1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

46

χωρεῖ ἡ ἀκοή μου, οὕτω δὸς τὴν φωνήν σου ἐν τοῖς ὠσί μου γενέσθαι· εἰ γὰρ ἡ διὰ 6.164 τῶν θυρίδων φωνὴ τοσοῦτόν ἐστιν ἡδεῖα, πολὺ μᾶλλον ἡ κατὰ πρόσωπόν σου ἐμφάνεια τὸ ἐράσμιον ἕξει. ταῦτα λέγει ἡ νύμφη νοήσασα τὸ κατὰ τὴν εὐαγγελικὴν πέτραν μυστήριον, εἰς ὅπερ αὐτὴν ὁ πολυμερῶς καὶ πολυτρόπως ἐν ταῖς θυρίσι γενόμενος λόγος ἐχειραγώγησε, καὶ ἐν ἐπιθυμίᾳ γίνεται τῆς διὰ σαρκὸς θεοφανείας, ὥστε τὸν λόγον γενέσθαι σάρκα καὶ τὸν θεὸν ἐν σαρκὶ φανερωθῆναι καὶ παραθέσθαι ταῖς ἀκοαῖς ἡμῶν τὰς θείας φωνὰς τὰς ἐπαγγελλομένας τοῖς ἀξίοις τὴν αἰωνίαν μακαριότητα. πῶς συμβαίνουσι τῇ εὐχῇ τῆς νύμφης αἱ τοῦ Συμεῶνος φωναί, ὅς φησι Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου; εἶδε γὰρ ἐκεῖνος, ὡς ἰδεῖν ἐπεπόθησεν αὕτη. τὴν δὲ φωνὴν αὐτοῦ τὴν ἡδεῖαν οἱ δεξάμενοι τοῦ εὐαγγελίου τὴν χάριν ἐπιγινώσκουσιν οἱ εἰπόντες ὅτι Ῥήματα ζωῆς αἰωνίου ἔχεις. ∆ιὰ ταῦτα δέχεται τὴν εὐχὴν τῆς νύμφης δικαίαν οὖσαν ὁ καθαρὸς νυμφίος καὶ μέλλων δεικνύειν ἑαυτὸν ἐμφανῶς πρῶτον τοὺς θηρευτὰς παρορμᾷ πρὸς τὴν ἄγραν τῶν ἀλω πέκων, ὡς μηκέτι τὸν ἀμπελῶνα δι' αὐτῶν πρὸς τὸν κυπρι σμὸν ἐμποδίζεσθαι, λέγων Πιάσατε ἡμῖν ἀλώπεκας, μικροὺς μὲν ὄντας, ἀφανιστικοὺς δὲ τῶν ἀμπελώνων· ἀνθήσουσι 6.165 γὰρ αἱ ἄμπελοι, εἰ μηκέτι εἴη τὰ λυμαινόμενα. Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας, καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν. ἆρ' ἐστι δυνατὸν κατ' ἀξίαν ἐφικέσθαι τῆς μεγαλοφυΐας τῶν νοημάτων; ὅσον θαῦμα τῆς θείας μεγαλειότητος περιέχει ὁ λόγος, ὅσην ἐμφαίνει τῆς δυνάμεως τοῦ θεοῦ τὴν ὑπερβολὴν ἡ τῶν εἰρημένων διάνοια. πῶς ἐκεῖνος, περὶ οὗ τὰ τηλικαῦτα λέγεται, ὁ ἀνθρωποκτόνος, ὁ ἐν κακίᾳ δυνατός, οὗ ἡ γλῶσσα ὡσεὶ ξυρὸν ἠκονημένον, περὶ οὗ φησιν ὁ προφήτης ὅτι Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς, καὶ Ἐνεδρεύει ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, ὁ δράκων ὁ μέγας, ὁ ἀποστάτης, ὁ ᾅδης ὁ πλατύνων τὸ στόμα αὐτοῦ, ὁ κοσμοκράτωρ τῆς ἐξουσίας τοῦ σκότους, ὁ ἔχων τοῦ θανάτου τὸ κράτος, καὶ ὅσα ἐκ προσώπου αὐτοῦ διηγεῖται ἡ προφητεία, ὁ ἀφαιρούμενος ὅρια ἐθνῶν ἃ ἔστησε (δηλονότι ὁ ὕψιστος) κατ' ἀριθμὸν ἀγγέλων αὐτοῦ, ὁ καταλαμβάνων τὴν οἰκουμένην ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ὠὰ αἴρων αὐτήν, ὁ λέγων τιθέναι ἐπάνω τῶν νεφελῶν τὸν θρόνον αὐτοῦ καὶ ὅμοιος γίνεσθαι τῷ ὑψίστῳ, καὶ ὅσα ἐν τῷ Ἰὼβ ὁ λόγος περὶ 6.166 αὐτοῦ διεξέρχεται τὰ φοβερὰ καὶ φρικώδη, οὗ χαλκαῖ μὲν αἱ πλευραί, σίδηρος δὲ χυτὸς ἡ ῥάχις, ἔγκατα δὲ αὐτοῦ σμιρίτης λίθος, καὶ πάντα τὰ τοιαῦτα, δι' ὧν τὴν φοβερὰν φύσιν ἐκείνην ὑπογράφει ὁ λόγος, οὗτος οὖν ὁ τοσοῦτος καὶ τοιοῦτος, ὁ στρατηγὸς τῶν ἐν τοῖς δαίμοσι λεγεώνων, πῶς ὀνομάζεται παρὰ τῆς ἀληθινῆς τε καὶ μόνης δυνάμεως; μικρὸν ἀλωπέκιον. καὶ οἱ περὶ αὐτὸν πάντες, ἡ ὑποχείριος αὐτῷ στρατιά, πάντες κατὰ τὸ ἴσον ἐξευτελισθέντες κατονο μάζονται παρὰ τοῦ παρορμῶντος πρὸς τὴν κατ' αὐτῶν ἄγραν τοὺς θηρευτάς. εἶεν δ' ἂν οὗτοι τάχα μὲν αἱ ἀγγελικαὶ δυνάμεις αἱ τῆς δεσποτικῆς παρουσίας ἐπὶ τὴν γῆν προπομ πεύουσαι καὶ τὸν βασιλέα τῆς δόξης ἐντὸς τοῦ βίου παράγου σαι, αἱ τοῖς ἀγνοοῦσιν ὑποδεικνύουσαι, Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης, ὁ κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ, ἴσως δ' ἄν τις εἴποι καὶ τὰ Λειτουργικὰ πνεύματα τὰ εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, τάχα δὲ θηρευτὰς εἴποι τις ἂν καὶ τοὺς ἁγίους ἀποστόλους εἶναι τοὺς εἰς τὴν ἄγραν τῶν θηρίων τούτων ἐκπεμπομένους, 6.167 πρὸς οὓς εἶπεν ὅτι Ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· οὐ γὰρ ἂν ἐνήργησαν τὴν ἀνθρωπίνην ἁλείαν τῇ τῶν λόγων περιβολῇ τὰς τῶν σῳζομένων ψυχὰς σαγηνεύοντας, εἰ μὴ πρότερον ἐκ τῶν φωλεῶν τὰ θηρία ταῦτα ἐξέβαλον, τοὺς μικροὺς ἐκείνους ἀλώπεκας ἐκ τῶν καρδιῶν λέγω, αἷς ἐνεφώλευον, ὥστε ποιῆσαι τόπον τῷ υἱῷ τοῦ θεοῦ, ὅπου ἑαυτοῦ τὴν κεφαλὴν ἀναπαύσει, μηκέτι τοῦ γένους τῶν ἀλωπέκων ἐν ταῖς καρδίαις φωλεύοντος. πλὴν οὕσπερ ἂν ὑποθῆται τοὺς ἀγρευτὰς εἶναι ὁ λόγος, τὸ μεγαλεῖον