1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

107

βέλους τῆς ἀγάπης, ᾧ μέσην τέτρωσαι τὴν καρδίαν διὰ τῆς γλυκείας ὀδύνης τὸν πόθον ἐπαύξουσα. Κρεῖττον δ' ἂν εἴη πάλιν τὴν αὐτὴν ῥῆσιν ἐπαναλαβεῖν ἐπὶ λέξεως, ὡς ἂν ἐφαρμοσθείη τοῖς ῥητοῖς ἡ ἐκτεθεῖσα διάνοια· Τί ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξίν; τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς; ἀκούσωμεν τοίνυν τῆς ἀκριβῶς περιελομένης τὸ θέριστρον καὶ ἀνακεκα λυμμένῳ τῷ τῆς ψυχῆς ὀφθαλμῷ βλεπούσης πρὸς τὴν ἀλήθειαν. πῶς ὑπογράφει αὐταῖς τὸ ζητούμενον; πῶς ζωγραφεῖ τῷ λόγῳ τοῦ ποθουμένου τὸν χαρακτῆρα; πῶς ὑπ' ὄψιν ἄγει ταῖς παρθένοις τὸν ἀγνοούμενον; ἐπειδὴ γὰρ τοῦ Χριστοῦ τὸ μὲν κτιστόν ἐστι τὸ δὲ ἄκτιστον (λέγομεν δὲ ἄκτιστον μὲν εἶναι αὐτοῦ τὸ ἀΐδιόν τε καὶ προαιώνιον καὶ ποιητικὸν πάντων τῶν ὄντων, κτιστὸν δὲ τὸ κατὰ τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν συσχηματισθὲν τῷ σώματι τῆς ταπεινώσεως ἡμῶν. μᾶλλον δὲ δι' αὐτῶν τῶν θείων ῥημάτων τὴν περὶ τούτου διάνοιαν βέλτιον ἂν εἴη παραθέσθαι τῷ λόγῳ· 6.381 ἄκτιστον λέγομεν τὸν ἐν ἀρχῇ ὄντα λόγον καὶ ἀεὶ πρὸς τὸν θεὸν ὄντα καὶ θεὸν ὄντα λόγον, τὸν δι' οὗ τὰ πάντα ἐγένετο καὶ οὗ χωρὶς τῶν γεγονότων ἔστιν οὐδέν, κτιστὸν δὲ τὸν σάρκα γενόμενον καὶ ἐν ἡμῖν σκηνώσαντα, οὗ καὶ σαρκωθέν τος ἡ ἐμφαινομένη δόξα δηλοῖ, ὅτι Θεὸς ἐφανερώθη ἐν σαρκί, θεὸς δὲ πάντως ὁ μονογενής, ὁ ἐν τοῖς κόλποις ὢν τοῦ πατρός, οὕτως εἰπόντος τοῦ Ἰωάννου ὅτι Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, καίτοι τὸ φαινόμενον ἄνθρωπος ἦν, ἀλλὰ τὸ δι' αὐτοῦ γνωριζόμενον ∆όξαν φησὶν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας) ἐπειδὴ τοίνυν τὸ μὲν ἄκτιστον αὐτοῦ καὶ προαιώνιον καὶ ἀΐδιον ἄληπτον μένει καθ' ὅλου πάσῃ φύσει καὶ ἀνεκφώνητον, τὸ δὲ διὰ σαρκὸς ἡμῖν φανερωθὲν δύναται ποσῶς καὶ εἰς γνῶσιν ἐλθεῖν, τούτου χάριν πρὸς ταῦτα ἡ διδάσκαλος βλέπει καὶ περὶ τούτων ποιεῖται τὸν λόγον ὅσα δύναται γενέσθαι χωρητὰ τοῖς ἀκούουσιν. λέγω δὲ Τὸ μέγα τῆς εὐσεβείας μυστήριον, δι' οὗ ὁ θεὸς ἐφανερώθη ἐν σαρκί, ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων καὶ τῷ δουλικῷ προσωπείῳ διὰ σαρκὸς συναναστραφεὶς τοῖς ἀνθρώποις, ὃς ἐπειδὴ ἅπαξ πρὸς ἑαυτὸν διὰ τῆς ἀπαρχῆς ἐπεσπάσατο τὴν ἐπίκηρον τῆς σαρκὸς φύσιν, ἣν διὰ τῆς ἀφθόρου παρθενίας ἀνέλαβεν, ἀεὶ τῇ ἀπαρχῇ συναγιάζει τὸ κοινὸν τῆς φύσεως φύραμα διὰ 6.382 τῶν ἑνουμένων αὐτῷ κατὰ τὴν κοινωνίαν τοῦ μυστηρίου τρέφων τὸ ἑαυτοῦ σῶμα, τὴν ἐκκλησίαν, καὶ καταλλήλως τὰ ἐμφυόμενα διὰ τῆς πίστεως αὐτῷ μέλη τῷ κοινῷ σώματι ἐναρμόζων εὐπρεπὲς τὸ πᾶν ἀπεργάζεται εἰς ὀφθαλμοὺς καὶ στόμα καὶ χεῖρας καὶ τὰ λοιπὰ μέλη πρεπόντως τε καὶ ἁρμοδίως διατιθεὶς τοὺς πιστεύοντας. οὕτω γάρ φησιν ὁ Παῦλος ὅτι Ἓν μέν ἐστι σῶμα, πολλὰ δὲ μέλη. Τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν, ἀλλ' ἔστι τις καὶ ὀφθαλμὸς ἐν τῷ σώματι μὴ καταφρονῶν τῆς χειρὸς καὶ κεφαλή τις ὢν οὐκ ἀπωθεῖται τοὺς πόδας, ἀλλὰ συγκέκραται πρὸς ἑαυτὸ τῇ ποικιλίᾳ τῶν ἐνεργειῶν ἅπαν διὰ τῶν μελῶν τὸ σῶμα, ἵνα μὴ στασιάζῃ πρὸς τὸ ὅλον τὰ μέρη. ταῦτα δὲ δι' αἰνιγμάτων προθεὶς τὰ νοήματα ἐπὶ τὸ σαφέστερον προάγει τὸν λόγον εἰπὼν ὅτι Ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ ἀποστόλους καὶ προφήτας καὶ διδασκάλους καὶ ποιμένας Πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. καὶ πάλιν Αὐξήσωμεν, φησίν, εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, ὁ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον 6.383 διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ' ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. οὐκοῦν ὁ πρὸς τὴν ἐκκλησίαν βλέπων πρὸς τὸν Χριστὸν ἄντικρυς βλέπει τὸν ἑαυτὸν διὰ τῆς προσθήκης τῶν σῳζομένων οἰκοδομοῦντα καὶ μεγαλύνον τα. ἡ τοίνυν ἀποθεμένη τῶν ὀμμάτων τὸ θέριστρον καθαρῷ τῷ ὀφθαλμῷ τὸ ἄφραστον ὁρᾷ τοῦ νυμφίου κάλλος καὶ διὰ τοῦτο τρωθεῖσα τῷ ἀσωμάτῳ καὶ διαπύρῳ βέλει τοῦ ἔρωτος·