1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

96

ἐτραυμάτισάν με, ἦραν τὸ θέριστρον ἀπ' ἐμοῦ οἱ φύλακες τῶν τειχέων. Οἱ τὴν διαπόντιον ἀποδημίαν κατ' ἐλπίδα πλούτου στελλόμενοι, ὅταν ἤδη τὴν ὁλκάδα τοῦ λιμένος ἀποσαλεύσωσι 6.341 καὶ πρὸς τὸ πέλαγος στρέψῃ διὰ τῶν πηδαλίων τὴν πρώραν ὁ τῶν οἰάκων ὑπερκαθήμενος, εὐχὴν ποιοῦνται τῆς ναυτιλίας προοίμιον θεὸν γενέσθαι καθηγεμόνα σφίσι τῆς εὐπλοίας αἰτούμενοι. τὸ δὲ κεφάλαιόν ἐστιν αὐτοῖς τῆς εὐχῆς πνεῦμα προσηνές τε καὶ πλόϊμον ἐμπεσεῖν τῷ ἱστίῳ πρὸς τὸν σκοπὸν τοῦ κυβερνήτου, κατὰ πρύμναν ἱστάμενον· οὗ καταθυμίως αὐτοῖς ἐπιπνέοντος ἡδεῖα μὲν ἡ θάλασσα γίνεται τοῖς ἠρεμαίοις κύμασι γλαφυρῶς ὑποφρίσσουσα, ἄλυπα δὲ τοῦ πελάγους τὰ πλάτη δι' εὐκολίας τῆς νεὼς ἐφιπταμένης καὶ ἐπολισθαινούσης τοῖς ὕδασι, πρὸ ὀφθαλμῶν δὲ ὁ πλοῦτος ὁ διὰ τῆς ἐμπορίας αὐτοῖς ἐλπιζόμενος ἤδη τῆς εὐπλοίας ἐγγυωμένης καὶ πρὸ τῆς πείρας τὴν εὐπορίαν. ἀλλὰ πρὸς ὅ τι βλέπων ἐντεῦθεν προοιμιάζομαι, δῆλον πάντως ἐστὶ τοῖς εὐμαθεστέροις τῶν ἀκροατῶν τὸ τῷ σκοπῷ τοῦ προοιμίου προκείμενον· μέγα πρόκειται τῷ λόγῳ τὸ πέλαγος τῆς τῶν θείων ῥητῶν θεωρίας, πολὺς δὲ διὰ τῆς ναυτιλίας ταύτης ὁ τῆς γνώσεως πλοῦτος ἐλπίζεται, ἡ δὲ ἔμψυχος αὕτη ναῦς, ἡ ἐκκλησία, ἐν παντὶ τῷ ἰδίῳ πληρώματι πρὸς τὸν πλοῦν τῆς ἐξηγήσεως βλέπει μετέωρος. 6.342 ἀλλ' οὐ πρότερον ἅπτεται τῶν οἰάκων ὁ κυβερνήτης λόγος, πρὶν ἂν ἐκ κοινοῦ γένηται τοῦ πληρώματος τῆς νεὼς πρὸς τὸν θεὸν ἡ εὐχή, ὡς ἐπιπνεῦσαί τε ἡμῖν τὴν τοῦ ἁγίου πνεύματος δύναμιν καὶ ἀνακινῆσαι τῶν νοημάτων τὰ κύματα καὶ δι' αὐτῶν εὐπλοοῦντα προαγαγεῖν δι' εὐθείας τὸν λόγον, ἵνα οὕτω πελάγιοι διὰ τῆς θεωρίας γενόμενοι τὸν τῆς γνώσεως πλοῦτον ἐμπορευσώμεθα, εἴπερ ἔλθοι διὰ τῶν εὐχῶν ὑμῶν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ τὸν λόγον πλησίστιον. Ἀρχὴ δὲ γενέσθω τοῦ λόγου τῶν θεοπνεύστων ῥημάτων ἡ μνήμη ἐπὶ λέξεως ἔχουσα οὕτως· Ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου· <αἱ> χεῖρές μου ἔσταξαν σμύρναν, οἱ δάκτυλοί μου σμύρναν πλήρη. ὅτι μὲν οὖν οὐκ ἔστιν ἄλλως ἐν ἡμῖν γενέσθαι τὸν ζῶντα λόγον (τὸν καθαρὸν λέγω καὶ ἀσώματον νυμφίον τὸν δι' ἀφθαρσίας καὶ ἁγιότητος ἑαυτῷ τὴν ψυχὴν συνοικίζοντα), εἰ μή τις διὰ τοῦ νεκρῶσαι τὰ μέλη τὰ ἐπὶ τῆς γῆς περιέλοιτο τὸ τῆς σαρκὸς παραπέτασμα καὶ οὕτως 6.343 ἀνοίξοι τῷ λόγῳ τὴν θύραν, δι' ἧς εἰς τὴν ψυχὴν εἰσοικίζεται, δῆλόν ἐστιν οὐ μόνον ἐκ τῶν θείων τοῦ ἀποστόλου δογμάτων ἀλλὰ καὶ ἐκ τῶν νῦν εἰρημένων παρὰ τῆς νύμφης· Ἀνέστην γάρ, φησίν, ἀνοῖξαι τῷ ἀδελφιδῷ μου διὰ τοῦ ποιῆσαι τὰς χεῖράς μου τῆς σμύρνης πηγὰς ἀφ' ἑαυτῶν ῥεούσας τὸ ἄρωμα καὶ πλήρωμα τῶν δακτύλων δεῖξαι τὴν σμύρναν. τὸν γὰρ τρόπον, δι' οὗ ἀνοίγεται τῷ νυμφίῳ ἡ θύρα, φησὶ διὰ τῶν εἰρημένων ὅτι διὰ τοῦ Συνταφῆναι αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον ἀνέστην· οὐ γὰρ ἂν ἐνήργησεν ἡ ἀνάστασις μὴ προκαθηγησαμένης τῆς ἑκουσίου νεκρότητος. ἐνδείκνυται δὲ τὸ ἑκούσιον ἡ ἐκ τῶν χειρῶν αὐτῆς ἀπορρέουσα τῆς σμύρνης σταγὼν καὶ τὸ πεπληρῶσθαι τοὺς δακτύλους αὐτῆς τοῦ ἀρώματος τούτου· οὐ γὰρ ἑτέρωθεν ἐγγενέσθαι τῇ χειρὶ λέγει τὴν σμύρναν (ἦ γὰρ ἂν ἐνομίσθη διὰ τούτου περιστατικὸν αὐτῇ καὶ ἀκούσιον συμβῆναι τὸ διὰ τῆς σμύρνης δηλούμενον), ἀλλ' αὐτάς φησι τὰς χεῖρας (σημαίνει δὲ διὰ τῶν 6.344 χειρῶν τὰς ἐνεργητικὰς τῆς ψυχῆς κινήσεις) ἀφ' ἑαυτῶν στάξαι τὴν σμύρναν, τὴν οἴκοθεν ἐκ προαιρέσεως τῶν σωματικῶν παθημάτων γινομένην νέκρωσιν διὰ τούτου σημαίνων, ἣν ἐν πᾶσι τοῖς δακτύλοις πεπληρῶσθαι λέγει, τὰ καθ' ἕκαστον εἴδη τὰ διῃρημένως δι' ἀρετῆς σπουδαζόμενα τῷ τῶν δακτύλων διερμηνεύων ὀνόματι· ὡς εἶναι πάντα τὸν νοῦν τῶν λεγομένων τοιοῦτον, ὅτι ἔλαβον δύναμιν ἀναστάσεως διὰ τοῦ νεκρῶσαι τὰ μέλη μου τὰ ἐπὶ τῆς γῆς ἑκουσίως μοι τῆς τῶν τοιούτων μελῶν ἐνεργηθείσης νεκρώσεως, οὐ παρ' ἄλλου ταῖς χερσὶν ἐντεθείσης τῆς σμύρνης ἀλλ' ἐκ τῆς ἐμῆς προαιρέσεως ἀπορρεούσης, ὡς καὶ πᾶσι τοῖς κατ' ἀρετὴν ἐπιτηδεύμασιν, ἅπερ δακτύλους ὠνόμασεν, ἀνελλιπῆ τὴν τοιαύτην ἐνορᾶσθαι διάθεσιν· ἔστι γὰρ ἐπὶ τῶν ἀτελῶς τὴν ἀρετὴν μετιόντων ἰδεῖν