1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

115

κοινοῦ σώματος τῆς ἐκκλησίας στόμα γενόμενοι τῆς νεκρωτικῆς τῶν παθημάτων σμύρνης πλήρεις τοὺς ἀκροωμένους ἐποίουν ἀνθοφοροῦντες διὰ τῶν κρίνων τοῦ λόγου, δι' ὧν οἱ μεγάλοι τῆς πίστεως πρόμαχοι διὰ τῆς ἀγαθῆς ὁμολογίας κατὰ τὸν τῆς μαρτυρίας, καιρὸν ἐν τοῖς ὑπὲρ 6.406 εὐσεβείας ἀγῶσι κατεσμυρνώθησαν. καὶ τί χρὴ διὰ πλειόνων μηκύνειν τὸν περὶ τούτων λόγον φανερᾶς διὰ τῶν εἰρημένων γενομένης ἡμῖν τῆς διανοίας, πῶς τὸ στόμα τῆς ἐκκλησίας κρίνον γίνεται καὶ πῶς ἀποστάζει τοῦ κρίνου ἡ σμύρνα καὶ πῶς πληροῦται τῆς τοιαύτης σταγόνος ἡ τῶν δεχομένων ψυχή. Ἀλλὰ πρὸς τὸν ἐφεξῆς ἤδη λόγον μετέλθωμεν. φησὶ γάρ· Χεῖρες αὐτοῦ τορευταί, χρυσαῖ, πεπληρωμέναι θαρσεῖς. ὅτι μὲν οὖν ἀτελής ἐστιν ἐπὶ τοῦ σώματος τῆς ἐκκλησίας ἡ τοῦ ὀφθαλμοῦ χάρις τῆς τῶν χειρῶν ὑπουργίας διεζευγμένη, σαφῶς παρὰ τοῦ μεγάλου μεμαθήκαμεν Παύλου ὅς φησιν ὅτι Οὐ δύναται ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· χρείαν σου οὐκ ἔχω. τότε γὰρ μάλιστα ἡ τῶν ὀφθαλμῶν ἐνέργεια δείκνυται, ὅταν τὰ ἔργα μαρτυρῇ τὴν ὀξυωπίαν τῷ ὄμματι διὰ τῆς περὶ τὰ καλὰ σπουδῆς τὴν ἀγαθὴν ὁδηγίαν ἐπισημαίνοντα. ἐπεὶ δὲ χρὴ προθέντας τὸν περὶ τῶν χειρῶν τοῦ θείου σώματος ἔπαινον ὁδηγηθῆναι διὰ τῶν εἰρημένων, ὅπως προσήκει κατηρτίσθαι τοὺς ἀντὶ χειρῶν ὄντας ἐπὶ τῆς ἐκκλησίας, αὐτὸ προθέντες τὸ θεῖον λόγιον, ὅπως ἂν οἷόν τε ᾖ, τὴν ἐγκειμένην αὐτῷ θεωρῆσαι διάνοιαν διδόντος θεοῦ πειρασό μεθα. Χεῖρες αὐτοῦ, φησί, τορευταί, χρυσαῖ. τέως μὲν οὖν τοσοῦτον πρόδηλόν ἐστιν ἐκ τῶν εἰρημένων τὸ νόημα, ὅτι οἷς τὸ τῆς κεφαλῆς εἶδος ἐγκωμιάζεται διὰ τῶν αὐτῶν 6.407 καὶ ταῖς χερσὶ πληροῦται ὁ ἔπαινος. κεφαλὴν δὲ τὸν κατὰ 6.407 σάρκα Χριστὸν ἐνοήσαμεν, ἐν ᾧ ὁ θεὸς ἦν τὸν κόσμον ἑαυτῷ καταλλάσσων κατὰ τὴν τοῦ Παύλου φωνήν, ὁ ἐν τῇ σαρκὶ διὰ τῶν δυνάμεών τε καὶ τῶν θαυμάτων ἑαυτὸν φανερώσας. εἰ οὖν ἡ νοηθεῖσα ἡμῖν αὕτη κεφαλὴ χρυσίον ἀκήρατον παρὰ τοῦ λόγου κατωνομάσθη διὰ τὸ πάσης ἁμαρτίας ἐκτὸς εἶναι (Ὃς ἁμαρτίαν γάρ, φησίν, οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ), χρυσᾶς δὲ εἶναί φησι καὶ τὰς χεῖρας ὁ λόγος, πρόδηλόν ἐστι τὸ διὰ τούτων νοούμενον ὅτι τὸ καθόλου καθαρόν τε καὶ ἀναμάρτητον καὶ πάσης κακίας ἀμιγές τε καὶ ἀπαράδεκτον νομοθετεῖ τῇ χειρὶ ὁ λόγος. χεῖρα δὲ νοοῦμεν πάντως τὴν τὰ κοινὰ τῆς ἐκκλησίας εἰς τὰς τῶν ἐντολῶν χρείας διαχειρίζουσαν, ἧς ἔπαινός ἐστι τὸ ὁμοιωθῆναι τῇ τῆς κεφαλῆς φύσει κατὰ τὸ καθαρόν τε καὶ ἀναμάρτητον. καθαρὰ δὲ γίνεται τότε ἡ χείρ, ὅταν διὰ τῆς τορείας ἅπαν ἀποξύσηται τὸ ἐμποδίζον τῷ κάλλει· καθάπερ γὰρ οἱ πρός τινα ζῴου μορφὴν ἀποτυποῦντες τὸ μάρμαρον ἐκεῖνα διὰ τῆς τορείας ἐκγλύφουσι τοῦ λίθου 6.408 καὶ ἐκκολάπτουσιν ὧν περιαιρεθέντων πρὸς τὸ ἀρχέτυπον εἶδος ἀποτυποῦται τὸ μίμημα, οὕτω καὶ ἐπὶ τοῦ κάλλους τῶν τοῦ σώματος τῆς ἐκκλησίας χειρῶν πολλὰ χρὴ διὰ τῆς τῶν λογισμῶν τορείας ἀποξυσθῆναι, ἵνα γένηται ἡ χεὶρ χρυσῆ ὡς ἀληθῶς καὶ ἀκήρατος. πάντως δὲ πρόδηλα πᾶσίν ἐστιν, ὅσα μὴ περιαιρεθέντα τῆς χειρὸς τῷ κάλλει λυμαίνεται, οἷον τὸ ἀνθρωπάρεσκον, τὸ φιλοκερδές, τὸ φιλό δοξον, τὸ μόνον πρὸς τὸ φαινόμενον βλέπειν, τὸ περιφανείας τινὰς ἑαυτῷ διὰ τῶν ἐν χερσὶ πραγματεύεσθαι, τὸ εἰς τρυφὴν καὶ ἀπόλαυσιν ἰδίαν τῇ τῶν ἐντολῶν ἀποκεχρῆσθαι παρασκευῇ· ἃ χρὴ πάντα ταῦτα καὶ τὰ τοιαῦτα τοῖς τῶν λογισμῶν ὀργάνοις περιξυσάμενον ἐκεῖνο καταλιπεῖν μόνον τὸ καθαρόν τε καὶ ἀκιβδήλευτον χρυσίον τῆς προαιρέσεως τὸ τῇ ἀκηράτῳ κεφαλῇ ὁμοιούμενον. σαφέστερον δ' ἂν γένοιτο ἡμῖν τὸ λεγόμενον διὰ τῆς τοῦ ἀποστόλου φωνῆς, ὃς πιστὸν τὸν θεὸν ὀνομάσας οὐδὲν ἄλλο καὶ ἐν τοῖς οἰκονόμοις ζητεῖν ἀξιοῖ ἢ τὸ πιστὸν εὑρεθῆναι, οὑτωσὶ γράψας τῷ ῥήματι· Ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. οὐκοῦν ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος ἀντὶ χειρὸς ὢν τῇ ἐκκλησίᾳ χρυσῆν καθ' ὁμοιότητα τῆς κεφαλῆς δείκνυσι τὴν χεῖρα τοῦ σώματος τὸν σοφὸν ἑαυτοῦ δεσπότην διὰ τοῦ βίου μιμούμενος. οὐκ ἦν τοιαύτη χεὶρ ἐν τῷ τῶν ἀπο στόλων σώματι ὁ Ἰούδας ἐκεῖνος ὁ ἐλεεινός τε καὶ δείλαιος,