1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

62

τοῦ τῆς νύμφης κάλλους, δι' ὧν σωφροσύνη τε καὶ αἰδὼς καὶ ἐγκράτεια καὶ ἡ τοῦ σώματος νέκρωσις κατὰ τὸν προθεωρηθέντα λόγον διασημαίνεται. ἢ τάχα συμβάλλεταί τι πρὸς τὴν τῶν αἰγῶν θεωρίαν καὶ ὁ Ἠλίας τῷ ὄρει τῷ Γαλαὰδ ἐμφι λοσοφήσας χρόνον πολύν, ὃς μάλιστα τοῦ κατ' ἐγκράτειαν καθηγήσατο βίου αὐχμηρὸς τὸ εἶδος, λάσιος τὴν τρίχα, ἀντὶ μαλακῆς τινος ἐσθῆτος δέρματι αἰγὸς σκεπαζόμενος; πάντες οὖν οἱ κατὰ τὸν προφήτην ἐκεῖνον τὸν ἑαυτῶν κατορθοῦντες βίον κόσμος γίνονται τῆς ἐκκλησίας, ἀγεληδὸν 6.223 κατὰ τὸν νῦν ἐπικρατοῦντα τῆς φιλοσοφίας τρόπον μετ' ἀλλήλων τὴν ἀρετὴν ἐκπονοῦντες. τὸ δὲ ἐκ τοῦ Γαλαὰδ τὰς τοιαύτας ἀποκαλυφθῆναι ἀγέλας μείζονα τοῦ θαύματος τὴν ὑπερβολὴν ἔχει, ὅτι ἐκ τοῦ ἐθνικοῦ βίου γέγονεν ἡμῖν ἡ πρὸς τὴν κατὰ θεὸν φιλοσοφίαν μετάστασις· οὐ γὰρ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ τῆς τοιαύτης καθηγήσατο πολι τείας, ἀλλὰ τὸ τοῖς εἰδώλοις ἀνακείμενον ἔθνος εἰς τοσαύτην ἦλθε τοῦ βίου μεταβολήν, ὥστε τὴν κεφαλὴν κοσμῆσαι τῆς νύμφης τοῖς κατ' ἀρετὴν προτερήμασιν. Εἶτα τοὺς ὀδόντας τῇ ἀκολουθίᾳ τῶν ἐπαίνων ὁ λόγος προτίθησι παραδραμὼν τοῦ στόματός τε καὶ τῶν χειλῶν τὰ ἐγκώμια, ὅπερ ἄξιον μὴ παριδεῖν ἀνεξέταστον. τί δή ποτε τῶν χειλῶν οἱ ὀδόντες ἐν τοῖς ἐπαίνοις προτίθενται; τάχα μὲν οὖν εἴποι τις ἂν γλαφυρώτερον τὸ κάλλος δεῖξαι βουλόμενος μειδίαμα στόματος διὰ τῆς τῶν ὀδόντων ὑπο γραφῆς κατὰ τὸ λεληθὸς συνενδείκνυσθαι, ἐγὼ δὲ πρὸς ἕτερον βλέπων προτερεύειν ἐν τοῖς ἐπαίνοις τὸ τῶν ὀδόντων κάλλος πρὸ τῶν τοῦ στόματος ἐγκωμίων λογίζομαι· μετὰ τοῦτο γὰρ οὐδὲ τὸ χεῖλος ἀφῆκεν ἀνεγκωμίαστον, σπαρτίον εἰπὼν κόκκινον εἶναι τὰ χείλη αὐτῆς καὶ τὴν λαλιὰν ὡραίαν. τί οὖν ἐστιν ὃ περὶ τούτου στοχάζομαι; ἀρίστη τάξις ἐστὶν 6.224 ἐν τοῖς μαθήμασι πρῶτον διδάσκεσθαι καὶ τότε φθέγγεσθαι. τὰ δὲ μαθήματα ψυχῆς βρώματά τις εἰπὼν εἶναι τοῦ εἰκότος οὐχ ἁμαρτήσεται. ὥσπερ δὲ τὴν σωματικὴν τροφὴν τοῖς ὀδοῦσι καταλεάναντες κατάλληλον αὐτὴν τοῖς σπλάγχνοις γενέσθαι παρασκευάζομεν, κατὰ τὸν αὐτὸν τρόπον ἔστι τις λεπτοποιητικὴ τῶν διδαγμάτων δύναμις ἐν τῇ ψυχῇ, δι' ἧς ὠφέλιμον γίνεται τῷ δεχομένῳ τὸ μάθημα. τοὺς τοίνυν κριτικούς τε καὶ διαιρετικοὺς τῶν διδαγμάτων καθηγητάς, δι' ὧν εὔληπτος γίνεται ἡμῖν καὶ ἐπωφελὴς ἡ διδασκαλία, ὀδόντας ὑπὸ τοῦ λόγου φημὶ τροπικῶς ὀνομάζε σθαι. οὗ χάριν προλαμβάνει τῶν ὀδόντων ὁ ἔπαινος, εἶθ' οὕτως ἐπάγεται τῶν χειλῶν τὸ ἐγκώμιον· οὐ γὰρ ἂν ἐπήνθιστο τῷ λογικῷ κάλλει τὸ χεῖλος μὴ τῶν ὀδόντων ἐκείνων διὰ τῆς φιλοπονωτέρας τῶν μαθημάτων κατανοήσεως τὴν ἐν τοῖς λόγοις χάριν ἐπιβαλλόντων τοῖς χείλεσιν, αἰτίαν μὲν οὖν τῆς ἐν τοῖς ἐπαίνοις ἀκολουθίας ταύτην ἐπὶ τῶν ὀδόντων κατενοήσαμεν. καιρὸς δ' ἂν εἴη καὶ αὐτὸν ἐξετάσαι τὸν ἔπαινον, πῶς παραβάλλει τὸ ἐν τοῖς ὀδοῦσι κάλλος ταῖς κεκαρμέναις ἀγέλαις, αἳ νῦν τοῦ λουτροῦ ἀναδυεῖσαι διδύμοις ἐπαγάλλονται τόκοις κατὰ τὸ ἴσον αἱ πᾶσαι. ἔχει δὲ κατὰ 6.225 τὴν λέξιν οὕτως ὁ ἔπαινος· Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. τοῦτο τοίνυν εἰ πρὸς τὸ σωματικὸν τοῦ ὑποδείγματος βλέποιμεν, οὐκ οἶδα πῶς ἄν τις ἐπαινεῖσθαι τοὺς ὀδόντας εἴποι διὰ τῆς πρὸς τὰς πολυγονούσας ἀγέλας συγκρίσεως· ὀδόντων μὲν γὰρ ἔπαινος ἡ στερρότης ἐστὶ καὶ ἡ ἐναρμόνιος θέσις καὶ τὸ παγίως δι' ὁμαλῆς καὶ ἀκολούθου τῆς ἁρμονίας ἐμπεφυκέναι τοῖς οὔλοις, αἱ δὲ ἀναβαίνουσαι τοῦ λουτροῦ ἀγέλαι μετὰ τῆς διδύμου γονῆς ἐπισκεδασθεῖσαι ταῖς νάπαις ποίαν ὀδόντων ὑπογράφουσιν ὥραν τῷ καθ' ἑαυτὰς ὑποδείγματι, οὐκ ἔστιν ἐκ τοῦ προχείρου κατανοῆσαι· οὗτοι στοιχηδὸν συνεστήκασιν ἐναρμονίως ἀλλήλων ἐχόμενοι, ἐκεῖναι δὲ ἀπ' ἀλλήλων διασκεδάννυνται πρὸς τὴν χρείαν τῆς νομῆς ἀραιούμεναι. ἀλλὰ καὶ γυμνῷ τῷ ὀδόντι κατὰ φύσιν ὄντι εἰς σύγκρισιν τὸ ἐριοφοροῦν οὐκ εὐάρμοστον. οὐκοῦν ἐρευνη τέον ἂν εἴη, πῶς ὁ κοσμῶν δι' ἐγκωμίων τὴν τῶν ὀδόντων εὐαρμοστίαν ταῖς διδυμοτόκοις ἀγέλαις παραβάλλει τὸ κάλλος, ταῖς ἀποκειραμέναις