1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

48

πολιτείας. ὧν γένοιτο καὶ ἡμᾶς ἐμφορηθῆναι ποιμαινομένους ὑπὸ τοῦ λόγου, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Λόγος ςʹ Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα αὐτὸν

καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου.

Ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν. εὕροσάν με οἱ τηροῦντες οἱ κυκλοῦντες ἐν τῇ πόλει. 6.172 Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε; ὡς μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, Ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου. ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσει. Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ, τεθυμιαμένη σμύρνα καὶ λίβανος, ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; Ἰδοὺ ἡ κλίνη τοῦ Σαλωμών, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν Ἰσραήλ, Πάντες κατέχοντες ῥομφαίαν, δεδιδαγμένοι πόλεμον, ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ ἀπὸ θάμβους ἐν νυξίν. Πάλιν τὰ μεγάλα τε καὶ ὑψηλὰ δόγματα παρὰ τοῦ Ἄισμα τος τῶν ᾀσμάτων διὰ τῆς παρούσης ἀναγνώσεως παιδευόμεθα. φιλοσοφία γάρ ἐστι τὸ τῆς νύμφης διήγημα, δι' ὧν τὰ περὶ ἑαυτῆς διεξέρχεται, ὅπως χρὴ περὶ τὸ θεῖον ἔχειν τοὺς 6.173 ἐραστὰς τοῦ ὑπερκειμένου κάλλους δογματιζούσης. ὃ δὲ μανθάνομεν διὰ τῶν προκειμένων λογίων τοιοῦτόν ἐστιν (χρὴ γὰρ οἶμαι προεκθέσθαι πρότερον τὴν τοῖς ῥητοῖς ἐγκειμένην διάνοιαν, εἶθ' οὕτως ἐφαρμόσαι τοῖς προθεωρη θεῖσι τὰ θεόπνευστα ῥήματα), ἔστι τοίνυν, ὡς ἐν ὀλίγῳ συνελόντα φράσαι, τοιοῦτόν τι δόγμα διὰ τῶν εἰρημένων ἀναφαινόμενον· διχῇ τέτμηται κατὰ τὴν ἀνωτάτω διαίρεσιν ἡ τῶν ὄντων φύσις· τὸ μὲν γάρ ἐστιν αἰσθητὸν καὶ ὑλῶδες, τὸ δὲ νοητόν τε καὶ ἄϋλον. αἰσθητὸν μὲν οὖν λέγομεν ὅσον τῇ αἰσθήσει καταλαμβάνεται, νοητὸν δὲ τὸ ὑπερπῖπτον τὴν αἰσθητικὴν κατανόησιν. ἐκ τούτων τὸ μὲν νοητὸν ἄπειρόν ἐστι καὶ ἀόριστον, τὸ δὲ ἕτερον πάντως τισὶ διαλαμβάνεται πέρασιν. πάσης γὰρ ὕλης τῷ ποσῷ τε καὶ τῷ ποιῷ διειλημ μένης ἐν ὄγκῳ καὶ εἴδει καὶ ἐπιφανείᾳ καὶ σχήματι, πέρας γίνεται τῆς περὶ αὐτὴν κατανοήσεως τὰ περὶ αὐτὴν θεωρού μενα, ὡς μηδὲν ἔχειν τὸν τὴν ὕλην διερευνώμενον ἔξω τι τούτων ἐν φαντασίᾳ λαβεῖν· τὸ δὲ νοητόν τε καὶ ἄϋλον τῆς τοιαύτης περιοχῆς καθαρεῦον ἐκφεύγει τὸν ὅρον ἐν οὐδενὶ 6.174 περατούμενον. πάλιν δὲ καὶ τῆς νοητῆς φύσεως διχῇ διῃρη μένης ἡ μὲν ἄκτιστός ἐστι καὶ ποιητικὴ τῶν ὄντων, ἀεὶ οὖσα ὅπερ ἐστὶ καὶ πάντοτε ὡσαύτως ἔχουσα, κρείττων τε προσθήκης ἁπάσης καὶ τῆς ἐλαττώσεως τῶν ἀγαθῶν ἀνεπίδεκτος, ἡ δὲ διὰ κτίσεως παραχθεῖσα εἰς γένεσιν πρὸς τὸ πρῶτον αἴτιον ἀεὶ βλέπει τῶν ὄντων καὶ τῇ μετουσίᾳ τοῦ ὑπερέχοντος διὰ παντὸς ἐν τῷ ἀγαθῷ συντηρεῖται καὶ τρόπον τινὰ πάντοτε κτίζεται διὰ τῆς ἐν τοῖς ἀγαθοῖς ἐπαυξήσεως πρὸς τὸ μεῖζον ἀλλοιουμένη, ὡς μηδὲ ταύτῃ τι πέρας ἐνθεωρεῖσθαι μηδὲ ὅρῳ τινὶ τὴν πρὸς τὸ κρεῖττον αὔξησιν αὐτῆς περιγράφεσθαι ἀλλ' εἶναι πάντοτε τὸ ἀεὶ παρὸν ἀγαθόν, κἂν ὅτι μάλιστα μέγα τε καὶ τέλειον εἶναι δοκῇ, ἀρχὴν τοῦ ὑπερκειμένου καὶ μείζονος, ὡς καὶ ἐν τούτῳ τὸν ἀποστολικὸν ἀληθεύεσθαι λόγον διὰ τῆς τῶν ἔμπροσθεν ἐπεκτάσεως ἐν λήθῃ γινομένων τῶν προδιηνυ σμένων· τὸ γὰρ ἀεί τι μεῖζον καὶ καθ' ὑπερβολὴν ἀγαθὸν εὑρισκόμενον, περὶ ἑαυτὸ κατέχον τὴν τῶν μετεχόντων διάθεσιν, οὐκ ἐᾷ πρὸς τὰ παρῳχηκότα βλέπειν τῇ τῶν προτιμοτέρων ἀπολαύσει τῶν καταδεεστέρων τὴν μνήμην παρακρουόμενον. 6.175 Τὸ μὲν οὖν νόημα τὸ τῇ φιλοσοφίᾳ τοῦ νυμφικοῦ διηγήμα τος ἡμῖν δογματιζόμενον τοιοῦτον εἶναι νομίζομεν, καιρὸς δ' ἂν εἴη