1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

100

τυραννίδος τοῦ Φαραὼ τὸ ὁμόφυλον, ὁδηγεῖται διὰ νεφέλης, διαιρεῖ τὸ πέλαγος, ὑποβρύχιον ποιεῖ τὴν τυραννίδα, γλυκαίνει τὴν Μερράν, παίει τὴν πέτραν, ἐμφορεῖται τῆς τῶν ἀγγέλων τροφῆς, τῶν σαλπίγγων ἀκούει, τοῦ καιομένου ὄρους κατατολμᾷ, τῆς ἀκρωρείας ἅπτεται, τὴν νεφέλην ὑπέρχεται, ἐντὸς τοῦ γνόφου γίνεται ἐν ᾧ ἦν ὁ θεός, τὴν διαθήκην δέχεται, ἥλιος γίνεται ἀπροσπέλαστον τοῖς προσεγ γίζουσιν ἐκ τοῦ προσώπου τὸ φῶς ἀπαστράπτων. καὶ πῶς ἄν τις πάσας αὐτοῦ τὰς ἀναβάσεις καὶ τὰς ποικίλας θεοφα νείας διεξέλθοι τῷ λόγῳ; ἀλλ' ὅμως ὁ τοσοῦτος, ὁ τοιοῦτος, ὁ ἐν τοσούτοις γενόμενος καὶ διὰ τοσούτων πρὸς τὸν θεὸν 6.356 ὑψωθεὶς ἔτι ἀπλήστως τῆς ἐπιθυμίας ἔχει τοῦ πλείονος καὶ τοῦ κατὰ πρόσωπον ἰδεῖν τὸν θεὸν ἱκέτης γίνεται καίτοι μαρτυρήσαντος ἤδη τοῦ λόγου τῆς κατὰ πρόσωπον αὐτὸν ὁμιλίας ἠξιῶσθαι. ἀλλ' ὅμως οὔτε τὸ ὡς φίλον φίλῳ προσδια λέγεσθαι οὔτε ἡ στόμα κατὰ στόμα γινομένη αὐτῷ πρὸς τὸν θεὸν ὁμιλία τῆς τῶν ἀνωτέρων αὐτὸν ἐπιθυμίας ἵστησιν, ἀλλ' Εἰ εὕρηκα χάριν, φησίν, ἐνώπιόν σου, ἐμφάνισόν μοι σεαυτὸν γνωστῶς. καὶ ὁ τὴν αἰτηθεῖσαν χάριν δώσειν ἐπαγγειλάμενος, ὁ εἰπὼν Ἔγνων σε παρὰ πάντας, παρέρχεται αὐτὸν ἐπὶ τοῦ θείου τόπου ἐν τῇ πέτρᾳ ὑπὸ τῆς θείας χειρὸς σκεπαζόμενον, ὥστε μόγις ἰδεῖν μετὰ τὴν πάροδον αὐτοῦ τὰ ὀπίσθια, διδάσκων, οἶμαι, διὰ τούτων ὁ λόγος ὅτι ὁ ἰδεῖν τὸν θεὸν ἐπιθυμῶν ἐν τῷ ἀεὶ αὐτῷ ἀκολουθεῖν ὁρᾷ τὸν ποθούμενον καὶ ἡ τοῦ προσώπου αὐτοῦ θεωρία ἐστὶν ἡ ἄπαυστος πρὸς αὐτὸν πορεία διὰ τοῦ κατόπιν ἕπεσθαι τῷ λόγῳ κατορθουμένη. οὕτω τοίνυν καὶ νῦν ἡ ψυχή, ὅτε ἀνέστη διὰ τοῦ θανάτου, ὅτε ἐπληρώθη τῆς σμύρνης, ὅτε προσήγαγε τῷ κλείθρῳ διὰ τῶν ἔργων τὰς χεῖρας καὶ εἰσοικίσασθαι τὸν ποθούμενον ἤλπισε, τότε ὁ μὲν παρέρχεται, 6.357 ἡ δὲ ἐξέρχεται οὐκέτι μένουσα ἐν οἷς ἦν, ἀλλὰ τῷ λόγῳ ἐπὶ τὰ πρόσω προηγουμένῳ ἐφεπομένη. Ὁ δὲ ἐφεξῆς λόγος μᾶλλον ἡμῖν βεβαιοῖ τὴν προθεωρη θεῖσαν διάνοιαν ὅτι οὐκ ἐν τῷ καταλαμβάνεσθαι τὸ μέγεθος τῆς θείας γνωρίζεται φύσεως ἀλλ' ἐν τῷ παριέναι πᾶσαν καταληπτικὴν φαντασίαν καὶ δύναμιν· ἡ γὰρ ἐκβᾶσα ἤδη τὴν φύσιν ψυχή, ὡς ἂν μηδενὶ τῶν συνηθῶν πρὸς τὴν γνῶσιν τῶν ἀοράτων κωλύοιτο, οὔτε ζητοῦσα τὸ μὴ εὑρισκόμενον ἵσταται οὔτε καλοῦσα τὸ ἀνεκφώνητον παύεται, φησὶ γὰρ ὅτι Ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν. πῶς γὰρ ἂν εὑρεθείη ὃν μηνύει τῶν γινωσκομένων οὐδέν, οὐκ εἶδος, οὐ χρῶμα, οὐ περιγραφή, οὐ ποσότης, οὐ τόπος, οὐ σχῆμα, οὐ στοχασμός, οὐκ εἰκασμός, οὐκ ἀναλογία; ἀλλὰ πάσης καταληπτικῆς ἐφόδου ἐξώτερος ἀεὶ εὑρισκόμενος ἐκφεύγει πάντως τὴν τῶν ζητούντων λαβήν, διὰ τοῦτό φησιν Ἐζήτησα αὐτόν, διὰ τῶν ἐρευνητικῶν τῆς ψυχῆς δυνάμεων ἐν λογισμοῖς καὶ νοήμασι, καὶ πάντων ἐξώτερος ἦν τὸν προσεγγισμὸν τῆς διανοίας διαδιδράσκων. ὁ δὲ παντὸς γνωριστικοῦ χαρακτῆρος ἐξώτερος ἀεὶ εὑρισκόμενος πῶς ἂν διά τινος ὀνοματικῆς σημασίας περιληφθείη; τούτου χάριν ἐπινοεῖ 6.358 μὲν παντοίαν ὀνομάτων δύναμιν εἰς τὴν τοῦ ἀφράστου ἀγαθοῦ σημασίαν, ἡττᾶται δὲ πᾶσα φραστικὴ λόγου δύναμις καὶ τῆς ἀληθείας ἐλάττων ἐλέγχεται. διό φησιν ὅτι ἐγὼ μὲν ἐκάλουν ὡς ἐδυνάμην ἐπινοοῦσα φωνὰς ἐνδεικτικὰς τῆς ἀφράστου μακαριότητος, ὁ δὲ κρείττων ἦν τῆς τῶν σημαινο μένων ἐνδείξεως. οἷον δὴ ἐποίει πολλάκις καὶ ὁ μέγας ∆αβὶδ μυρίοις ὀνόμασι τὸ θεῖον καλῶν καὶ ἡττᾶσθαι τῆς ἀληθείας ὁμολογῶν· Σὺ γάρ, φησίν, ὁ θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, καὶ ἰσχὺς καὶ στερέωμα καὶ καταφυγὴ καὶ δύναμις καὶ βοηθὸς καὶ ἀντιλήπτωρ καὶ κέρας σωτηρίας καὶ τὰ τοιαῦτα. καὶ πάλιν ὁμολογεῖ ὅτι τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ οὐχὶ γινώσκε ἀλλὰ θαυμάζεται· Ὡς θαυμαστὸν γάρ, φησί, τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. οὕτω φησὶ καὶ πρὸς τὸν Μανωὲ ὁ περὶ τοῦ παιδὸς αὐτῷ χρηματίσας, ὅτε ἠρωτήθη περὶ τοῦ ὀνόματος, ὅτι θαυμαστόν ἐστι τοῦτο καὶ κρεῖττον ἢ ὥστε ὑπ' ἀνθρωπίνης ἀκοῆς χωρηθῆναι. διὰ τοῦτο καὶ ἡ ψυχὴ τὸν λόγον καλεῖ μὲν ὡς δύναται, δύναται δὲ οὐχ ὡς βούλεται· βούλεται γὰρ πλεῖον ἢ δύναται.