1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

55

γεῦσιν καὶ τὴν ἁφὴν καὶ τὴν ὄσφρησιν τῇ τῆς ἐγκρατείας ῥομφαίᾳ καταλλήλως ἑκάστην τῶν αἰσθήσεων θωρακίζοντα, δι' ὧν γίνεται θάμβος καὶ ἔκπληξις τοῖς σκοτεινοῖς ἐχθροῖς, ὧν καιρὸς εἰς τὴν κατὰ τῶν ψυχῶν ἐπιβουλὴν ἡ νὺξ γίνεται καὶ τὸ σκότος. ἐν ταύτῃ γὰρ εἶπεν ὁ προφήτης τὰ θηρία τοῦ ἀγροῦ τὴν πονηρὰν βρῶσιν ἑαυτοῖς ἐκ τῶν τοῦ θεοῦ ποιμνίων περιεργάζεσθαι· Ἔθου γάρ, φησί, σκότος καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ, σκύμνοι ὠρυόμενοι ἁρπάσαι. ἐπειδὴ τοίνυν Ἰσραὴλ γίνεται πᾶς ὁ σῳζόμενος (Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ, ἀλλ' ὅσοι βλέπουσι τὸν θεὸν ἐκ τῆς ἐνεργείας 6.197 κυρίως τῇ προσηγορίᾳ ταύτῃ κατονομάζονται), ἴδιον δὲ τοῦ ὁρῶντός ἐστι τὸν θεὸν τὸ μηδενὶ τῶν αἰσθητηρίων πρὸς ἁμαρτίαν βλέπειν (οὐδεὶς γὰρ δύναται πρὸς δύο κυρίους ὁρᾶν, ἀλλὰ χρὴ τὸν ἕνα μισηθῆναι πάντως, εἰ μέλλοι ἀγαπᾶ σθαι ὁ ἕτερος), τούτου χάριν μία κλίνη τοῦ βασιλέως γίνεται πᾶν τὸ σῳζόμενον· εἰ γὰρ πάντες ὄψονται τὸν θεὸν οἱ καθαροὶ τῇ καρδίᾳ γενόμενοι, οἱ δὲ τὸν θεὸν ἰδόντες Ἰσραὴλ κυρίως γίνονταί τε καὶ ὀνομάζονται, δώδεκα δὲ διαιρεῖται φυλαῖς κατά τινα λόγον ἀπόρρητον τοῦτο τὸ ὄνομα, καλῶς τὸ πλήρωμα τῶν σῳζομένων τῷ ἀριθμῷ τῶν ἑξήκοντα κεφα λαιοῦται ἑνὸς μὲν ἀφ' ἑκάστου μέρους λαμβανομένου, εἰς πέντε δὲ ὁπλίτας κατὰ τὸν ἀριθμὸν τῶν αἰσθήσεων τοῦ ἑνὸς τούτου μεριζομένου. οὐκοῦν πάντες οἱ τὴν θείαν ἐνδυσάμενοι πανοπλίαν μίαν κυκλοῦσι τοῦ βασιλέως κλίνην εἷς Ἰσραὴλ οἱ πάντες γενόμενοι καὶ διὰ τῶν δώδεκα φυλῶν τῆς πενταχῇ νοουμένης ἀριστείας εἰς τὸν ἀριθμὸν τῶν ἑξήκοντα πάντως ἀνακεφαλαιουμένου τοῦ τῶν ἀριστέων πληρώματος μία παράταξις καὶ στρατὸς εἷς καὶ μία κλίνη, τουτέστιν ἐκκλησία μία καὶ λαὸς εἷς καὶ νύμφη μία οἱ πάντες γενήσονται ὑφ' ἑνὶ 6.198 ταξιάρχῃ καὶ ἐκκλησιαστῇ καὶ νυμφίῳ πρὸς ἑνὸς σώματος κοινωνίαν συναρμοζόμενοι. τὸ δὲ κλίνην τὴν ἀνάπαυσιν εἶναι τῶν σῳζομένων καὶ ἐκ τῆς τοῦ κυρίου φωνῆς διδασκό μεθα, ὅς φησι πρὸς τὸν ἀναιδῶς ἐν νυκτὶ θυροκρουστοῦντα ὅτι Ἤδη ἡ θύρα κέκλεισται καὶ τὰ παιδία μετ' ἐμοῦ ἐπὶ τῆς κοίτης ἐστίν. καλῶς δὲ τοὺς διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τὸ ἀπαθὲς ἑαυτοῖς κατορθώσαντας παιδία κατονομάζει ὁ λόγος δόγμα διὰ τούτων ἡμῖν ὑφηγούμενος, ὅτι τὸ ἐξ ἐπιμελείας προσγινόμενον ἡμῖν ἀγαθὸν οὐκ ἄλλο τί ἐστι παρὰ τὸ ἐξ ἀρχῆς ἐναποτεθὲν τῇ φύσει· ὅ τε γὰρ τῷ μηρῷ τὴν ῥομφαίαν διαζωσάμενος διὰ προσοχῆς τοῦ κατ' ἀρετὴν βίου τὸ πάθος ἀπεσκευάσατο τό τε νήπιον τῇ ἡλικίᾳ ἀναισθήτως ἔχει τοῦ τοιούτου πάθους· οὐ γὰρ χωρεῖ τὸ πάθος ἡ νηπιότης. οὐκοῦν ταὐτόν ἐστιν ὁπλίτας τε περὶ τὴν κλίνην εἶναι μαθεῖν καὶ νήπια ἐπὶ τῆς κοίτης ἀναπαυόμενα· μία γὰρ ἐπ' ἀμφο τέρων ἡ ἀπάθεια τῶν τε μὴ παραδεξαμένων καὶ τῶν ἀπωσα μένων τὸ πάθος· οἱ μὲν γὰρ οὔπω ἔγνωσαν, οἱ δὲ πρὸς τὴν τοιαύτην κατάστασιν ἑαυτοὺς ἐπανήγαγον στραφέντες καὶ παιδία τῇ ἀπαθείᾳ γενόμενοι, ὡς μακάριον τὸ ἐν τούτοις 6.199 εὑρεθῆναι ἢ παιδίον ἢ ὁπλίτην ἢ ἀληθινὸν Ἰσραηλίτην γενόμενον, ὡς μὲν Ἰσραηλίτην ἐν καθαρᾷ καρδίᾳ τὸν θεὸν ὁρῶντα, ὡς δὲ ὁπλίτην ἐν ἀπαθείᾳ καὶ καθαρότητι τὴν τοῦ βασιλέως κλίνην, τουτέστιν τὴν ἑαυτοῦ καρδίαν φυλάσσον τα, ὡς δὲ παιδίον ἐπὶ τῆς μακαρίας κοίτης ἀναπαυόμενον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Λόγος ζʹ Φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμὼν ἀπὸ ξύλων τοῦ

Λιβάνου, Στύλους αὐτοῦ ἐποίησεν ἀργύριον καὶ τὸ ἀνάκλιτον αὐτοῦ χρυσίον, ἐπιβάσεις αὐτοῦ πορφύραν, ἐντὸς αὐτοῦ λιθόστρωτον ἀγάπην ἀπὸ θυγατέρων

Ἰερουσαλήμ.

Ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Σιών, ἐν τῷ βασιλεῖ Σαλωμών, ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ 6.200