1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

40

οἷόν τι λέγω· ἦν ἐν τοῖς ἀκολου θοῦσιν αὐτῷ ὄχλοις ὄρη δαιμόνια, ἦν ἐν ταῖς συναγωγαῖς, ἦν ἐν τῇ χώρᾳ τῶν Γερασηνῶν, ἦν ἐν ἑτέροις τόποις πολλοῖς, κατὰ τῆς ἀνθρωπίνης φύσεως ὑψούμενά τε καὶ κορυφούμενα. ἐκ τούτων ἦσαν καὶ βουνοὶ καὶ ὄρη, ὑπερέχοντές τε καὶ ὑποκείμενοι. ἀλλ' ὁ νεβρὸς τῶν ἐλάφων, ὁ ἀναλωτικὸς τῶν ὄφεων, ὁ καὶ τοὺς μαθητὰς εἰς τὴν τῶν ἐλάφων καταρτιζό μενος φύσιν, ἐν οἷς λέγει ὅτι ∆έδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, πᾶσιν ἐπίσης ἐπιβάλλει τὸ ἴχνος, ταῦτά τε φυγαδεύων καὶ μεθαλλόμενος ἀπὸ τούτων πρὸς ἕτερα, ὡς διὰ τούτων τὸ μέγεθος τῶν κατ' ἀρετὴν ὑψουμένων ἀναφανῆναι μηκέτι τοῖς γεωλόφοις τῆς κακίας ἐπισκοτούμενον· τὰ γὰρ ὄρη Βαιθὴλ ἔοικεν ἐκ τῆς τοῦ ὀνόματος ἑρμηνείας τὸν ὑψηλὸν καὶ οὐράνιον ἐνδείκνυσθαι βίον· οἶκον γὰρ θεοῦ σημαίνειν τὴν λέξιν ταύτην φασὶν οἱ τῆς Ἑβραίων φωνῆς ἐπιστήμονες. διό φησιν Ἐπὶ τὰ ὄρη Βαιθήλ. Εἶδε ταῦτα ὁ κεκαθαρμένος τε καὶ διορατικὸς τῆς ψυχῆς 6.144 ὀφθαλμός, ὁ τοῖς θείοις ἐκείνοις ἅλμασι τοῖς κατὰ τῶν ἀντικειμένων γεωλόφων γινομένοις συμμεθαλλόμενος, καὶ περὶ τοῦ χρόνοις ὕστερον γενησομένου ὡς ἤδη παρόντος ποιεῖται τὸν λόγον διὰ τὸ πιστόν τε καὶ ἀναμφίβολον τῆς ἐλπιζομένης χάριτος ὡς ἔργον τὴν ἐλπίδα βλέπων· φησὶ γὰρ ὅτι ὁ κατὰ τῶν ὀρέων πηδῶν ἐν εὐκινήτῳ τῷ τάχει καὶ εἰς βουνοὺς ἀπὸ βουνῶν διαλλόμενος στάσιμον δείκνυσιν ἡμῖν ἑαυτὸν κατόπιν τοῦ τοίχου γενόμενος καὶ ἐκ τῶν δικτύων τῶν θυρίδων διαλεγόμενος. ἔχει δὲ οὕτως ἡ λέξις· Ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τοίχου ἡμῶν παρακύπτων διὰ τῶν θυρίδων, ἐκκύπτων διὰ τῶν δικτύων. τὸ μὲν οὖν σωματικῶς ἐν τῷ λόγῳ ὑπογραφόμενον τοιοῦτόν ἐστι, ὅτι ἔνδον οἰκου ρούσῃ τῇ νύμφῃ διὰ τῶν θυρίδων ὁ ἐραστὴς διαλέγεται καὶ τοῦ τοίχου κατὰ τὸ μέσον ἀμφοτέρους διείργοντος ἀνεμπό διστος γίνεται τοῦ λόγου ἡ κοινωνία διὰ μὲν τῶν θυρίδων τῆς κεφαλῆς παρακυπτούσης, διὰ δὲ τῶν δικτύων τῶν ἐν ταῖς θυρίσι πρὸς τὰ ἐντὸς τοῦ ὀφθαλμοῦ διακύπτοντος, ἡ δὲ κατὰ ἀναγωγὴν θεωρία τῆς προεξητασμένης ἔχεται διανοίας· ὁδῷ γὰρ καὶ ἀκολουθίᾳ προσοικειοῖ τῷ θεῷ τὴν 6.145 ἀνθρωπίνην φύσιν ὁ λόγος, πρῶτον μὲν αὐτὴν διὰ τῶν προφητῶν καταυγάζων καὶ τῶν νομικῶν παραγγελμάτων (οὕτω γὰρ νοοῦμεν· θυρίδας μὲν τοὺς προφήτας τοὺς τὸ φῶς εἰσάγοντας, δίκτυα δὲ τὴν τῶν νομικῶν παραγγελ μάτων πλοκήν, δι' ὧν ἀμφοτέρων ἡ αὐγὴ τοῦ ἀληθινοῦ φωτὸς ἐπὶ τὰ ἐντὸς παραδύεται)· μετὰ ταῦτα δὲ ἡ τελεία τοῦ φωτὸς ἔλλαμψις γίνεται, ὅταν ἐπιφανῇ τὸ φῶς τὸ ἀληθινὸν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις διὰ τῆς πρὸς τὴν φύσιν ἡμῶν συνανακράσεως. πρότερον οὖν αἱ αὐγαὶ τῶν προφητικῶν τε καὶ νομικῶν νοημάτων ἐλλάμπουσαι τῇ ψυχῇ διὰ τῶν νοηθεισῶν ἡμῖν θυρίδων τε καὶ δικτύων ἐπιθυμίαν ἐμποιοῦσι τοῦ ἰδεῖν ἐν ὑπαίθρῳ τὸν ἥλιον, εἶθ' οὕτω τὸ ποθούμενον εἰς ἔργον προέρχεται. Ἀκούσωμεν δὲ οἷα πρὸς τὴν ἐκκλησίαν λαλεῖ ὁ μήπω ἐντὸς τοῦ τοίχου γενόμενος ἀλλ' ἔτι διὰ τῶν φωταγωγῶν αὐτῇ προσφθεγγόμενος· Ἀποκρίνεται, φησίν, ὁ ἀδελφιδός μου καὶ λέγει μοι· Ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, ὁ καιρὸς τῆς τομῆς ἔφθακεν, 6.146 φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν, ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. Ὢ πῶς γλαφυρῶς ἡμῖν ὑπογράφει τὴν τοῦ ἔαρος χάριν ὁ πλάστης τοῦ ἔαρος, πρὸς ὅν φησιν ὁ ∆αβὶδ ὅτι Θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά. λύει τὴν τοῦ χειμῶνος κατήφειαν παρεληλυθέναι λέγων τὴν χειμερινὴν σκυθρωπότητα καὶ τὴν τῶν ὑετῶν ἀηδίαν· λειμῶνας δείκνυσι βρύοντας καὶ ὡραϊζομένους τοῖς ἄνθεσιν, τὰ δὲ ἄνθη ἐν ἀκμῇ εἶναι λέγει καὶ πρὸς τομὴν ἐπιτηδείως ἔχειν, ὡς εἰς στεφάνου πλοκὴν ἢ μύρου κατασκευὴν ἀναιρεῖσθαι πάντως τοὺς ἀνθολόγους. ἡδύνει δὲ τὸν καιρὸν ὁ λόγος καὶ ταῖς τῶν ὀρνίθων ᾠδαῖς κατὰ τὰ ἄλση περιηχούμενον τῆς ἡδείας τῶν τρυγόνων φωνῆς ταῖς ἀκοαῖς προσηχούσης, συκῆν δὲ λέγει καὶ ἄμπελον τὴν ἀπ' αὐτῶν γενησομένην τρυφὴν τοῖς