1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

45

τοῦτο πάλιν ὁ λόγος καθεξῆς διὰ τοῦ ὀνόματος ὑποδείξει λέγει γὰρ ∆εῦρο σεαυτῇ, περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχίσματος. τίς οὖν ἡ πρὸς τὸ τέλειον ἄνοδος, ἥτις τοῖς νῦν εἰρημένοις ἐμφαίνεται; τὸ μηκέτι πρὸς τὴν τῶν ἐφελκομένων βλέπειν σπουδήν, ἀλλ' ὁδηγὸν πρὸς τὸ κρεῖττον τὴν ἰδίαν ἐπιθυμίαν ἔχειν. ∆εῦρο, γάρ φησι, σεαυτῇ, μὴ ἐκ λύπης μηδὲ ἐξ ἀνάγκης, ἀλλὰ σεαυτῇ, τοῖς ἰδίοις λογισμοῖς τὴν ἐπιθυμίαν πρὸς τὸ καλὸν ἐπιρρώσασα, οὐκ ἀνάγκης καθηγουμένης· ἀδέσποτον 6.161 γὰρ ἡ ἀρετὴ καὶ ἑκούσιον καὶ ἀνάγκης πάσης ἐλεύθερον. τοιοῦτος ἦν ὁ ∆αβὶδ ὁ τὰ ἑκούσια μόνα τῶν παρ' αὐτοῦ γινομένων εὐδοκηθῆναι τῷ θεῷ προσευχόμενος καὶ ἑκουσίως θύειν ἐπαγγελλόμενος· τοιοῦτος ἕκαστος τῶν ἁγίων ἑαυτὸν τῷ θεῷ προσάγων, οὐκ ἐξ ἀνάγκης ἀγόμενος, καὶ σὺ τοίνυν δεῖξον τὴν τελείαν κατάστασιν ἐν τῷ σεαυτῇ τῆς πρὸς τὸ κρεῖττον ἀνόδου τὴν ἐπιθυμίαν λαβεῖν. τοιαύτη δὲ γενομένη, φησίν, ἥξεις ἐπὶ τὴν σκέπην τῆς πέτρας ἐχόμενα τοῦ προτει χίσματος. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν (χρὴ γὰρ μεταβαλεῖν τὸν λόγον ἀπὸ τῶν αἰνιγμάτων πρὸς τὸ σαφέστερον)· μία σκέπη τῆς ἀνθρωπίνης ἐστὶ ψυχῆς τὸ ὑψηλὸν εὐαγγέλιον, ἐν ᾧ ὁ γενόμενος τῆς σκιοειδοῦς διδασκαλίας διὰ τῶν τυπικῶν τε καὶ συμβολικῶν νοημάτων οὐκέτι προσδέεται φανερούσης τῆς ἀληθείας τὰ κεκαλυμμένα τῶν προσταγμάτων αἰνίγματα· πέτραν δὲ τὴν εὐαγγελικὴν ὀνομάζεσθαι χάριν οὐδεὶς ἂν ἀντείποι τῶν ὁπωσοῦν μετεχόντων τῆς πίστεως· πολλαχόθεν γὰρ ἔστιν ἐκ τῆς γραφῆς τοῦτο μαθεῖν τὸ πέτραν εἶναι τὸ εὐαγγέλιον. τὸ τοίνυν λεγόμενον τοιοῦτόν ἐστι· εἰ ἐνεγυμνά σθης, ὦ ψυχή, τῷ νόμῳ, εἰ τὰς διὰ τῶν προφητικῶν θυρίδων αὐγὰς τῇ διανοίᾳ τεθέασαι, μηκέτι ὑπὸ τὴν τοῦ νομικοῦ 6.162 τοίχου σκιὰν μένε (σκιὰν γὰρ ὁ τοῖχος ποιεῖ τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων), ἀλλ' ἐπὶ τὴν πέτραν ἐκ τοῦ σύνεγγυς ἀπὸ τοῦ τοίχου μετάβηθι· ἔχεται γὰρ ἡ πέτρα τοῦ προτειχίσματος, ἐπειδὴ τῆς εὐαγγε λικῆς πίστεως ὁ νόμος προτείχισμα γέγονε, καὶ ἔχεται ἀλλήλων τὰ δόγματα γειτνιῶντα κατὰ τὴν δύναμιν. τί γὰρ ἐγγύτερον τοῦ Μὴ μοιχεῦσαι τῷ Μὴ ἐπιθυμῆσαι καὶ τοῦ καθαρεύειν ἀπὸ φόνου τῷ μηδὲ ὀργῇ τὴν καρδίαν μολύνεσθαι; ἐπεὶ οὖν ἔχεται τοῦ προτειχίσματος ἡ σκέπη τῆς πέτρας, ἀδιάστατός ἐστί σοι ἡ ἀπὸ τοῦ τοίχου ἐπὶ τὴν πέτραν μετά στασις· περιτομὴ ἐν τῷ τοίχῳ καὶ περιτομὴ ἐν τῇ πέτρᾳ, πρόβατον καὶ πρόβατον, αἷμα καὶ αἷμα, πάσχα καὶ πάσχα, καὶ πάντα σχεδὸν τὰ αὐτὰ καὶ διὰ τῶν αὐτῶν ἀλλήλων ἐχόμενα, πλὴν ὅσον πνευματικὴ μὲν ἡ πέτρα, χοϊκὸς δὲ ὁ τοῖχος, ᾧ συναναπέπλασται τὸ σωματικὸν καὶ γεῶδες. ἡ δὲ εὐαγγελικὴ πέτρα τὸν σαρκώδη τῶν νοημάτων πηλὸν οὐκ ἔχει (ἀλλὰ καὶ περιτομὴν λαμβάνει ὁ ἄνθρωπος καὶ ὅλος ὑγιὴς μένει μηδεμιᾶς λώβης ἀκρωτηριαζούσης τὸ πλάσμα τῆς φύσεως καὶ φυλάσσει ἐν τῇ τῶν κακῶν ἀπραξίᾳ τὸ σάββατον καὶ τὴν πρὸς τὸ καλὸν ἀργίαν οὐ καταδέχεται 6.163 μαθὼν ὅτι Ἔξεστι τῷ σαββάτῳ καλὸν ποιεῖν, καὶ ἀδιάκριτον ποιεῖται τῆς τροφῆς τὴν μετουσίαν καὶ ἀκαθάρτου οὐχ ἅπτεται· οὐδὲν γὰρ τῶν εἰσερχομένων διὰ τοῦ στόματος κοινὸν εἶναι παρὰ τῆς πέτρας παιδεύεται), ἀλλὰ διὰ πάντων τὰς σωματικὰς τοῦ νόμου παρατηρήσεις ἀπωσαμένη πρὸς τὸ πνευματικόν τε καὶ νοητὸν μεταλαμβάνει τῶν ῥημάτων τὴν διάνοιαν, οὕτως εἰπόντος τοῦ Παύλου ὅτι Ὁ νόμος πνευματικός ἐστιν. ὁ γὰρ οὕτως ἐκλαβὼν τὸν νόμον ὑπὸ τὴν σκέπην τῆς εὐαγγελικῆς γίνεται πέτρας τὴν ἐχομένην τοῦ σωματικοῦ προτειχίσματος. Ταῦτα τοῦ λόγου διὰ τῶν θυρίδων αὐτῇ ἐμβοήσαντος καλῶς ἀποκρίνεται ἡ περιστερὰ ἡ περιλαμφθεῖσα διὰ τῆς τῶν νοημάτων αὐγῆς καὶ τὴν πέτραν νοήσασα, ἥτις ἐστὶν ὁ Χριστός· λέγει γὰρ ∆εῖξόν μοι τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα καὶ ἡ ὄψις σου ὡραία. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστι· μηκέτι μοι διαλέγου διὰ τῶν προφητικῶν τε καὶ νομικῶν αἰνιγμάτων, ἀλλ' ὡς ἰδεῖν δύναμαι, οὕτω μοι δεῖξον σαυτὸν ἐμφανῶς, ἵνα ἐντὸς γένωμαι τῆς εὐαγγελικῆς πέτρας καταλιποῦσα τὸ τοῦ νόμου προτείχισμα, καὶ ὡς