1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

118

πολλοὶ δὲ καὶ οἱ τὴν τοῦ μαρτυρίου σκηνὴν διερείδοντες στῦλοι διαφόροις ὕλαις κεκοσμημένοι, ὧν κεφαλίδες μὲν ἦσαν καὶ βάσεις χρυσαῖ, τὸ δὲ μέσον τῇ τοῦ ἀργυρίου περιβολῇ κεκαλλώπιστο. τοὺς δὲ τῆς ἐκκλησίας στύλους (οἶκος δέ ἐστιν ἡ ἐκκλησία, καθώς φησιν ὁ ἀπόστολος ὅτι Πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι) μαρμαρίνους εἶναί φησιν ἡ νύμφη ἐπὶ 6.416 χρυσῶν βεβηκότας τῶν βάσεων, ὅτι μὲν οὖν συμφωνεῖ τῇ τοῦ Βεσελεὴλ σοφίᾳ ἡ νύμφη κατὰ τὴν τοῦ κάλλους ὑπογραφὴν παραπλησίως ἐκείνῳ τὴν κεφαλὴν καὶ τὰς βάσεις τῷ χρυσίῳ κοσμήσασα, παντὶ δῆλόν ἐστι τῷ τοῖς περὶ τῆς σκηνῆς εἰρημένοις καθομιλήσαντι· ὡς γὰρ ἐκεῖνος χρυσῆν ἑκάστῳ τῶν στύλων τὴν κεφαλὴν ἐφαρμόσας ἐπὶ χρυσῆς ἵστησι βάσεως, οὕτω καὶ ἐνταῦθά φησιν ἡ καθαρῶς πρὸς τὸ τοῦ νυμφίου βλέπουσα κάλλος κεφαλὴν μὲν αὐτοῦ εἶναι χρυσίον καθαρὸν καὶ ἀκήρατον (τοῦτο γὰρ ἡ τοῦ κεφὰζ λέξις ἐνδείκνυται), τεθεμελιῶσθαι δὲ τὰς κνήμας ἐπὶ χρυσῶν λέγει τῶν βάσεων. πρὸς ὅ τι δὲ χρὴ μεταληφθῆναι τὰ περὶ τῶν στύλων αἰνίγματα, τῷ ἁγίῳ Παύλῳ μαθητευόμενοι τῆς ἀληθοῦς ἐννοίας οὐκ ἐκπεσούμεθα, ὃς τοὺς προέχοντας ἐν τοῖς ἀποστόλοις Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην στύλους τῆς ἐκκλησίαςὠνόμασεν. ἐπεὶ δὲ καὶ τοῦτο προσήκει μαθεῖν, πῶς ἔστι γενέσθαι στῦλον, ὡς ἂν καὶ ἡμεῖς ἄξιοι τῆς τοιαύτης γενοίμεθα κλήσεως, πάλιν καὶ τοῦτο παρὰ τῆς τοῦ Παύλου σοφίας ἀκούομεν, ὅς φησι στῦλον εἶναι τὸ ἑδραίωμα τῆς ἀληθείας. οὐκοῦν χρυσίον μέν ἐστιν ἡ ἀλήθεια, ἡ καὶ βάσις τῶν κνημῶν γινομένη καὶ τὰς χεῖρας καὶ τὴν κεφαλὴν δι' ἑαυτῆς καλλωπίζουσα, τὸ δὲ ἑδραίωμα εἰς τὴν τοῦ μαρμάρου 6.417 φύσιν μεταλαβών τις οὐχ ἁμαρτήσεται. ὡς εἶναι τοιαύτην τὴν τῶν λεγομένων διάνοιαν ὅτι αἱ κνῆμαι τοῦ σώματος, οἱ μαρμάρινοι στῦλοι (τουτέστιν οἱ τῷ λαμπρῷ βίῳ καὶ τῷ ὑγιαίνοντι λόγῳ τὸ κοινὸν σῶμα τῆς ἐκκλησίας βαστάζοντές τε καὶ διερείδοντες, δι' ὧν ἥ τε βάσις τῆς πίστεως ἔχει τὸ πάγιον καὶ ὁ κατ' ἀρετὴν δρόμος ἀνύεται καὶ ἐν τοῖς ἅλμασι τῶν θείων ἐλπίδων ὅλον τὸ σῶμα μετέωρον γίνεται) διὰ τῶν δύο κατορθοῦνται τούτων, ἀληθείας καὶ βεβαιότητος, τοῦ μὲν χρυσοῦ μεταλαμβανομένου πρὸς τὴν ἀλήθειαν, ἥτις κατὰ τὴν τοῦ Παύλου φωνὴν θεμέλιος τῆς θείας οἰκοδομῆς γίνεταί τε καὶ ὀνομάζεται (οὕτω γάρ φησιν ὅτι Θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Ἰησοῦς Χριστὸς δέ ἐστιν ἡ ἀλήθεια, ᾗ ἐνθεμελιοῦνται αἱ κνῆμαι, οἱ στῦλοι τῆς ἐκκλησίας), διὰ δὲ τοῦ μαρμάρου νοούντων ἡμῶν τό τε λαμπρὸν τοῦ βίου καὶ τὸ πρὸς τὴν τῶν ἀγαθῶν διάθεσιν ἐμβριθές τε καὶ ἀμετάθετον. ἀλλ' ἐπειδὴ πολλοὶ μὲν οἱ στῦλοι τῆς τοῦ μαρτυρίου σκηνῆς, πολλοὶ δὲ καὶ οἱ τὸν τῆς σοφίας οἶκον διαβαστάζοντες, δύο δὲ νῦν ἐξαρκοῦσιν ὅλον ἀνέχειν ἐφ' ἑαυτῶν τὸ σῶμα, τάχα πρὸς ἄλλην τινὰ διάνοιαν χρὴ μεταγαγεῖν τὸν σκοπὸν τοῦ αἰνίγματος· οἶμαι γὰρ διὰ 6.418 τούτων ἐκεῖνο κατασκευάζεσθαι τὸ πολυειδεῖς μὲν γίνεσθαι τὰς ἐκ τοῦ νόμου πρὸς ἀρετὴν ὁδηγίας, πολλὰ δὲ καὶ τῆς σοφίας εἶναι τὰ παραγγέλματα πρὸς τὸν αὐτὸν ὁρῶντα σκοπόν, τὸν δὲ συντετμημένον τοῦ εὐαγγελίου λόγον εἰς εὐαρίθμητόν τε καὶ συνεσταλμένον ἀγαγεῖν πᾶσαν τοῦ κατ' ἀρετὴν βίου τὴν τελειότητα οὕτως εἰπόντος τοῦ κυρίου ὅτι Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. ἴσον δὲ πάντως ἐστὶν εἰς δύναμιν ἢ ὑποκρεμάμενον ἀνέχειν τὸ βάρος ἢ ἐπικείμενον· εἷς γὰρ δι' ἀμφοτέρων ὁ τῆς δυνάμεως θεωρεῖται τόνος τοῦ καθ' ἑκάτερον τρόπον τὸ ἄχθος βαστάζοντος· φέρει γὰρ ὁμοίως δι' ἑαυτοῦ, εἴτε ἀπηρτημένον ἔχει τὸ βάρος εἴτε ὑπολαμβάνει τῇ παλάμῃ τὸ βασταζόμενον. ἐπεὶ οὖν ὁ μὲν κύριος ἐν ταύταις φησὶ ταῖς δυσὶν ἐντολαῖς ὅλον τὸν νόμον κρέμασθαι καὶ τοὺς προφήτας, νῦν δὲ ἡ νύμφη δύο στύλοις ἐπὶ χρυσῶν θεμελίων βεβηκόσι βαστάζεσθαι λέγει τὸ σῶμα, καλῶς ἂν ἔχοι πρὸς τὴν θεωρίαν τοῦ κατὰ τὰς κνήμας αἰνίγματος συμπαραλαβεῖν τὰς δύο ἐντολὰς ἐκείνας, ὧν τὴν μὲν πρώτην ὀνομάζει ὁ κύριος, τὴν δὲ ὁμοίαν τῇ πρώτῃ, λέγων τὸ μὲν ἀγαπᾶν τὸν θεὸν ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως τὴν