοξότης τοῦ βέλους ἡ ἀγάπη ἐστίν· τὴν δὲ ἀγάπην τὸν θεὸν εἶναι παρὰ τῆς ἁγίας γραφῆς μεμαθήκαμεν, ὃς τὸ ἐκλεκτὸν ἑαυτοῦ βέλος, τὸν μονογενῆ θεόν, ἐπὶ τοὺς σῳζομένους ἐκπέμπει τῷ πνεύματι τῆς ζωῆς τὴν τριπλῆν τῆς ἀκίδος ἀκμὴν περιχρώσας (ἀκὶς δὲ ἡ πίστις ἐστίν), ἵνα, ἐν ᾧ ἂν γένηται, συνεισαγάγῃ μετὰ τοῦ βέλους καὶ τὸν τοξότην, ὥς φησιν ὁ κύριος ὅτι ἐγὼ καὶ ὁ πατὴρ Ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα. ὁρᾷ τοίνυν ἡ διὰ τῶν θείων ἀναβάσεων ὑψωθεῖσα ψυχὴ τὸ 6.128 γλυκὺ τῆς ἀγάπης βέλος ἐν ἑαυτῇ, ᾧ ἐτρώθη, καὶ καύχημα ποιεῖται τὴν τοιαύτην πληγὴν λέγουσα ὅτι Τετρωμένη ἀγάπης ἐγώ. ὦ καλοῦ τραύματος καὶ γλυκείας πληγῆς, δι' ἧς ἡ ζωὴ ἐπὶ τὰ ἐντὸς διαδύεται ὥσπερ τινὰ θύραν καὶ εἴσοδον τὴν ἐκ τοῦ βέλους διαίρεσιν ἑαυτῇ ὑπανοίξασα. ὁμοῦ τε γὰρ τὸ τῆς ἀγάπης βέλος