1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

122

ἡμῶν διὰ τῆς τοῦ ἁγίου πνεύματος χειραγωγίας, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Λόγος ιεʹ Ποῦ ἀπῆλθεν ὁ ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξίν; ποῦ ἀπέβλεψεν ὁ

ἀδελφιδός σου; καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ.

6.430 Ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ εἰς φιάλας τοῦ ἀρώματος ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα. Ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ὁ ἀδελφιδός μου ἐμοί, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις. Καλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἰερουσαλήμ, θάμβος ὡς τεταγμέναι. Ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον ἐμοῦ ὅτι αὐτοὶ ἀνεπτέρωσάν με. τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν αἳ ἀνεφάνησαν ἀπὸ τοῦ Γαλαάδ, Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς, Ὡς σπαρτίον κόκκινον χείλη σου καὶ ἡ λαλιά σου ὡραία, ὡς λέπυρον ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. Ἑξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαὶ καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός. Μία ἐστὶ περιστερά μου, τελεία μου, μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν. 6.431 Ὁ ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου μαρτυρηθεὶς εἶναι Φίλιππος ὁ ἀπόστολος (ἐγκώμιον γάρ μοι δοκεῖ τοῦ Φιλίππου τὸ πολίτην αὐτὸν τῶν ἀδελφῶν ἐκείνων εἶναι τῶν προθαυμασθέντων ἐν τῷ εὐαγγελίῳ διὰ τῆς περὶ αὐτῶν ἱστορίας· ὁ μὲν γὰρ Ἀνδρέας ὑποδείξαντος τοῦ βαπτιστοῦ, τίς ἐστιν ὁ ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, αὐτός τε τὸ μυστήριον κατενόησε κατόπιν τοῦ δειχθέντος ἀκολουθή σας καὶ ὅπου μένει μαθὼν καὶ τῷ ἰδίῳ ἀδελφῷ παρεῖναι τὸν προμηνυθέντα παρὰ τῆς προφητείας εὐαγγελίζεται, ὁ δὲ φθάσας μικροῦ δεῖν τῇ πίστει τὴν ἀκοὴν ὅλῃ τῇ ψυχῇ προστίθεται τῷ ἀμνῷ καὶ διὰ τῆς τοῦ ὀνόματος ὑπαλλαγῆς μεταποιεῖται παρὰ τοῦ κυρίου πρὸς τὸ θειότερον ἀντὶ Σίμωνος Πέτρος καὶ ὀνομασθεὶς καὶ γενόμενος. καίτοι τῷ Ἀβραὰμ καὶ τῇ Σάρρᾳ πολλοῖς ὕστερον χρόνοις μετὰ πολλὰς θεοφανείας τῆς ἐκ τῶν ὀνομάτων μεταδίδωσιν εὐλογίας ὁ κύριος τὸν μὲν πατέρα τὴν δὲ ἄρχουσαν διὰ τῆς τῶν ὀνομάτων μεταποιήσεως χειροτονήσας. ὡσαύτως δὲ καὶ ὁ Ἰακὼβ μετὰ τὴν παννύχιον πάλην ἀξιοῦται τῆς τοῦ 6.432 Ἰσραὴλ ἐπωνυμίας τε καὶ δυνάμεως. ὁ δὲ μέγας Πέτρος οὐ κατὰ μικρὸν δι' αὐξήσεως προῆλθεν ἐπὶ τὴν χάριν ταύτην, ἀλλ' ὁμοῦ τε ἤκουσε τοῦ ἀδελφοῦ καὶ ἐπίστευσε τῷ ἀμνῷ καὶ ἐτελειώθη διὰ τῆς πίστεως καὶ προσφυεὶς τῇ πέτρᾳ Πέτρος ἐγένετο) οὗτος τοίνυν ὁ Φίλιππος ὁ ἄξιος τῶν τοσούτων τε καὶ τηλικούτων πολίτης, ἐπειδὴ εὕρεμα τοῦ κυρίου γενόμενος, καθώς φησι τὸ εὐαγγέλιον ὅτι Εὑρίσκει τὸν Φίλιππον ὁ Ἰησοῦς, ἀκόλουθος ἐχειροτονήθη τοῦ λόγου τοῦ εἰπόντος ὅτι Ἀκολούθει μοι καὶ τῷ φωτὶ τῷ ἀληθινῷ προσεγγίσας καθάπερ τις λύχνος ἐκεῖθεν ἔσπασε πρὸς ἑαυτὸν τὴν τοῦ φωτὸς κοινωνίαν, καὶ περιλάμπει τὸν Ναθαναὴλ δᾳδουχήσας αὐτῷ τὸ τῆς εὐσεβείας μυστήριον δι' ὧν φησιν· Ὃν ἔγραψε Μωϋσῆς καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας. τοῦ δὲ Ναθαναὴλ 6.433 ἐπιστατικῶς δεξαμένου τὸ εὐαγγέλιον διὰ τὸ μετὰ πάσης ἀκριβείας κατηχῆσθαι παρὰ τῆς προφητείας αὐτὸν τὸ περὶ τοῦ κυρίου μυστήριον καὶ εἰδέναι μὲν ὅτι ἐκ Βηθλεὲμ ἡ πρώτη διὰ σαρκὸς γενήσεται θεοφάνεια, διὰ δὲ τὴν ἐν Ναζαροῖς διαγωγὴν Ναζωραῖος κληθήσεται, πρὸς ἀμφότερα τοίνυν ἀποσκοποῦντος καὶ λογιζομένου, ὅτι ἐν μὲν τῇ τοῦ ∆αβὶδ Βηθλεὲμ διὰ τὴν οἰκονομίαν τῆς κατὰ σάρκα γεννήσεως ἀναγκαῖον ἦν γενέσθαι τὸ κατὰ τὸ σπήλαιον καὶ τὰ σπάργανα καὶ τὴν φάτνην μυστήριον, ἡ δὲ Γαλιλαία (ἐθνῶν δὲ τόπος ἡ Γαλιλαία) ἐπονομασθήσεταί ποτε τῷ τοῖς ἔθνεσιν ἐμφιλοχωρήσαντι λόγῳ, καὶ διὰ τοῦτο συνθεμένου τῷ τὸ φῶς αὐτῷ τῆς γνώσεως φήναντι καὶ εἰπόντος ὅτι Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι, τότε ὁδηγὸς πρὸς τὴν χάριν ὁ Φίλιππος γίνεται λέγων· Ἔρχου καὶ ἴδε. διὸ κατα λιπὼν ὁ