1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

113

ἐπὶ βάσεις χρυσᾶς, εἶδος αὐτοῦ ὡς Λίβανος ἐκλεκτός, ὡς κέδροι, Φάρυγξ αὐτοῦ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία. οὗτος ἀδελφιδός μου καὶ οὗτος πλησίον μου, θυγατέρες Ἰερουσαλήμ. Ὁ τῷ ἀδόλῳ γάλακτι τρέφων τὸ νηπιάζον ἔτι τῆς πνευ ματικῆς ἡλικίας, τροφός, καθώς φησιν αὐτὸς ὁ ἀπόστολος, τῶν ἀρτιγενῶν ἐν τῇ ἐκκλησίᾳ γινόμενος, ταμιεύεται τὸν τῆς σοφίας ἄρτον τοῖς τελειωθεῖσι κατὰ τὸν ἔσω ἄνθρωπον εἰπών· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, οἳ διὰ τὴν 6.400 τῶν ἀγαθῶν διδαγμάτων ἕξιν γεγυμνασμένα ἔχοντες τὰ τῆς ψυχῆς αἰσθητήρια τοῦ ἄρτου τῆς σοφίας εὐπαράδεκτοι γίνονται τῆς λεπτοποιούσης ἐν τοῖς ὀδοῦσι τῶν λογισμῶν σιαγόνος εἰς τροφὴν προσδεόμενοι. χρὴ τοίνυν εἶναι καὶ σιαγόνας ἐν τῷ σώματι τοῦ Χριστοῦ τοῖς μηκέτι προσανέχουσι τῇ θηλῇ τοῦ λόγου ἀλλ' ἤδη τῆς στερροτέρας ἐφιεμένοις τροφῆς, περὶ ὧν νῦν ποιεῖται τὸν λόγον ἡ νύμφη λέγουσα οὕτως· Σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά. τὸ μὲν οὖν ἀκολούθως ἔχειν τὸν περὶ τῶν σιαγόνων λόγον τοῖς περὶ τῶν ὀφθαλμῶν θεωρηθεῖσι παντὶ δῆλον ἂν εἴη τῷ συνετῶς ἐπαΐοντι· διὰ τοῦτο γὰρ χρὴ τὸν ὀφθαλμὸν τῷ πληρώματι τῶν πνευματικῶν ὑδάτων προσεδρεύοντα τῷ ἀπλανεῖ τε καὶ ἀδόλῳ λούεσθαι γάλακτι τῇ ἀκάκῳ περιστερᾷ ὁμοιούμενον, ἵνα κοινωνοὺς ποιήσῃ τῶν ἰδίων ἀγαθῶν πάντας τοὺς εἰς τὸ σῶμα συντελοῦντας τῆς ἐκκλησίας. οὗ χάριν καὶ ὁ μέγας Ἠσαΐας τὸν ἐπὶ τὸ ὄρος τὸ ὑψηλὸν ἀναβάντα διὰ τῆς πολιτείας βοᾶν διακελεύεται λαμπρᾷ τῇ φωνῇ, ὥστε γνῶναι δι' αὐτοῦ τοὺς ἀκούοντας τὸν μετὰ ἰσχύος ἐρχόμενον κύριον καὶ τὸν ἐξουσιάζοντα τῶν ὄντων βραχίονα, τὸν ποιμαίνοντα τὸ ποίμνιον καὶ τοὺς ἄρνας συνάγοντα καὶ τὰς καλῶς διὰ τῶν ἀγαθῶν ἐλπίδων κυοφορού 6.401 σας παρακαλοῦντα, τὸν διειληφότα τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακὶ περισφίγγοντα, καὶ ὅσα ἄλλα πρὸς τούτοις ἡ προφητεία φησὶ δεῖν παρὰ τοῦ τῆς ἀκρωρείας ἐπιβεβηκότος κηρύσσεσθαι. εἰ τοίνυν ἐπὶ τούτῳ γίνεται τοῖς ὀφθαλμοῖς ἡ ἐκ τῶν ὑδάτων τε καὶ τοῦ γάλακτος δύναμις πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, ἀκολούθως ἐπαινοῦνται μετ' ἐκείνους αἱ σιαγόνες, ὧν ἔργον ἐστὶ τὸ λεπτοποιεῖν τὴν τροφὴν δι' ἧς ἡ τοῦ σώματος συντηρεῖται φύσις καὶ δύναμις. Ἴδωμεν τοίνυν ἐν τίνι τῶν σιαγόνων ἔστιν ὁ ἔπαινος. αὐτῆς ἀκούσωμεν τῆς νύμφης οἷα περὶ αὐτῶν διεξέρχεται· Σιαγόνες αὐτοῦ, φησίν, ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά. εἰ τὸ διηπλωμένον τῶν ἐκπωμάτων εἶδος ὁ λόγος σημαίνει τῷ τῆς φιάλης ὀνόματι, ἐν ᾧ κλέπτεται διὰ τῆς κατασκευῆς ἡ κοιλότης οὔτε ἄγαν βαθυνομένου τοῦ σχήματος οὔτε δι' εὐθείας ἐξυπτιάζοντος, ὡς μήτε κοῖλον ἀκριβῶς εἶναι δοκεῖν μήτε ἐπίπεδον, εἰ τοίνυν τὸ τοιοῦτον εἶδος ὑποδείκνυσι διὰ τῆς φιάλης ἡ νύμφη, ἴδιον ἂν ἔχοι λόγον ἐκ τοῦ σχήματος τούτου τῶν σιαγόνων ὁ ἔπαινος. εἴποι γὰρ ἄν τις τὸ ἁπλοῦν τε καὶ διηπλωμένον καὶ ἄδολον τῆς διδασκαλίας ἐπαινέσαι τὸν λόγον βουλόμενον μνήμην τῆς φιάλης ποιήσασθαι, ἐν ᾗ τὸ ἀπηγορευμένον ὑπὸ τοῦ προφήτου 6.402 βάθος συστῆναι οὐ δύναται τοῦ εἰπόντος· Ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων. τὴν οὖν ἐν ἁπλότητι φανερουμένην ἀλήθειαν δίχα τινὸς δολερᾶς κοιλότη τός φαμεν διὰ τοῦ ὀνόματος τῆς φιάλης σημαίνεσθαι, ἧς ὕλη μέν ἐστι τὸ ἄρωμα, ἔργον δὲ τὸ φύειν μυρεψικά· Σιαγόνες γὰρ αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος, οὐκ ἐξ ἀργύρου γενό μεναι ἢ χρυσοῦ ἢ ὑέλου ἤ τινος ἑτέρας ὕλης τοιαύτης, ἀλλ' αὐτοῦ τοῦ ἀρώματος, ταῦτα ἐξ ἑαυτῶν φύουσαι, δι' ὧν τὰ μύρα κατασκευάζεται. σαφὴς δὲ πάντως διὰ τῶν εἰρημένων ἐστὶν ἡ τοῖς ῥητοῖς τούτοις ἐνθεωρουμένη διάνοια ὅτι τῶν καθαρῶν τῆς ἐκκλησίας ὀμμάτων ἔστι τοιαύτην παρασκευά ζειν τῷ σώματι τὴν τροφὴν τῇ λεαντικῇ τῶν σιαγόνων δυνάμει ὡς μηδὲν βαθύ τε καὶ ὕπουλον ἐν τοῖς λεγομένοις ὁρᾶσθαι, ἀλλ' εἶναι πάντα τηλαυγῆ τε καὶ ἐλεύθερα καὶ πάσης δολερᾶς ἐπικρύψεως καὶ βαθύτητος κεχωρισμένα, ὡς καὶ νηπίοις εἶναι κατάδηλα, καθώς φησιν ὁ προφήτης ὅτι Ἡ μαρτυρία κυρίου πιστή, σοφίζουσα νήπια· καὶ Ἡ ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς. εἰ γὰρ