1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

80

πλεονασμὸν καὶ ὑπέρπτωσιν, τῆς δὲ καθ' ἑκάτερον ἀμετρίας τὸ μέσον ἀρετὴν ὀνομάζουσιν. οὐκοῦν ἔχοι ἄν τι πρὸς τὴν ἀρετὴν ὁ περὶ τοῦ κρόκου λόγος ἀκόλουθον τῇ τῆς δυνάμεως μεσότητι τὸ ἀνελλιπές τε καὶ τὸ ἀπέριττον τῆς ἐναρέτου καταστάσεως ἑρμηνεύων, ἐγὼ δέ φημι, κἂν ἰδιωτικώτερον ᾖ τὸ λεγόμενον, τάχα μᾶλλον πρὸς τὸν τῆς πίστεως λόγον οἰκειότερον τὸ αἴνιγμα τοῦ κρόκου παραλαμβάνεσθαι· τριπλῷ μὲν 6.285 γὰρ ὑποτρέφεται τὸ ἄνθος τῷ κάλυκι καὶ αὐτὸς δὲ ὁ κάλυξ ἐν ἀεροειδεῖ τῇ χρόᾳ ἄνθος ἐστίν, ἐκδυθείσης δὲ τῆς τῶν καλύκων περιβολῆς τρία εὑρίσκεται πάντως τὰ εὐπνοοῦντα καὶ χρησιμεύοντα πρὸς τὰς ἰάσεις ἄνθη τὰ ὑποκεκρυμμένα τοῖς κάλυξι, μεγέθει καὶ κάλλει καὶ εὐπνοίᾳ καὶ τῇ τῆς δυνάμεως ἰδιότητι ὡσαύτως πρὸς ἄλληλα ἔχοντα καὶ ἓν τὰ τρία διὰ πάντων δεικνύμενα εὐχροίᾳ τε, καθὼς εἴρηται, καὶ εὐπνοίᾳ καὶ τῷ ποιῷ τῆς δυνάμεως. οἷς συμπαραπέφυκεν ἕτερα τρία, ξανθὰ μὲν ἰδεῖν ἄποια δὲ πρὸς πᾶσαν ὑγιεινὴν εὐχρηστίαν. περὶ ἃ γίνεται τοῖς ἀπείροις ἡ πλάνη τοῖς διὰ τὴν εὔχροιαν τὸ νόθον δρεπομένοις ἀντὶ τοῦ κρείττονος. ὅπερ καὶ νῦν ποιοῦσιν οἱ περὶ τὴν πίστιν ἐξαμαρτάνοντες τὰς σεσοφισμένας ἀπάτας πρὸ τῶν ὑγιεινῶν δογμάτων αἱρούμενοι. ἑλέσθω δὲ ἐξ ἑκατέρων ἡ τοῦ ἀκροατοῦ κρίσις ὃ βούλεται, εἴτε τὸ ἕτερον ἐξ αὐτῶν εἴτε ἀμφότερα· ἓν γὰρ τρόπον τινά ἐστιν ἀμφότερα ἥ τε τῆς τελείας ἀρετῆς καὶ ἡ τῆς θεότητος κτῆσις· οὐ γὰρ ἔξω ἡ ἀρετὴ τῆς θεότητος. Ἡμεῖς δὲ ἐπὶ τὴν τῶν λοιπῶν ἀρωμάτων θεωρίαν μετέλθω μεν τῶν δι' ἀκολούθου μνημονευθέντων ὑπὸ τοῦ λόγου. κάλαμος, φησί, καὶ κιννάμωμόν ἐστι τὰ ἀκρόδρυα τὰ ἐκ τῶν ῥοῶν τοῦ παραδείσου τῆς νύμφης καρποφορούμενα. ἀλλὰ τὸν μὲν κάλαμον εὐπνοίᾳ προέχειν ὑπὲρ τὰ ἄλλα 6.286 φασίν, ὡς καὶ πρὸς τὸ ἱερατικὸν θυμίαμα ὑπὸ τοῦ νόμου παραλαμβάνεσθαι, τὸ δὲ κιννάμωμον πολυειδῆ τινα καὶ ποικίλην ἐνέργειαν διά τινος φυσικῆς δυνάμεως ἐπαγγέλλε σθαι, ὧν τὰ πολλὰ καὶ ὑπὲρ πίστιν εἶναι δοκεῖ· καὶ γὰρ ζέοντός φασι τοῦ ἐν τῷ λέβητι ὕδατος εἴπερ θίγοι μόνον τοῦτο τὸ ἄρωμα, εὐθὺς καταψύχειν τὸ ὕδωρ καὶ λουτρῷ ἐπεισενεχθὲν διαπύρῳ μεταποιεῖν τὸν ἐν τῷ ἀέρι φλογμὸν εἰς ψυχρότητα καὶ ἀφανιστικὴν τῶν ἐκ φθορᾶς τινος ζωο γονουμένων τὴν φύσιν ἔχειν. καὶ ἄλλα τοιαῦτα περὶ αὐτοῦ διεξέρχονται, ἃ ὑπὲρ τὴν πίστιν τῶν ἀκουόντων εἶναι δοκεῖ· λέγουσι γάρ, εἰ ἐντεθείη τῷ στόματι τοῦ καθεύδοντος, μηδὲν ἐμποδίζεσθαι πρὸς τὴν τῶν πυνθανομένων ἀπόκρισιν τὸν καθεύδοντα, ἀλλὰ καὶ ἐν τῷ ὕπνῳ μένειν αὐτὸν καὶ νηφαλίους καὶ διηρθρωμένας ποιεῖσθαι πρὸς ἔπος τὰς ἀποκρίσεις. περὶ ὧν διαβεβαιώσασθαι μὲν οὕτως ἔχειν τὸν μὴ διὰ τῆς πείρας μαθόντα τῶν ἱστορουμένων περὶ αὐτοῦ τὴν ἀλήθειαν προπετὲς ἂν εἴη καὶ ἀνεπίσκεπτον· πλὴν ἀλλ' ἐπειδὴ κατά τινα μυστικὸν λόγον ἐνηριθμήθη τῷ καταλόγῳ τῶν ἀκροδρύων καὶ τοῦτο τὸ ἄρωμα οὐκ ἀληθῶς ῥοῶν ἐκφυόμενον (οὐδὲ γὰρ ὄντως αἰσθητοὺς παραδείσους τὸ στόμα τῆς νύμφης προΐεται, ἀλλ' ὥστε σύμβολον γενέσθαι 6.287 νοήματός τινος τῶν εἰς ἔπαινον συντελούντων τῇ νύμφῃ), οὐκ οἶμαι καλῶς ἔχειν ἀποβαλεῖν τὰ περὶ τοῦ κινναμώμου μυθολογούμενα, ταῦτά τε ἃ νῦν περὶ αὐτοῦ διεξῆλθεν ὁ λόγος καὶ εἴ τι μετὰ τούτων ἄλλο τοῖς τὰ περὶ αὐτοῦ διηγου μένους διεξιέναι δοκεῖ· γένοιτο γὰρ ἄν τις πρὸς τὸν κατ' ἀρετὴν ἔπαινον ἐκ τῶν λεγομένων συνεισφορὰ ἑκάστου τῶν ἱστορηθέντων εὐσήμως μεταλαμβανομένου πρὸς ἔνδειξιν τῆς τοῦ βίου τοῦ κατ' ἀρετὴν τελειότητος· ἔστι γὰρ ἐν τοῖς πεπαιδευμένοις τε καὶ λελογισμένοις τοῦτο εὑρεῖν ἐν τῇ ψυχῇ τὸ κιννάμωμον· ὅταν τις ἤτοι δι' ἐπιθυμίας ζέων ἢ τῷ θυμῷ πυρακτούμενος τῷ λογισμῷ κατασβέσῃ τὰ πάθη ἢ ἐν τῷ ὕπνῳ τοῦ βίου διὰ στόματος ἔχων τὸ νηφάλιον τοῦτο τοῦ λογισμοῦ κιννάμωμον παραπλησίως τοῖς ἀΰπνοις τε καὶ ἐγρηγορόσιν ἀγγέλοις ἀπλανῆ καὶ ἀσύγχυτον ἐπιδεικνύῃ τὴν τῶν λεγομένων διάνοιαν μιμούμενος διὰ τῆς ἀληθείας τοῦ λόγου τὴν ἄϋπνον τῶν ἀγγέλων φύσιν, οὓς οὐδεμία φαντασίας ἀνάγκη τῆς ἀληθείας ἐξίστησιν, οὗτος λέγοιτο ἂν βρύειν διὰ τοῦ