1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

47

καὶ ἄφραστον τῆς θείας δυνάμεως διὰ τῶν προστεταγμένων αὐτοῖς διδασκό μεθα· οὐ γὰρ εἶπεν ὅτι θηράσατε τὸν ὗν τὸν ἐκ τοῦ δρυμοῦ τὴν ἄμπελον τοῦ θεοῦ λυμαινόμενον ἢ τὸν μονιὸν τὸν ἄγριον ἢ τὸν ὠρυόμενον λέοντα ἢ τὸ μέγα κῆτος ἢ τὸν ὑποβρύχιον δράκοντα (ἦ γὰρ ἄν τινα δύναμιν τῶν ἀντιμαχούντων διὰ τῶν τοιούτων ὁ λόγος τοῖς θηρευταῖς ἐνεδείκνυτο), ἀλλὰ πᾶσαι, φησίν, ἐκεῖναι αἱ περίγειοι δυναστεῖαι, πρὸς ἃς ἡ πάλη τοῖς ἀνθρώποις ἐστίν, ἀρχαί τε καὶ ἐξουσίαι καὶ κοσμοκράτορες σκότους καὶ πνεύματα πονηρίας, ἀλωπέκιά ἐστι μικρά, δολερά τε καὶ δύστηνα, πρὸς τὴν ὑμετέραν κρινόμενα δύναμιν. 6.168 ἐὰν ἐκείνων κατακρατήσητε, τότε ἀπολήψεται τὴν ἰδίαν χάριν ὁ ἀμπελὼν ὁ ἡμέτερος, ἡ ἀνθρωπίνη φύσις, καὶ τὴν τῶν βοτρύων φορὰν διὰ τοῦ ἄνθους τῆς ἐναρέτου πολιτείας προοιμιάσεται. Πιάσατε οὖν ἡμῖν ἀλώπεκας μικροὺς ἀφανί ζοντας ἀμπελῶνας καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν. Ἤκουσε τοῦ θείου προστάγματος ἡ ἄμπελος, ἡ γυνή, περὶ ἧς φησιν ὁ ∆αβὶδ ὅτι Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα, καὶ εἶδεν ἑαυτὴν ἐν τῇ δυνάμει τοῦ κελεύσαντος τῆς ἐκ τῶν θηρίων τούτων λύμης κεκαθαρμένην καὶ εὐθὺς δίδωσιν ἑαυτὴν τῷ γεωργῷ τῷ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντι· οὐκέτι γὰρ τῷ τοίχῳ τοῦ νόμου πρὸς τὴν συνάφειαν τοῦ ποθουμένου διατειχίζεται, ἀλλά φησιν Ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ὁ ἀδελφιδός μου ἐμοί, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις, ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. τοῦτο δέ ἐστιν· εἶδον, φησί, πρόσωπον πρὸς πρόσωπον τὸν ἀεὶ μὲν ὄντα ὅπερ ἐστί, δι' ἐμὲ δὲ ἐκ τῆς ἀδελφῆς μου τῆς συναγωγῆς ἀνθρωπικῶς ἀνατείλαντα καὶ ἐν αὐτῷ ἀναπαύομαι καὶ γίνομαι αὐτῷ οἰκητήριον. οὗτος γάρ ἐστιν ὁ ποιμὴν ὁ καλός, ὃς οὐχὶ χόρτον ποιεῖται τὴν τῶν ποιμνίων νομήν, ἀλλὰ 6.169 καθαροῖς κρίνοις τρέφει τὰ πρόβατα· ἀληθῶς γὰρ ὁ μηκέτι τῷ χόρτῳ τρέφων τὸν χόρτον· ἰδία γὰρ τροφὴ τῆς ἀλόγου φύσεως ὁ χόρτος ἐστίν, ὁ δὲ ἄνθρωπος λογικὸς ὢν τῷ ἀληθινῷ τρέφεται λόγῳ, εἰ δὲ τοῦ τοιούτου χόρτου ἐμφορη θείη, καὶ αὐτὸς γίνεται χόρτος· Πᾶσα γάρ φησι σὰρξ χόρτος ἐστίν, ἕως ἂν ᾖ σάρξ. εἰ δέ τις πνεῦμα γένοιτο γεννηθεὶς ἐκ τοῦ πνεύματος, οὐκέτι τὸν χορτώδη ἐπιβοσκηθήσεται βίον, ἀλλὰ τὸ πνεῦμα ἔσται αὐτοῦ τροφή, ὅπερ ἡ καθαρότης καὶ ἡ εὔπνοια τοῦ κρίνου αἰνίσσεται. ἔσται οὖν καὶ αὐτὸς κρίνον καθαρὸν καὶ εὔπνουν πρὸς τὴν φύσιν τῆς τροφῆς ἀλλοιούμενος. τοῦτό ἐστιν ἡ διαχεομένη ταῖς ἀκτῖσιν ἡμέρα ἤτοι διαπνέουσα, καθὼς ὠνόμασεν ἡ θεία φωνὴ τὴν διὰ τοῦ πνεύματος τῶν ἀκτίνων γινομένην διάχυσιν διαπνοὴν ὀνομάσασα, ὅθεν αἱ τοῦ βίου μετακινοῦνται σκιαί, περὶ ἃς κατὰ σπουδὴν ὁρῶσιν 6.170 οἱ μήπω τῷ φωτὶ τῆς ἀληθείας τὸν τῆς ψυχῆς ὀφθαλμὸν καταυγάσαντες, οἱ τὴν σκιὰν καὶ τὸ μάταιον ὡς ὑφεστὼς ὁρῶντες καὶ τὸ ἀληθῶς ὂν ὡς μὴ ὂν παραβλέποντες. ἀλλ' οἱ διὰ τῶν κρίνων τρεφόμενοι (τουτέστιν οἱ τῇ καθαρᾷ τε καὶ εὐπνοούσῃ τροφῇ τὴν ψυχὴν πιαινόμενοι) πᾶσαν ἀπατηλήν τε καὶ σκιοειδῆ φαντασίαν τῶν κατὰ τὸν βίον τοῦτον σπουδα ζομένων ἑαυτῶν ἀποστήσαντες πρὸς τὴν ἀληθινὴν τῶν πραγμάτων ὑπόστασιν ὄψονται υἱοὶ φωτὸς καὶ υἱοὶ ἡμέρας γινόμενοι. Ταῦτα βλέπει ἡ νύμφη καὶ κατεπείγει τὸν λόγον διὰ τάχους εἰς ἔργον προαγαγεῖν τῶν ἀγαθῶν τὴν ἐλπίδα Ἀπό στρεψον λέγουσα τῶν κακῶν τὴν φοράν, ὦ ἀδελφιδέ, ὁμοιώθητι τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη τῶν κοιλωμάτων, ἴδε ὡς δορκὰς ὁ τὰς ἐνθυμήσεις τῶν ἀνθρώπων βλέπων, ὁ τοὺς διαλογισμοὺς τῶν καρδιῶν ἀναγινώσκων, ἀφάνισον τὴν γονὴν τῆς κακίας ὡς νεβρὸς ἐλάφων ἐξαναλίσκων τὸ γένος τοῦ ὄφεως· ὁρᾷς τὰ κοῖλα ὄρη τοῦ ἀνθρωπίνου βίου, ὧν τὰ ἐπαναστήματα οὐχὶ ἀκρώρειαί εἰσιν ἀλλὰ φάραγγες. τρέχει τοίνυν ἕως τάχους ὁ λόγος ἐπὶ τὰ κοῖλα ὄρη· πᾶν γὰρ τὸ κατὰ τῆς ἀληθείας ὑψούμενον βάραθρόν ἐστι καὶ οὐχὶ 6.171 ὄρος, κοίλωμα καὶ οὐκ ἀνάστημα. ἐὰν οὖν ἐπιδράμῃς ἐπὶ ταῦτα, φησί, πᾶσα ἡ τοιαύτη φάραγξ πληρωθήσεται καὶ πᾶν τὸ τοιοῦτον ὄρος ταπεινωθήσεται. ταῦτα φθέγγεται ἡ ψυχή, ἣν ποιμαίνει ὁ λόγος οὐκ ἐν ἀκάνθαις τισὶν ἢ χόρτοις ἀλλ' ἐν τῇ εὐοδμίᾳ τῶν κρίνων τῆς καθαρᾶς