1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

50

καὶ ὥρια καὶ πρὸς τομὴν ἐπιτήδεια καὶ ὅσα ἄλλα πρὸς ἀπόλαυσιν ὁ καιρὸς τοῖς τρυφῶσι χαρίζεται ἐν ταῖς τῶν μουσικῶν ὀρνίθων φωναῖς. δι' ὧν πάλιν τελειοτέρα γινομένη ἡ νύμφη αὐτὴν ἀξιοῖ τοῦ φθεγγομένου τὴν ὄψιν ἰδεῖν ἐμφανῶς καὶ τὸν λόγον παρ' αὐτοῦ δέξασθαι μηκέτι δι' ἑτέρων φθεγγόμενον. πάλιν εἰκός ἐστιν ἐπὶ τούτοις μακαρισθῆναι τὴν ψυχὴν τῆς ὑψηλῆς ἀναβάσεως, τοῦ ἀκροτάτου τῶν ποθουμένων ἐφικομένην· τί γὰρ ἄν τις μεῖζον εἰς μακαρισμὸν ἐννοήσειε τοῦ ἰδεῖν τὸν θεόν; ἀλλὰ καὶ τοῦτο 6.179 τῶν μὲν προδιηνυσμένων πέρας ἐστί, τῆς δὲ τῶν ὑπερκει μένων ἐλπίδος ἀρχὴ γίνεται· πάλιν γὰρ τῆς φωνῆς ἀκούει τῆς διακελευομένης τοῖς θηρευταῖς ἐπὶ σωτηρίᾳ τῶν λογικῶν ἀμπελώνων ἀγρεῦσαι τὰ βλαπτικὰ τῶν καρπῶν θηρία, τοὺς μικροὺς ἐκείνους ἀλώπεκας. καὶ τούτου γενομένου μεταχωρεῖ τὰ δύο εἰς ἄλληλα· ὅ τε γὰρ θεὸς ἐν τῇ ψυχῇ γίνεται καὶ πάλιν εἰς τὸν θεὸν ἡ ψυχὴ μετοικίζεται. λέγει γὰρ ὅτι Ἀδελφιδός μου ἐμοὶ κἀγὼ αὐτῷ, τῷ ἐν κρίνοις ποιμαίνοντι καὶ μετατιθέντι τὴν ἀνθρωπίνην ζωὴν ἀπὸ τῶν σκιοειδῶν φαντασμάτων ἐπὶ τὴν τῶν ὄντων ἀλήθειαν. ὁρᾷς εἰς ὅσον ἀναβέβηκεν ὕψος ἡ ἐκ δυνάμεως εἰς δύναμιν κατὰ τὸν προφητικὸν λόγον πορευομένη, ὡς τοῦ ἀκροτάτου τῆς τῶν ἀγαθῶν ἐλπίδος τετυχηκέναι δοκεῖν· τί γὰρ ἀνώτερον τοῦ ἐν αὐτῷ γενέσθαι τῷ ποθουμένῳ καὶ ἐν ἑαυτῷ τὸν ποθούμενον δέξασθαι; ἀλλ' ὅμως ἐν τούτῳ γενομένη πάλιν ὡς ἐνδεὴς οὖσα τοῦ ἀγαθοῦ ὀδύρεται καὶ ὡς μήπω ἔχουσα τὸ τῇ ἐπιθυμίᾳ προκείμενον ἀμηχανεῖ τε καὶ δυσχεραίνει καὶ τὴν τοιαύτην τῆς ψυχῆς ἀμηχανίαν δημοσιεύει τῷ διηγήματι καὶ ὅπως εὗρε τὸ ζητούμενον ὑπογράφει τῷ λόγῳ. Ταῦτα δὲ πάντα διὰ τῆς τῶν προκειμένων ἡμῖν ῥητῶν θεωρίας μανθάνομεν, δι' ὧν σαφῶς διδασκόμεθα τὸ μήτε 6.180 τινὶ πέρατι τὸ μεγαλεῖον τῆς θείας ὁρίζεσθαι φύσεως μήτε τι γνώσεως μέτρον ὅρον γίνεσθαι τῆς τῶν ζητουμένων κατα νοήσεως, μεθ' ὃν στῆναι χρὴ τῆς ἐπὶ τὸ πρόσω φορᾶς τὸν τῶν ὑψηλῶν ὀρεγόμενον, ἀλλ' οὕτως ἔχειν τὸν διὰ τῆς τῶν ὑπερκειμένων κατανοήσεως ἐπὶ τὸ ἄνω τρέχοντα νοῦν, ὡς πᾶσαν τελειότητα γνώσεως τὴν ἐφικτὴν τῇ ἀνθρωπίνῃ φύσει ἀρχὴν γίνεσθαι τῆς τῶν ὑψηλοτέρων ἐπιθυμίας. καί μοι σκόπει δι' ἀκριβείας τὸν προκείμενον τῇ θεωρίᾳ λόγον τοῦτο προκατανοήσας ὅτι θάλαμός ἐστιν ἡ σωματικὴ τοῦ λόγου ὑπογραφὴ καὶ γαμική τις διασκευή, ἣ δίδωσι τῇ θεωρίᾳ τὰς ὕλας, ὧν ἡ φιλοσοφία πρὸς τὸ καθαρόν τε καὶ ἄϋλον μετενεγκοῦσα τὰς τῶν νοημάτων ἐμφάσεις διὰ τῶν ἐν αὐτοῖς ἐπιτελουμένων προάγει τὰ δόγματα τοῖς τῶν γινο μένων αἰνίγμασι συγχρησαμένη πρὸς τὴν τῶν δηλουμένων σαφήνειαν. ἐπεὶ τοίνυν νύμφην μὲν ὑπέθετο τὴν ψυχὴν ὁ λόγος, ὁ δὲ ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως παρ' αὐτῆς ἀγαπώμενος νυμφίος κατονομάζεται, ἀκολούθως ἡ 6.181 ἐπὶ τὸ ἀκρότατον ὡς ᾤετο τῶν ἐλπιζομένων ἐλθοῦσα καὶ ἤδη πρὸς τὸν ποθούμενον ἀνακεκρᾶσθαι νομίσασα κοίτην ὀνομάζει τὴν τελειοτέραν τοῦ ἀγαθοῦ μετουσίαν καὶ νύκτα λέγει τὸν τῆς κοίτης καιρόν. διὰ δὲ τοῦ ὀνόματος τῆς νυκτὸς ἐνδείκνυται τῶν ἀοράτων τὴν θεωρίαν καθ' ὁμοιότητα Μωϋσέως τοῦ ἐν τῷ γνόφῳ γεγονότος ἐν ᾧ ἦν ὁ θεός, ὃς Ἔθετο, καθώς φησιν ὁ προφήτης, σκότος ἀποκρυφὴν αὐτοῦ κύκλῳ αὐτοῦ. ἐν ᾧ καταστᾶσα τότε διδάσκεται ὅτι τοσοῦτον ἀπέσχε τοῦ ἐπιβῆναι τῆς τελειότητος ὅσον οἱ μηδὲ τὴν ἀρχὴν ἐγχειρήσαντες· ἤδη γάρ φησιν ὡς τῶν τελείων ἀξιωθεῖσα καθάπερ ἐπὶ κοίτης τινὸς τῆς τῶν ἐγνωσμένων καταλήψεως ἐμαυτὴν ἀναπαύουσα ὅτε τῶν ἀοράτων ἐντὸς ἐγενόμην καταλιποῦσα τὰ αἰσθητήρια, ὅτε περιεσχέθην τῇ θείᾳ νυκτὶ τὸν ἐν τῷ γνόφῳ κεκρυμμένον ἀναζητοῦσα, τότε τὴν μὲν ἀγάπην πρὸς τὸν ποθούμενον εἶχον, αὐτὸ δὲ τὸ ἀγαπώμενον διέπτη τῶν λογισμῶν τὴν λαβήν· ἐζήτουν γὰρ αὐτὸν ἐπὶ τὴν κοίτην μου ἐν ταῖς νυξίν, ὥστε γνῶναι τίς ἡ οὐσία, πόθεν ἄρχεται, εἰς τί καταλήγει, ἐν τίνι τὸ εἶναι ἔχει· ἀλλ' οὐχ εὗρον αὐτόν. ἐκάλουν αὐτὸν ἐξ ὀνόματος ὡς ἦν μοι δυνατὸν ἐξευρεῖν ἐπὶ τοῦ ἀκατονομάστου ὀνόματα, ἀλλ' οὐκ ἦν ὀνόματος ἔμφασις ἡ καθικνουμένη τοῦ ζητουμένου. 6.182 πῶς