1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

78

ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ τοῦ λιβάνου. ὅτι μὲν οὖν παμμέγεθές τι καὶ ἐξαίσιον τοῖς εἰρημένοις ἔγκειται 6.278 νόημα, δι' οὗ τῆς κατὰ θεὸν ὑψωθείσης τὸ κάλλος ἐν θαύματι γίνεται ταῖς πολυτρόποις τῶν ἐπαίνων ὑπερβολαῖς εὐφημου μένης, δῆλον καὶ ἐκ τῆς προχείρου λέξεως τῶν εἰρημένων ἐστίν. τίς δὲ ἡ ἀληθής ἐστι διάνοια, ἣν διασημαίνει ταῦτα τὰ ῥήματα μόνου ἂν εἴη σαφῶς εἰδέναι τοῦ κατὰ τὸν ἅγιον Παῦλον ἐπισταμένου πνεύματι λαλεῖν τὰ θεῖα μυστήρια· πῶς γὰρ τὸ ἀποστελλόμενον παρὰ τῆς νύμφης ῥοῶν ἐστι παράδεισος; πῶς δὲ ἐκ τῶν ῥοῶν ὁ καρπὸς τῶν ἀκροδρύων προφέρεται; πῶς δὲ τὰ ἀκρόδρυα μύρων γίνεται καὶ ἀρωμά των κατάλογος; ἐν γὰρ τοῖς τῶν ἀκροδρύων καρποῖς κύπρος καὶ νάρδος καὶ κρόκος ἐστί, κάλαμός τε καὶ κιννάμωμον καὶ πᾶν τοῦ λιβάνου ξύλον ὡς οὐδεμιᾶς τῆς κατὰ τὸ ἄρωμα τοῦ λιβάνου διαφορᾶς ἐν τοῖς ἀπηριθμημένοις λειπούσης. οἷς προστίθεται σμύρνα τε καὶ ἀλόη καὶ τὰ πρωτόμυρα πάντα· καὶ ἡ πρότερον κῆπος [ἐν τοῖς ἄνω] παρὰ τοῦ ἐπαινοῦν τος ὀνομασθεῖσα νῦν πηγὴ λέγεται κήπων καὶ φρέαρ ὕδατος ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ τοῦ λιβάνου. ἀλλὰ τὸν μὲν ἀληθῆ περὶ τούτων λόγον εἰδεῖεν ἄν, καθὼς προεῖπον, οἱ τὸ βάθος τοῦ πλούτου καὶ τῆς σοφίας καὶ τῆς γνώσεως τοῦ θεοῦ διερευνᾶσθαι δυνάμενοι, ἡμεῖς δέ, ὡς ἂν μὴ παντελῶς 6.279 ἄγευστοι τῶν ἐν τῷ τόπῳ τούτῳ προκειμένων ἀγαθῶν καὶ ἀναπόλαυστοι καταλειφθείημεν, δι' ὀλίγων τῷ λόγῳ προσάξομεν αὐτὸν τὸν θεὸν λόγον καθηγεμόνα τῆς σπουδῆς ποιησάμενοι. ἔοικεν ἅπας ὁ τῶν ἐπαίνων κατάλογος, ὅ τε πρὸ τούτων εἰρημένος καὶ ὅσα νῦν περὶ αὐτῆς ἡμῖν ὁ λόγος παρέθετο, μὴ πρὸς εὐφημίαν τινὰ ψιλὴν κατὰ τὸ προηγού μενον βλέπειν, ἀλλὰ δύναμιν ἐντιθέναι διὰ τῶν λεγομένων πρὸς τὴν ἐπὶ τὰ μείζω τε καὶ ὑψηλότερα τῆς καρδίας ἀνάβασιν· οἷον ἀδελφὴ καὶ νύμφη τοῦ λόγου κατονομάζεται, ἀλλὰ συνάπτει τῶν ὀνομάτων τούτων ἑκάτερον τὴν ψυχὴν τῷ νυμφίῳ τῆς μὲν κατὰ τὴν νύμφην σημασίας σύσσωμον αὐτήν, καθὼς ὀνομάζει ὁ Παῦλος, ποιούσης τῷ ἀφθάρτῳ νυμφίῳ, τῆς δὲ περὶ τὰ θελήματα σπουδῆς εἰς ἀδελφικὴν ἀγχιστείαν προσαγούσης κατὰ τὴν τοῦ εὐαγγελίου φωνήν· εἶτα ἐπαινεῖται φύσις μαζῶν ἡ ἀντὶ γάλακτος οἶνον προχέ ουσα καὶ δῆλον ὅτι ἔργον ὁ ἔπαινος γίνεται (οὐ γὰρ ἐγκωμιά ζεται τὸ ἀνύπαρκτον)· πρὸς τούτοις τὸ μύρον αὐτῆς πάντων τῶν ἀρωμάτων ὑπέρτερον κρίνεται, ὅπερ οὐκ ἂν οὕτως ἔχειν ἐκρίθη μὴ κατ' ἀλήθειαν πρὸς ἐκεῖνο τὸ ὕψος αὐτῆς διὰ τῆς ἐν τῷ κρείττονι προκοπῆς ἀναδραμούσης· θαυμάζεται μετὰ τοῦτο τὰ κηρία τοῦ λόγου τὰ τοῦ στόματος αὐτῆς 6.280 ἀποστάζοντα καὶ ἡ σύγκρατος τῆς σοφίας παρασκευὴ ἡ ὑποκειμένη τῇ γλώσσῃ γάλακτος πρὸς μέλι συγκεκραμένου· καὶ ταῦτα δύναμίς ἐστιν οὐ ῥήματα· πρὸς γὰρ τὴν τῶν ὑψη λοτέρων ἄνοδον χειραγωγουμένη ὑπὸ τοῦ λόγου τοσοῦτον ηὐξήθη, ὥστε μέλιτος ποιῆσαι πηγὴν τὸ στόμα καὶ ταμιεῖον τῆς συμμίκτου σοφίας τὴν γλῶσσαν, ᾗ ἐνθεωρεῖται ἡ γῆ τῆς ἐπαγγελίας ἡ ῥέουσα γάλα καὶ μέλι· τοσοῦτον δὲ αὐτὴν διὰ τῶν ἀναβάσεων ὑψώσας ὁ λόγος ἔτι πρὸς τὸ ὑψηλότερον ἄγει τὴν ἐσθῆτα αὐτῆς εὐπνοεῖν λέγων κατὰ τὴν τοῦ λιβάνου ὀσμήν, δι' οὗ τὸ ἐνδεδῦσθαι αὐτὴν τὸν Χριστὸν μαρτυρεῖ ὁ λόγος· παντὸς γὰρ ἐναρέτου βίου τέλος ἡ τοῦ θεοῦ μετουσία γίνεται (διὰ γὰρ τοῦ λιβάνου τὸ θεῖον ἐνδείκνυται)· καὶ οὐδὲ ἐν τούτοις ἔστη ἡ πρὸς τὸ ὑψηλότερον ἀεὶ χειραγωγου μένη ὑπὸ τοῦ λόγου ψυχή, ἀλλὰ μετὰ τὸ ὁμοιωθῆναι τῷ λιβάνῳ τὴν εὐοδμίαν κῆπος γίνεται καθ' ὁμοιότητα τοῦ παραδείσου, κῆπος οὐχ ὡς ἐν τοῖς πρώτοις ἀνθρώποις ἦν ἄνετός τε καὶ ἀφύλακτος, ἀλλὰ τῇ μνήμῃ τῆς ἐντολῆς πανταχόθεν τετειχισμένος. Ὁρᾷς ὅσην προσέλαβεν εἰς τὸ ἄνω τὴν δύναμιν. πάλιν ὅρα μοι τὴν ὑπὲρ τοῦτο ἀνάβασιν· οὐ γὰρ μόνον κῆπος κεκλεισμένος ἐγένετο τὴν ἰδίαν καρποφοροῦσα τροφήν, ἀλλὰ καὶ πότιμος γίνεται τοῖς διψῶσιν εἰς πηγῆς φύσιν μετατεθεῖσα καὶ ταύτης ἐσφραγισμένης. καὶ οὐδὲ ἐν τούτοις 6.281 ἔστη, ἀλλ' εἰς τοσοῦτον ἔφθασε τῆς ἐπὶ τὸ μεῖζον αὐξήσεως, ὡς ἐκ τοῦ στόματος αὐτῆς βλαστάνειν παράδεισον (ὁ γὰρ ἀκριβέστερον προσσχὼν τῇ τῆς