1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

120

συνηρεφής τε καὶ δάσκιος, τούτου χάριν πρὸς τὰς ἐναντίας ἐννοίας διὰ τῶν κατὰ τὸ φαινόμενον ὑποδειγμάτων ὑπὸ τῆς γραφῆς τὸ ὄρος μερίζεται προσφόρως λαμβανόμενον καθ' ἑκάτερον. καὶ οὕτως ἔστι παρὰ τοῖς αὐτοῖς προφήταις ἰδεῖν τὸ αὐτὸ ὄνομα κατὰ τὴν τῶν δηλουμένων διαφορὰν ἐπαινούμενόν τε καὶ κακιζόμενον· νῦν μὲν γὰρ συντρίβει κύριος τὰς κέδρους τοῦ Λιβάνου καὶ ὅλον τὸν Λίβανον μετὰ τῶν ἐν αὐτῷ κέδρων λεπτύνει καθ' ὁμοιότητα τοῦ εἰδωλο ποιηθέντος μόσχου ἐν τῇ ἐρήμῳ (δι' οὗ τοῦτο ἡ προφητεία παρίστησιν ὅτι αὐτή τε ἡ κακία καὶ πᾶν ἐξ αὐτῆς ὕψωμα τὸ κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρόμενον εἰς τὸ μὴ ὂν περιστήσεται), νῦν δὲ πρὸς τὸ κρεῖττον αὐτοῦ μεταλαμβάνει 6.423 τὴν σημασίαν λέγων· ∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται· ὁ γὰρ ἀληθῶς δίκαιος (κύριος δέ ἐστιν ὁ δίκαιος ὁ δι' ἡμᾶς ἐκ γῆς ἀνασχών), ἐκεῖνος ὁ ὑψίκομος φοῖνιξ ὁ ἐν τῇ ὕλῃ τῆς φύσεως ἡμῶν ἀνατείλας ὄρος γίνεται ταῖς κέδροις τῶν ῥιζουμένων διὰ πίστεως ἐν αὐτῷ πληθυνόμενος, αἵτινες ὅταν ἐν τῷ οἴκῳ τοῦ θεοῦ φυτευθῶσιν, Ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἐξανθήσουσιν. οἶκον δὲ τὴν ἐκκλησίαν κατὰ τὴν τοῦ ἀποστόλου ὑφήγησιν ἐνοήσαμεν, ἐν ᾧ γίνεται ἡ τῶν κέδρων τοῦ θεοῦ φυτεία, αὐλὰς δὲ τὰς αἰωνίους σκηνάς, ἐν αἷς ἡ τῶν ἀγαθῶν ἐλπίδων ἐξάνθησίς τε καὶ φανέρωσις τοῖς καθήκουσι χρόνοις γενήσεται. ἐπειδὴ τοίνυν τὸ σῶμα τοῦ Χριστοῦ διὰ τῶν καθ' ἕκαστον ἐκπληροῦται μελῶν (τὰ γὰρ πολλὰ μέλη ἓν σῶμα γίνεται, καθώς φησιν ὁ ἀπόστολος), τούτου χάριν ὅλον τὸ τοῦ νυμφίου κάλλος τὸν ἐκλεκτὸν ὠνόμασε Λίβανον τὴν πρὸς τὸν ἀπόβλητον Λίβανον διαφορὰν τῷ ἐκλεκτὸν διαστείλασα· ἐκεῖνος γάρ ἐστιν ὁ Λίβανος ὁ κατὰ τὸν Ἠσαΐαν σὺν τοῖς ὑψηλοῖς πεσούμενος, ὅταν ἐκ τῆς τοῦ Ἰεσσαὶ ῥίζης ἀνατείλῃ τὸ ἄνθος καὶ ἡ τῆς ἐξουσίας ῥάβδος ἀναφύῃ, δι' ἧς μεταβάλλε 6.424 τοῦ τε λέοντος καὶ τῆς παρδάλεως καὶ τῶν ἀσπίδων ἡ φύσις πρὸς τὸ τιθασόν τε καὶ ἥμερον, ὥστε συνδιαιτᾶσθαι μὲν τῷ μόσχῳ τὸν λέοντα, συναναπαύεσθαι δὲ τῷ ἐρίφῳ τὴν πάρδαλιν, ἐπιστατεῖν δὲ τούτων τὸ παιδίον ἐκεῖνο τὸ νήπιον ὃ ἐγεννήθη ἡμῖν, οὗ ἡ χεὶρ ἐν τῇ τρώγλῃ τῶν ἀσπίδων γίνεται καὶ τῶν ἐγγόνων τῆς ἀσπίδος ἐφαπτομένη καὶ τὸν ἰὸν αὐτῶν ἀπαμβλύνουσα, ὧν γινομένων φησὶν ὁ προφήτης ὅτι καὶ Ὁ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. ὅσα δὲ μηνύει διὰ τῶν αἰνιγμάτων τούτων ἡ προφητεία, ὡς πρόδηλα πᾶσιν ὄντα περιττὸν ἂν εἴη δι' ἀκριβείας ἐκτίθεσθαι. τίς γὰρ οὐκ οἶδε τὸ γεννηθὲν ἡμῖν παιδίον τὸ τῶν ἀσπίδων τῇ χειρὶ ἐφαπτόμενον, οὗ ἡ ἐπιστασία τὰ δηλητήρια τῶν θηρίων ποιεῖ τοῖς ἡμέροις ὁμόσκηνα τῆς φυσικῆς πικρίας λήθην ποιούμενα; ἐπεὶ οὖν πίπτει διὰ τούτων ὁ Λίβανος, ἡ κακία, καὶ συγκαταπίπτει τῇ πρώτῃ τῶν κακῶν ἀρχῇ τὰ κατὰ τῆς ἀληθείας ὑψώματα, διὰ τοῦτο τῷ ἐκλεκτῷ Λιβάνῳ παρεικάζει ἡ νύμφη τοῦ κυρίου τὸ κάλλος οὕτως εἰποῦσα τοῖς ῥήμασιν· Εἶδος αὐτοῦ ὡς Λίβανος ἐκλεκτός, ὡς κέδροι. Προστίθησι δὲ καὶ τῷ φάρυγγι τὸν κατάλληλον ἔπαινον γλυκασμόν τε αὐτὸν καὶ ἐπιθυμίαν ὀνομάσασα. ἔχει δὲ ἡ λέξις οὕτως· Φάρυγξ αὐτοῦ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία. ὃ δὲ περὶ τούτου νοοῦμεν, τοιοῦτόν ἐστι· τὸ ὑπὸ τὸν ἀνθερεῶνα μέρος φάρυγγα καλεῖ ἡ συνήθεια, ᾧ φασι 6.425 τὸν ἦχον τῇ προσπτώσει τοῦ ἐκ τῆς ἀρτηρίας πνεύματος ἀπογεννᾶσθαι περιδονούμενον. ἐπεὶ οὖν κηρία μέλιτος οἱ καλοί εἰσι λόγοι, λόγου δὲ ὄργανόν ἐστιν ἡ φωνή, ἧς ἡ γένεσίς ἐστιν ἐκ φάρυγγος, τάχα τοὺς ὑπηρέτας τε καὶ ὑποφήτας τοῦ λόγου ἐν οἷς λαλεῖ ὁ Χριστὸς τῷ ὀνόματι τούτῳ σημαί νεσθαι νοῶν τις οὐχ ἁμαρτήσεται· καὶ γὰρ ὁ μέγας Ἰωάννης ἐρωτηθεὶς ὅστις εἴη φωνὴν ἑαυτὸν κατωνόμασεν, ἐπειδὴ τοῦ λόγου πρόδρομος ἦν, καὶ ὁ μακάριος Παῦλος δοκιμὴν ἐδίδου τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ, ᾧ τὴν φωνὴν ἑαυτοῦ χρήσας γλυκασμὸς ἦν δι' ἐκείνου φθεγγόμενος, καὶ πάντες οἱ προφῆται τὰ φωνητικὰ ἑαυτῶν ὄργανα τῷ ἐνηχοῦντι αὐτοῖς πνεύματι παραχωρήσαντες γλυκασμὸς ἐγίνοντο τὸ θεῖον μέλι διὰ τοῦ λάρυγγος τοῦ ἰδίου πηγάζοντες, ὃ Βασιλεῖς τε καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται, οὗ ἡ ἀπόλαυσις οὐκ ἐπικόπτει