1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

99

ξύλων εἶναι ὑπὸ τοῦ λόγου πεφιλοσόφηται ὡς τοῦ μὲν φύσει ὄντος, τοῦ δὲ ἐπιγινομένου τῷ ὄντι διὰ στερήσεως· ἐκ γὰρ τοῦ αὐτοῦ ἐπὶ τοῦ αὐτοῦ διὰ μετουσίας τε καὶ στερήσεως ἡ ἀντιμετάστασις γίνεται καὶ ζωῆς καὶ θανάτου ἐπειδὴ ὁ νεκρωθεὶς τῷ ἀγαθῷ ζῇ τῷ κακῷ καὶ ὁ νεκρὸς ἐν κακίᾳ 6.352 γενόμενος πρὸς τὴν ἀρετὴν ἀνεβίω. οὐκοῦν καλῶς πλήρεις δείκνυσι τῆς σμύρνης τὰς ἑαυτῆς χεῖρας ἡ νύμφη διὰ τῆς ἐν πάσῃ τῇ κακίᾳ νεκρότητος ἀνισταμένη πρὸς τὸ ἀνοῖξαι τῷ λόγῳ τὴν εἰς ἑαυτὴν εἴσοδον· ζωὴ δὲ ὁ λόγος ὃν εἰσοικίζεται. Πρὸς τοσοῦτον δὲ μέγεθος ἐπαρθεῖσα διὰ τῶν θεωρηθέντων ἡμῖν ἡ πρὸς τὸν θεὸν ὁρῶσα ψυχὴ Οὔπω, καθώς φησιν ὁ Παῦλος, οὕτως ἔγνω καθὼς δεῖ γνῶναι, οὐδὲ λογίζεται ἑαυτὴν κατειληφέναι, ἀλλ' ἔτι πρὸς τὸ ὑπερκείμενον τρέχει Τοῖς ἔμπροσθεν ἑαυτὴν ἐπεκτείνουσα. ἡ γὰρ ἀκολουθία τῶν ἐφεξῆς λόγων ταῦτα νοεῖν περὶ αὐτῆς ὑποτίθεται· Ἐπὶ χεῖρας τοῦ κλείθρου ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἐπήγαγεν ὅτι Ἀδελφιδός μου παρῆλθεν, ἡ ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. διδάσκει γὰρ διὰ τούτων ἡμᾶς ὅτι ἐπὶ τῆς πάντα νοῦν ὑπερεχούσης δυνάμεως εἷς καταλήψεώς ἐστι τρόπος οὐ τὸ στῆναι περὶ τὸ κατειλημμένον ἀλλὰ τὸ ἀεὶ ζητοῦντα τὸ πλεῖον τοῦ καταληφθέντος μὴ ἵστασθαι. ἡ γὰρ πλήρης γενομένη τῆς σμύρνης πᾶσι τοῖς τοῦ βίου ἐπιτηδεύμασιν, ἅπερ δακτύλους τροπικῶς ὀνομάζει, τὴν 6.353 πρὸς τὸ κακὸν ἐπισημαίνουσα νέκρωσιν καὶ τὸ ἑκούσιον τῆς ἀρετῆς διὰ τοῦ οἴκοθεν ἀποστάξαι τῶν χειρῶν τὴν σμύρναν ἐνδειξαμένη ἅψασθαί φησι τὰς χεῖρας ἑαυτῆς τοῦ κλείθρου, τουτέστι τὰ ἔργα ἑαυτῆς ἐγγίσαι λέγει τῇ στενῇ καὶ τεθλιμμένῃ εἰσόδῳ ἧς τὸ κλεῖθρον ἐγχειρίζει τοῖς κατὰ Πέτρον ὁ λόγος. ἀνοίγει τοίνυν δι' ἑκατέρων ἑαυτῇ τῆς βασιλείας τὴν θύραν, διά τε τῶν χειρῶν δι' ὧν τὰ ἔργα δηλοῦται καὶ διὰ τοῦ κλείθρου τῆς πίστεως· δι' ἀμφοτέρων γὰρ τούτων, ἔργων τε λέγω καὶ πίστεως, ἡ κλεὶς τῆς βασιλείας ἡμῖν ὑπὸ τοῦ λόγου κατασκευάζεται. ὅτε τοίνυν ἤλπισε κατὰ τὸν Μωϋσέα γνωστῶς ἐμφανήσεσθαι αὐτῇ τοῦ ποθουμένου τὸ πρόσωπον, τότε παρῆλθε τὴν κατάληψιν αὐτῆς ὁ ζητούμενος. φησὶ γὰρ ὅτι Ἀδελφιδός μου παρῆλθεν, οὐ καταλιπὼν τὴν ἑπομένην αὐτῷ ψυχὴν ἀλλὰ πρὸς ἑαυτὸν ἐφελκόμενος· Ἡ ψυχὴ γάρ μού φησιν ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. ὦ μακαρίας ἐξόδου ἐκείνης ἣν ἐξέρχεται ἡ τῷ λόγῳ ἑπομένη ψυχή. Κύριος φυλάξει τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου, φησὶν ὁ προφήτης. αὕτη ἐστὶν ὡς ἀληθῶς ἡ ὑπὸ τοῦ θεοῦ φυλασσομένη τοῖς ἀξίοις ἔξοδος ἅμα καὶ 6.354 εἴσοδος γινομένη· ἡ γὰρ ἀπὸ τοῦ ἐν ᾧ ἐσμεν ἔξοδος τῶν ὑπερκειμένων ἀγαθῶν εἴσοδος γίνεται. ταύτην οὖν ἐξῆλθεν ἡ ψυχὴ τὴν ἔξοδον ὁδηγῷ κεχρημένη τῷ λόγῳ τῷ εἰπόντι ὅτι Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ θύρα, καὶ ὅτι ∆ι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, οὐδέποτε οὔτε τοῦ εἰσιέναι λήγων οὔτε τοῦ ἐξιέναι παυόμενος, ἀλλὰ πάντοτε διὰ προκοπῆς εἰς τὰ ὑπερκείμενα εἰσιὼν καὶ ἀεὶ τῶν κατειλημ μένων ἔξω γινόμενος. οὕτω παρῆλθέ ποτε καὶ τὸν Μωϋσέα τὸ ποθούμενον ἐκεῖνο πρόσωπον τοῦ κυρίου καὶ οὕτως ἡ ψυχὴ τοῦ νομοθέτου ἀεὶ ἔξω ἐγίνετο τοῦ ἐν ᾧ ἦν ἑπομένη προϊόντι τῷ λόγῳ. τίς γὰρ οὐκ οἶδε τὰς ἀναβάσεις ἐκείνας ἃς ἀνέβη ὁ Μωϋσῆς, ὁ ἀεὶ μέγας γινόμενος καὶ μηδέποτε ἱστάμενος τῆς ἐπὶ τὸ μεῖζον αὐξήσεως; ηὐξήθη κατ' ἀρχὰς ὅτε τῆς τῶν Αἰγυπτίων βασιλείας ὑψηλότερον τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ ἐποιήσατο Μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· ηὐξήθη πάλιν ὅτε καταπονοῦντος τὸν Ἑβραῖον τοῦ Αἰγυπτίου θανατοῖ τὸν ἀλλόφυλον ὑπὲρ τοῦ Ἰσραηλίτου ἀγωνιζόμενος. νοεῖς δὲ πάντως ἐν τούτοις τὸν τῆς αὐξήσεως τρόπον μεταβαλὼν τὴν ἱστορίαν εἰς τροπικὴν θεωρίαν. πάλιν 6.355 ἑαυτοῦ μείζων ἐγένετο ἀπεριήχητον τὴν ζωὴν φυλάσσων διὰ τῆς ἐν τῇ ἐρήμῳ φιλοσοφίας ἐν χρόνῳ πολλῷ. εἶτα τῷ πυρὶ τῷ ἐπὶ τῆς βάτου φωτίζεται. μετὰ τοῦτο καὶ τὴν ἀκοὴν ταῖς τοῦ φωτὸς ἀκτῖσι διὰ τοῦ λόγου περιαυγάζεται. γυμνοῖ πρὸς τούτοις τῆς νεκρᾶς περιβολῆς τὰς ἑαυτοῦ βάσεις, ἀναλίσκει τῇ ῥάβδῳ τοὺς Αἰγυπτίους δράκοντας, ἐξαιρεῖται τῆς