1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

67

οὐ κατὰ καιρὸν ἀνθοῦντα οὐδὲ ἐπὶ καιροῦ μαραινόμενα, ἀλλὰ διαρκῆ παρεχόμενα τοῖς νεβροῖς τούτοις δι' ἑαυτῶν τὴν τροφήν, ἕως ἂν μηκέτι αἱ σκιαὶ κρατῶσι τῆς σπουδαζο μένης περὶ τὸν βίον ἀπάτης, ἀλλ' ἤδη τοῦ φωτὸς πανταχῇ διαλάμψαντος καταυγασθῇ τὰ πάντα διὰ τῆς ἡμέρας τῆς ὅπου θέλει διαπνεούσης τὸ φῶς. [οὕτω γάρ φησιν ὁ λόγος Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί.] οἶδας δὲ πάντως παρὰ τοῦ εὐαγγελίου μαθὼν ὅτι τὸ πνεῦμά ἐστι τὸ ἅγιον τὸ διὰ τοῦ πνεῖν ὅπου βούλεται φῶς ἐμποιοῦν τοῖς ἐπισταμένοις ὅθεν ἔρχεται καὶ ποῦ ὑπάγει· περὶ οὗ νῦν ὁ λόγος οὑτωσὶ διεξέρχεται ∆ύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν τοῖς κρίνοις, ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. ἀλλὰ τὸ μὲν ἡμέραν λέγεσθαι τὸ πνεῦμα τὸ ἅγιον, φῶς πνέον οἷς ἂν 6.240 ἐγγένηται, οὐκ οἶμαί τινα τῶν νοῦν ἐχόντων ἐπιδιστάσαι τῷ λόγῳ· εἰ γὰρ υἱοὶ φωτὸς καὶ υἱοὶ ἡμέρας γίνονται οἱ γεννηθέντες παρὰ τοῦ πνεύματος, τί ἄλλο χρὴ νοεῖν τὸ πνεῦμα τὸ ἅγιον ἢ φῶς καὶ ἡμέραν, ἧς ἡ πνοὴ φυγαδευτικὴ τῶν σκιῶν τῆς ματαιότητος γίνεται; ἀνάγκη γὰρ πᾶσα τοῦ ἡλίου φανέντος τὰς σκιὰς μὴ μένειν ἀλλὰ μεταχωρεῖν τε καὶ μετανίστασθαι. τὸ δὲ περὶ τῶν δύο νεβρῶν τῆς δορκάδος μυστήριον εὔκαιρον ἂν εἴη προσθεῖναι τῇ ἐξετάσει τοῦ λόγου, ὧν δίδυμος μέν ἐστιν ἡ γένεσις, τροφὴ δὲ τὸ κρίνον, τόπος δὲ νομῆς ἡ ἀγαθή τε καὶ πίειρα γῆ. αὕτη δ' ἐστὶν ἡ καρδία κατὰ τὸν τῆς παραβολῆς τοῦ κυρίου λόγον· ἐν αὐτῇ δὲ νεμόμενοι καὶ τοὺς καθαροὺς ἐξ αὐτῆς λογισμοὺς ἀνθολογοῦντες πιαίνονται. τὸ δὲ ἄνθος τῶν κρίνων διπλῆν ἔχει τὴν χάριν παρὰ τῆς φύσεως εὐπνοίας τῇ εὐχροίᾳ συμμεμιγμένης, ὡς καθ' ἑκάτερον εἶναι τοῖς δρεπομένοις ἐράσμιον, εἴτε τῇ ὀσφρήσει προσάγοιεν εἴτε τοῖς ὀφθαλμοῖς τοῦ κάλλους τῆς ὥρας κατατρυφῷεν· ἡ μὲν γὰρ ὄσφρησις τῆς τοῦ Χριστοῦ εὐωδίας πλήρης γίνεται, διὰ δὲ τοῦ εἴδους ἐνδείκνυται τὸ καθαρόν τε καὶ ἀκηλίδωτον. Τάχα τοίνυν ἤδη διὰ τῶν εἰρημένων σεσαφήνισται ἡμῖν τὸ ὑπὸ τοῦ λόγου δηλούμενον ὅτι δύο ἀνθρώπων ἐν τοῖς 6.241 καθ' ἕκαστον θεωρουμένων, τοῦ μὲν σωματικοῦ τε καὶ φαινομένου, τοῦ δὲ νοητοῦ τε καὶ ἀοράτου, δίδυμος μὲν ἀμφοτέρων ἐστὶν ἡ γένεσις κατὰ ταὐτὸν ἀλλήλοις συνεπιδη μούντων τῷ βίῳ· οὔτε γὰρ προϋπάρχει τοῦ σώματος ἡ ψυχὴ οὔτε προκατασκευάζεται τῆς ψυχῆς τὸ σῶμα, ἀλλ' ὁμοχρόνως ἐν τῇ ζωῇ γίνονται. τροφὴ δὲ τούτοις κατὰ φύσιν μέν ἐστιν ἡ καθαρότης καὶ ἡ εὐωδία καὶ πάντα τὰ τοιαῦτα, ὧν εὐφοροῦσιν αἱ ἀρεταί, ἔστι δὲ ὅτε τὸ δηλητήριόν τισιν ἀντὶ τοῦ τροφίμου σπουδάζεται, οἳ οὐχὶ τὰ ἄνθη τῶν ἀρετῶν ἐπιβόσκονται, ἀλλ' ἀκάνθαις ἐπιτέρπονται καὶ τριβόλοις· οὕτω γὰρ τῆς παραβολῆς τοῦ εὐαγγελίου ὀνομαζούσης τὰς ἁμαρτίας ἠκούσαμεν, ὧν ἡ κατάρα τοῦ ὄφεως τὴν κακὴν βλάστην ἐδημιούργησεν. ἐπειδὴ τοίνυν διακριτικῶν ὀφθαλμῶν ἐστι χρεία τῶν δυναμένων ἐν ἀκριβείᾳ διαγνῶναι τὸ κρίνον τε καὶ τὴν ἄκανθαν καὶ τὸ μὲν σωτήριον προελέσθαι, τὸ δὲ φθοροποιὸν ἀποπέμψασθαι, διὰ τοῦτο τὸν καθ' ὁμοιότη 6.242 τα τοῦ μεγάλου Παύλου μαζὸν τοῖς νηπίοις γινόμενον καὶ γαλακτοτροφοῦντα τοὺς ἀρτιγενεῖς τῆς ἐκκλησίας δυάδα μαζῶν ἀλλήλοις συγγεννηθέντων τῶν τοῖς νεβροῖς τῆς δορκάδος ἀπεικαζομένων ὠνόμασεν διὰ πάντων μαρ τυρῶν τῷ τοιούτῳ μέλει τῆς ἐκκλησίας τὸ δόκιμον, ὅτι τε καθ' ἑκάτερον εὐοδοῦται πρὸς τὴν τῶν καθαρῶν κρίνων νομὴν ὀξὺ δεδορκὼς καὶ διακρίνων τοῦ τροφίμου τὴν ἄκανθαν καὶ ὅτι περὶ τὸ ἡγεμονικὸν ἀναστρέφεται, οὗ σύμβολον ἡ καρδία ἐστιν ἡ δι' ἑαυτῆς τοὺς μαζοὺς ὑποτρέφουσα καὶ ἔτι πρὸς τούτοις ὅτι οὐκ ἐν ἑαυτῷ κατακλείει τὴν χάριν, ἀλλ' ἐπέχει τοῖς δεομένοις τοῦ λόγου τὴν θηλήν, Ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, καθὼς ἐποίει τε καὶ ἔλεγεν ὁ ἀπόστολος. Μέχρι τούτων δὲ τῶν μελῶν τῆς ἐκκλησίας προαγαγὼν ὁ λόγος τὸν ἔπαινον ἐν τοῖς ἐφεξῆς ὁλοσώματον ποιεῖται αὐτῆς τὸ ἐγκώμιον, ὅταν ∆ιὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου καὶ πάλιν ἐπαναγάγῃ ἑαυτὸν πρὸς τὴν ἰδίαν δόξαν τῆς θεότητος, ἣν εἶχεν ἀπ' ἀρχῆς πρὸ τοῦ τὸν κόσμον εἶναι· εἰπὼν γὰρ ὅτι Πορεύσομαι 6.243 ἐμαυτῷ εἰς τὸ ὄρος τῆς