1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

106

δορκάδων τε καὶ τῶν ἐλάφων μνήμη διὰ συμβόλων γνωρίζει τὴν δύναμιν· τούτων γὰρ ἡ μὲν ἀπλανῶς ὁρᾷ, ἡ δὲ βρωτικήν τινα καὶ ἀναλωτικὴν τῶν θηρίων δύναμιν ἔχει. τοῦτο τοίνυν προτείνει ταῖς παρθένοις ἡ νύμφη τὸ ναί· τό τε εὐσεβῶς δεῖν πρὸς τὸ θεῖον βλέπειν 6.377 καὶ τὸ καθαρῶς ἐν ἀπαθείᾳ παρατρέχειν τὸν βίον. ὧν κατορθουμένων τὸ ἀμετάθετον πρᾶγμα ἐν ἡμῖν βεβαιοῦται τὸ ναί. οὗτος γάρ ἐστιν ὁ τὴν ἀλήθειαν πιστούμενος ὅρκος, ὃν Πᾶς ὁ ὀμνύων ἐν αὐτῷ ἐπαινεῖται, καθώς φησιν ὁ προφήτης· ἀληθῶς γὰρ ὁ ἐν τοῖς δύο τούτοις τὸ ἀσφαλὲς ἐν ἑαυτῷ κατορθώσας ἔν τε τῷ λόγῳ τῆς πίστεως, ὅταν ἀπλανῶς πρὸς τὴν ἀλήθειαν βλέπῃ, καὶ ἐν τῷ τρόπῳ τῆς ζωῆς, ὅταν παντὸς καθαρεύῃ τοῦ ἐκ πονηρίας μολύσματος, οὗτος ὀμνύει τῷ κυρίῳ μὴ ἀναβῆναι ἐπὶ κλίνης στρωμνῆς, μὴ δοῦναι ὕπνον τοῖς ὀφθαλμοῖς αὐτοῦ μηδὲ νυσταγμὸν τοῖς βλεφάροις, ἕως οὗ εὕρῃ ἐν ἑαυτῷ τόπον τῷ κυρίῳ σκήνωμα τοῦ ἐν αὐτῷ οἰκοῦντος γενόμενος. Εἰ τοίνυν ἐσμὲν καὶ ἡμεῖς τῆς ἄνω Ἰερουσαλὴμ τέκνα, ἀκούσωμεν τῆς διδασκάλου, πῶς ἔστιν ἰδεῖν τὸν ποθούμενον. τί οὖν φησιν; ἐὰν ὅρκιον ἑαυτοῖς τοῦτο ποιήσωμεν τὸ ἐν ταῖς δυνάμεσιν εἶναι τῶν διορατικῶν δορκάδων καὶ ἐν ταῖς ἰσχύσεσι τῶν ἀφανιστικῶν τῆς κακίας ἐλάφων, ἔστι διὰ τούτων ἰδεῖν τὸν καθαρὸν νυμφίον, τὸν τῆς ἀγάπης τοξότην, καὶ εἰπεῖν πρὸς αὐτὸν τὴν ἑκάστου ψυχὴν ὅτι Τετρωμένη ἀγάπης εἰμί. καλὰ δὲ εἶναι τῆς ἀγάπης τὰ τραύματα καὶ παρὰ τῆς Παροιμίας ἐμάθομεν ἥ φησιν Αἱρετὰ μὲν τοῦ φίλου τὰ τραύματα, κακὰ δὲ τῆς ἔχθρας καὶ τὰ φιλήματα. 6.378 τίς δὲ ὁ φίλος οὗ τὰ τραύματα τῶν φιλημάτων τοῦ ἐχθροῦ προτιμότερα, παντὶ δῆλόν ἐστι τῷ μὴ ἀγνοοῦντι τὰ τῆς σωτηρίας μυστήρια. φίλος μὲν γάρ ἐστιν ἀληθινός τε καὶ βέβαιος ὁ καὶ ἐχθροὺς γενομένους ἡμᾶς τοῦ ἀγαπᾶν μὴ παυσάμενος, ἐχθρὸς δὲ ἄπιστός τε καὶ ἀνήμερος ὁ μηδὲν ἠδικηκότας ὑπαγαγὼν τῷ θανάτῳ. τραῦμα τοῖς πρωτοπλά στοις ἐδόκει ἡ διὰ τῆς ἐντολῆς γενομένη τοῦ κακοῦ ἀπαγόρευσις (τραῦμα γὰρ ἐνομίσθη τοῦ ἡδέος ἡ ἀλλοτρίωσις), φίλημα δὲ ἡ πρὸς τὸ ἡδὺ καὶ εὐφανὲς προτροπή. ἀλλ' ἔδειξεν ἡ πεῖρα ὅτι τὰ νομιζόμενα τοῦ φίλου τραύματα τῶν φιλημάτων ἦν τοῦ ἐχθροῦ λυσιτελέστερά τε καὶ αἱρετώτερα. ἐπεὶ οὖν συνέστησεν ἑαυτοῦ τὴν ἀγάπην ὁ καλὸς ἐραστὴς τῶν ἡμετέρων ψυχῶν, δι' ἣν καὶ Ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, διὰ τοῦτο ἀντερασθεῖσα ἡ νύμφη τοῦ ἀγαπήσαντος δείκνυσιν ἐν ἑαυτῇ ἐγκείμενον διὰ βάθους τῆς ἀγάπης τὸ βέλος, τουτέστι τὴν τῆς θεότητος αὐτοῦ κοινωνίαν· ἡ γὰρ ἀγάπη ἐστὶν ὁ θεός, καθὼς εἴρηται, ἡ διὰ τῆς κατὰ τὴν πίστιν ἀκίδος τῇ καρδίᾳ ἐγγενομένη. εἰ δὲ χρὴ καὶ ὄνομα τοῦ βέλους εἰπεῖν τούτου, ἐροῦμεν ὃ παρὰ τοῦ Παύλου ἐμάθομεν ὅτι τὸ βέλος τοῦτό ἐστι Πίστις δι' ἀγάπης ἐνεργουμένη. 6.379 Ἀλλὰ ταῦτα μὲν ἐχέτω ὡς ἄν τῳ δοκῇ, ἴδωμεν δὲ καὶ τὴν παρὰ τῶν παρθένων προσαχθεῖσαν ἐρώτησιν τῇ διδα σκάλῳ· Τί ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξίν; τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς; τοιαύτην δέ μοί τινα δοκεῖ περιέχειν ἡ ῥῆσις διάνοιαν, καθὼς ἡ ἀκολουθία τῶν προεξητασμένων εἰκάζειν δίδωσιν· ἐπειδὴ γὰρ εἶδον αἱ παρθένοι τὴν καλὴν ἔξοδον τῆς ψυχῆς, τῆς νύμφης, ὅτε προσεφύη τῷ λόγῳ ἡ εἰποῦσα ὅτι Ἐξῆλθεν ἡ ψυχή μου ἐν λόγῳ αὐτοῦ, καὶ ἔγνωσαν ὅτι ἐζήτει ἐξελθοῦσα τὸν διὰ σημείων οὐχ εὑρισκόμενον καὶ ἐκάλει βοῶσα τὸν οὐχ ὑπακούοντα τοῖς ὀνόμασι, διὰ τοῦτό φασι· πῶς ἐπιγνῶμεν αὐτὸν ἡμεῖς τὸν μηδενὶ σημείῳ γνωριστικῷ εὑρισκόμενον, ὃς οὔτε ὑπακούει καλούμενος οὔτε κρατεῖται ζητούμενος; περίελε τοίνυν καὶ σὺ τῶν ὀφθαλμῶν τῶν ἡμετέρων τὰ θέριστρα, ὅπερ ἐποίησαν ἐπὶ σοὶ οἱ τῆς πόλεως φύλακες, ἵνα τις γένηται ἡμῖν ὁδηγία πρὸς τὸ ζητούμενον. εἰπὲ τί ἐστιν ὁ ἀδελφιδός σου, καθ' ὃ ἔστιν ἐν τῷ λόγῳ τῆς φύσεως· δὸς ἡμῖν ἔφοδον τῆς ἐπιγνώσεως αὐτοῦ διὰ γνωριστικῶν 6.380 τινων τεκμηρίων, σὺ ἡ τοῦ καλοῦ πληρωθεῖσα καὶ διὰ τοῦτο γενομένη καλὴ ἐν γυναιξί· γνώρισον ἡμῖν τὸ ζητούμενον· δίδαξον ἡμᾶς δι' ὧν εὑρίσκεται σημείων ὁ μὴ ὁρώμενος, ὡς μηνῦσαι αὐτῷ περὶ τοῦ