1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

36

ἐδέξατο καὶ παραχρῆμα εἰς γαμικὴν θυμηδίαν ἡ τοξεία μετεσκευάσθη· φανερὸν γάρ ἐστιν ὅπως αἱ χεῖρες τὸ τόξον μεταχειρίζονται μεριζόμεναι πρὸς τὴν χρείαν ταῖς ἐνεργείαις· ἡ μὲν γὰρ εὐώνυμος τοῦ τόξου ἅπτεται, ἡ δεξιὰ δὲ τὴν νευρὰν πρὸς ἑαυτὴν ἐπισπᾶται συνεφελκομένη διὰ τῶν γλυφίδων τὸ βέλος τῇ προσβολῇ τῆς ἀριστερᾶς χειρὸς πρὸς τὸν σκοπὸν εὐθυνόμενον. ἡ τοίνυν πρὸ ὀλίγου σκοπὸς γενομένη τοῦ βέλους νῦν ἑαυτὴν ἀντὶ βέλους ἐν ταῖς χερσὶ τοῦ τοξότου βλέπει, ἄλλως τῆς δεξιᾶς καὶ ἑτέρως τῆς εὐωνύμου διαλαμβανούσης τὸ βέλος. ἀλλ' ἐπειδὴ διὰ τῆς ἐπιθαλαμίου τροπῆς αἱ τῶν θεωρημάτων ἐμφάσεις δι' ἀκο λούθου προάγονται, οὐκ ἐποίησε τὴν ἀκίδα τοῦ βέλους ὑπὸ τῆς ἀριστερᾶς ἀνεχομένην οὐδὲ τὴν δεξιὰν τὸ ἕτερον μέρος διαλαμβάνουσαν, ὡς ἂν γένοιτο ἡ ψυχὴ βέλος ἐν τῇ χειρὶ τοῦ δυνατοῦ πρὸς τὸν ἄνω σκοπὸν εὐθυνόμενον, ἀλλ' ἐποίησε τὴν μὲν εὐώνυμον ἀντὶ τῆς ἀκίδος τῇ κεφαλῇ ὑποβάλλεσθαι, 6.129 διαλαμβάνεσθαι δὲ τῇ δεξιᾷ τὸ λειπόμενον, ὡς ἄν, οἶμαι, κατὰ ταὐτὸν ἐν τοῖς διπλοῖς αἰνίγμασι τὰ περὶ τῆς θείας ἀναβάσεως ὁ λόγος φιλοσοφήσειε, δεικνὺς ὅτι ὁ αὐτὸς καὶ νυμφίος καὶ τοξότης ἐστὶν ἡμῶν, νύμφῃ τε καὶ βέλει τῇ κεκαθαρμένῃ κεχρημένος ψυχῇ, ὡς βέλος πρὸς τὸν ἀγαθὸν εὐθύνων σκοπόν, ὡς νύμφην εἰς μετουσίαν ἀναλαμβάνων τῆς ἀφθάρτου ἀϊδιότητος, μῆκος βίου καὶ ἔτη ζωῆς διὰ τῆς δεξιᾶς χαριζόμενος, διὰ δὲ τῆς ἀριστερᾶς τὸν τῶν αἰωνίων ἀγαθῶν πλοῦτον καὶ τὴν τοῦ θεοῦ δόξαν, ἧς οἱ τὴν τοῦ κόσμου ζητοῦντες δόξαν ἀμέτοχοι γίνονται. διὰ τοῦτό φησιν Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, δι' ἧς εὐθύνεται πρὸς τὸν σκοπὸν τὸ βέλος, ἡ δεξιὰ δὲ αὐτοῦ πρὸς ἑαυτήν με διαλαβοῦσα καὶ ἐφελκυσαμένη κούφην με πρὸς τὴν ἄνω φορὰν ἀπεργάζεται, κἀκεῖ πεμπομένην καὶ τοῦ τοξότου μὴ χωριζομένην, ὡς ὁμοῦ τε φέρεσθαι διὰ τῆς βολῆς καὶ ταῖς χερσὶ τοῦ τοξότου ἐναναπαύεσθαι. τὰ δὲ τῶν χειρῶν τούτων ἰδιώματά φησιν ἡ Παροιμία ὅτι Μῆκος βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ τῆς σοφίας, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα. Εἶτα πρὸς τὰς θυγατέρας τῆς ἄνω Ἰερουσαλὴμ τρέπει τὸν λόγον. ὁ δὲ λόγος παράκλησίς ἐστιν ἐνόρκως προσαγομένη 6.130 τοῦ πλεονάζειν καὶ ἐπαύξειν ἀεὶ τὴν ἀγάπην, ἕως ἂν ἐνεργὸν ἑαυτοῦ ποιήσῃ τὸ θέλημα ὁ θέλων πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. ὁ δὲ λόγος οὗτός ἐστιν ὃν πεποίη Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν δυνάμεσι καὶ ἐν ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ. ὅρκος ἐστὶ λόγος πιστούμενος δι' ἑαυτοῦ τὴν ἀλήθειαν. διπλῆ δὲ ἡ κατὰ τὸν ὅρκον ἐνέργεια· ἢ γὰρ αὐτός τις πιστοῦται τῷ ἀκούοντι τὴν ἀλήθειαν ἢ ἄλλοις διὰ τοῦ ὁρκισμοῦ τὴν ἀνάγκην ἐπάγει τοῦ μηδὲν παραψεύσα σθαι, οἷον Ὤμοσε κύριος τῷ ∆αβὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. ἐνταῦθα τὸ πιστὸν τῆς ὑποσχέσεως ἐμπε δοῦται τῷ ὅρκῳ. ὅταν δὲ φροντίδα ποιούμενος ὁ Ἀβραὰμ τῆς εὐγενοῦς ἐπὶ τῷ μονογενεῖ συζυγίας προστάσσῃ τῷ ἰδίῳ θεράποντι μή τινα τῶν τοῦ γένους Χαναὰν τῶν τῇ δουλείᾳ καταδεδικασμένων συνοικίσαι πρὸς γάμον τῷ Ἰσαάκ, ὡς ἂν μὴ λυμήναιτο τῇ εὐγενείᾳ τῆς διαδοχῆς ἡ τοῦ δουλικοῦ γένους ἐπιμιξία, ἀλλ' ἐκ τῆς πατρῴας αὐτοῦ γῆς καὶ συγγε νείας ἁρμόσασθαι τῷ παιδὶ τὴν συζυγίαν, ἀνάγκην ἐπάγει 6.131 τοῦ μὴ ῥᾳθυμῆσαι περὶ τὸ πρόσταγμα διὰ τοῦ ὁρκίσαι αὐτὸν ἦ μὴν ἐπιτελῆ ποιήσειν, ὅσα περὶ τοῦ παιδὸς ἐδοκίμασεν. [ὁρκίζεται τοίνυν ὑπὸ τοῦ Ἀβραὰμ ὁ θεράπων, ἵνα τῷ Ἰσαὰκ τὴν πρέπουσαν συζυγίαν ἁρμόσηται.] διπλῆς τοίνυν οὔσης τῆς κατὰ τὸν ὅρκον ἐνεργείας ἐνταῦθα ἡ πρὸς τοσοῦτον ὕψος ἀναδραμοῦσα ψυχή, ὅσον ἐν τοῖς προεξητασμένοις ἐθεωρήσαμεν, ταῖς μαθητευομέναις ψυχαῖς τὴν πρὸς τὸ τέλειον πρόοδον ὑφηγουμένη οὐχ ὧν αὐτὴ τετύχηκε παρέχει ταῖς ἀκουούσαις διὰ τοῦ ὅρκου τὸ ἀναμφίβολον, ἀλλ' ἐκείνας διὰ τοῦ ὁρκισμοῦ πρὸς τὸν κατ' ἀρετὴν χειραγωγεῖ βίον, μέχρι τότε ἀκοίμητόν τε καὶ ἐγρηγορυῖαν τὴν ἀγάπην ἔχειν, ἕως ἂν εἰς πέρας ἔλθῃ τὸ ἀγαθὸν αὐτοῦ θέλημα, τοῦτο δέ ἐστι τὸ πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. ὁ δὲ ὁρκισμὸς