1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

85

νότου τὴν διὰ τῶν γλωσσῶν διδασκαλίαν ἐξήνθησαν. διὰ τοῦτο τοίνυν 6.302 φησὶ τῷ τοιούτῳ νότῳ ἡ νύμφη ὅτι ∆ιάπνευσον κῆπόν μου, ἐπειδὴ μήτηρ κήπων ἐγένετο παρὰ τῆς τοῦ νυμφίου φωνῆς τοῦ ποιήσαντος αὐτήν, καθὼς περιέχει ὁ λόγος, Κήπων πηγήν. οὗ χάριν τὸν κῆπον αὐτῆς τὴν ἐκκλησίαν τὴν τοῖς ἐμψύχοις βρύουσαν δένδροις διαπνευσθῆναι βούλεται, ὥστε ῥεῦσαι ἀπ' αὐτῶν τὰ ἀρώματα· ὁ μὲν γὰρ προφήτης φησὶν ὅτι Πνεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ῥυήσεται ὕδατα, ἡ δὲ τῷ βασιλικῷ πλούτῳ κομῶσα νύμφη πρὸς τὸ μεγαλο φυέστερον ἐξαλλάσσει τὰ ῥεύματα ἀρωμάτων ποταμοὺς ποιοῦσα τῶν τοῦ κήπου δένδρων ἐκρέοντας διὰ τῆς βίας τοῦ πνεύματος, ὥστε διὰ τούτου μαθεῖν τῆς παλαιᾶς διαθήκης πρὸς τὴν καινὴν τὸ διάφορον, ὅτι ὁ μὲν προφητικὸς ποταμὸς ἐπληρώθη ὑδάτων, ὁ δὲ εὐαγγελικὸς ἀρωμάτων. τοιοῦτος ποταμὸς ἀρωμάτων ἦν ἐκ τοῦ κήπου τῆς ἐκκλησίας ῥέων διὰ τοῦ πνεύματος ὁ μέγας Παῦλος, οὗ τὸ ῥεῖθρον Χριστοῦ εὐωδία ἦν, τοιοῦτος ἄλλος ὁ Ἰωάννης, ὁ Λουκᾶς, ὁ Ματθαῖος, ὁ Μᾶρκος καὶ οἱ ἄλλοι πάντες, τὰ εὐγενῆ φυτὰ τοῦ κήπου τῆς νύμφης, οἳ τῷ φωτεινῷ ἐκείνῳ τῷ μεσημβρινῷ νότῳ 6.303 διαπνευσθέντες πηγαὶ ἀρωμάτων ἐγένοντο βρύοντες τὴν τῶν εὐαγγελίων εὐωδίαν. Καταβήτω, φησίν, ὁ ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ. ὦ πεπαρρησιασμένης φωνῆς. ὦ φιλοτίμου τε καὶ μεγαλοδώρου ψυχῆς πᾶσαν ὑπερβολὴν μεγαλοφροσύνης νικώσης. τίνα δεξιοῦται πρὸς εὐωχίαν τοῖς ἰδίοις καρποῖς; τίνι παρασκευάζει διὰ τῶν ἰδίων ἀγαθῶν τὴν πανδαισίαν; τίνα καλεῖ πρὸς τὴν τῶν παρεσκευασμένων ἑστίασιν; τὸν ἐξ οὗ τὰ πάντα καὶ δι' οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα, τὸν διδόντα τοῖς πᾶσι τροφὴν ἐν εὐκαιρίᾳ, τὸν ἀνοίγοντα τὴν χεῖρα αὐτοῦ καὶ πληροῦντα πᾶν ζῷον εὐδοκίας, τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ καταβαί νοντα καὶ ζωὴν διδόντα τῷ κόσμῳ, τὸν πᾶσι τοῖς οὖσι τὴν ζωὴν ἐκ τῆς ἰδίας πηγῆς ἐπιρρέοντα· τούτῳ ἡ νύμφη προτίθησι τράπεζαν. κῆπος δέ ἐστιν ἡ τράπεζα ὁ διὰ τῶν ἐμψύχων δένδρων πεφυτευμένος, ἡμεῖς δὲ τὰ δένδρα, εἴπερ δὴ καὶ ἡμεῖς, οἱ τροφὴν αὐτῷ προτιθέντες τὴν τῶν ψυχῶν ἡμῶν σωτηρίαν οὕτως εἰπόντος τοῦ τὴν ἡμετέραν εὐωχου μένου ζωὴν ὅτι Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πατρός μου. δῆλος δὲ ὁ σκοπὸς τοῦ θείου θελήματος, 6.304 Ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. αὕτη οὖν ἐστιν ἡ ἑτοιμασθεῖσα βρῶσις αὐτῷ τὸ σωθῆναι ἡμᾶς. καρπὸς δὲ ἡμῶν ἡ προαίρεσις γίνεται ἡ τῷ δρεπομένῳ ἡμᾶς θεῷ δι' ἑαυτῆς ὡς διά τινος ἀκρεμόνος τὴν ψυχὴν ἐγχειρίζουσα. χρὴ δὲ διὰ τούτων ἰδεῖν ὅτι πρότερον ἡ νύμφη τῷ καρπῷ τοῦ μήλου καταγλυκαί νεται εἰποῦσα· Καὶ ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου· καὶ τότε καρπὸς καὶ αὐτὴ γίνεται ὡραῖός τε καὶ γλυκάζων καὶ τῷ γεωργῷ πρὸς εὐφροσύνην προκείμενος. ἡ δὲ τοῦ Καταβήτω λέξις εὐκτικὴν ἔχει τὴν σημασίαν ὁμοιοτρόπως ἐκφωνηθεῖσα τῷ Ἁγιασθήτω τὸ ὄνομά σου καὶ Γενηθήτω τὸ θέλημά σου· ὡς γὰρ ἐκεῖ τὴν εὐκτικὴν ἔμφασιν ὁ τῶν ῥητῶν ἐκείνων σχηματισμὸς περιέχει, οὕτω καὶ ἐνταῦθα τὸ Καταβήτω εὐχὴ τῆς νύμφης ἐστὶν ἐπιδεικνυμένης τῷ θεῷ τῶν τῆς ἀρετῆς ἀκροδρύων τὴν εὐφορίαν. ἡ δὲ κατάβασις τὸ τῆς φιλανθρωπίας ἔργον διασημαίνει· ἐπειδὴ γὰρ οὐκ ἔστιν ἄλλως ἀναληφθῆναι ἡμᾶς πρὸς τὸν ὕψιστον, εἰ μὴ πρὸς τὸ χθαμαλὸν ἐπικλιθείη ὁ Ἀναλαμβάνων τοὺς πραεῖς κύριος, διὰ τοῦτο ἡ ἀνιοῦσα πρὸς τὸ ἄνω ψυχὴ τὴν παρὰ τοῦ ὑπερκειμένου χειραγωγίαν 6.305 προσκαλουμένη ὑποκαταβῆναι αὐτὸν τοῦ ἰδίου μεγέθους εὔχεται, ἵνα τοῖς κάτω ἐφικτὸς γένηται. ὁ δὲ εἰπὼν διὰ τοῦ προφήτου ὅτι Ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι, πρὶν ἐπεξελθεῖν τῇ εὐχῇ τὴν νύμφην, καὶ ἤκουσεν ὧν ἐδεήθη καὶ τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῆς προσέσχε καὶ ἐν τῷ κήπῳ ἐγένετο τῷ διαπνευσθέντι ὑπὸ τοῦ νότου καὶ τοὺς καρποὺς τῶν ἀρωμάτων ἐδρέψατο καὶ τῶν τῆς ἀρετῆς ἀκροδρύων ἐνεφορήθη καὶ διήγημα τὴν εὐωχίαν πεποίηται λέγων οὑτωσὶ πρὸς τὴν νύμφην· Κατέβην εἰς κῆπόν μου, ἀδελφή μου νύμφη, ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου, ἔφαγον ἄρτον μου μετὰ μέλιτός