1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

128

καὶ ταύτας ἀλγύνεσθαι. ἐπειδὴ τοίνυν κατὰ τὴν Παύλου φωνὴν δόξα τῆς γυναικός ἐστιν ἡ κόμη <ἡ> διὰ τῶν πλοκάμων τὴν κεφαλὴν ὡραΐζουσα, τοῦτο διὰ τοῦ ἐπαίνου τῶν τῆς νύμφης τριχῶν διδασκόμεθα ὅτι χρὴ τοὺς περὶ τὴν κεφαλὴν τῆς νύμφης θεωρουμένους, δι' ὧν ἡ ἐκκλησία δοξάζεται, κρείττους τῶν αἰσθήσεων εἶναι κρύπτοντας διὰ τῆς σοφίας τὴν αἴσθησιν, καθὼς ἡ Παροιμία φησὶν ὅτι Σοφοὶ κρύψουσιν αἴσθησιν· οἷς οὐχ ὅρασις τοῦ καλοῦ κριτήριον γίνεται, οὐ τῇ γεύσει τὸ ἀγαθὸν δοκιμάζεται, οὐκ ὀσφρήσει τε καὶ ἁφῇ οὐδὲ ἄλλῳ τινὶ αἰσθητηρίῳ ἡ τοῦ καλοῦ ἐπιτρέπεται κρίσις, ἀλλὰ πάσης νεκρωθείσης αἰσθήσεως διὰ μόνης τῆς ψυχῆς τῶν 6.452 κατ' ἔννοιαν φαινομένων ἀγαθῶν ἐφάπτονταί τε καὶ ἐπορέγον καὶ οὕτω δοξάζουσι τὴν γυναῖκα, τὴν ἐκκλησίαν, οὔτε τιμαῖς διογκούμενοι οὔτε μικροψυχίαις πρὸς τὰ λυπηρὰ συστελλόμενοι, ἀλλὰ κἂν τέμνεσθαι δέῃ διὰ τὴν εἰς Χριστὸν πίστιν, κἂν θηρίοις ἢ πυρὶ παραβάλλεσθαι, κἂν ἄλλο τι τῶν λυπηρῶν ὑπομένειν, τὴν τῶν τριχῶν ἀναισθησίαν ἐν τῇ πείρᾳ τῶν ἀλγεινῶν ὑποκρίνονται. τοιοῦτος Ἠλίας ἦν ὁ ἐκ τοῦ Γαλαὰδ ἀνασχὼν ἐν δασεῖ καὶ αὐχμῶντι τῷ σώματι, δέρμασιν αἰγὸς σκεπαζόμενος, πρὸς πᾶσαν ἀπειλὴν τοῦ τυράννου μένων ἀπτόητος. ὅσοι τοίνυν κατὰ μίμησιν τῆς τοῦ προφήτου μεγαλοφυΐας τοῦ κόσμου παντὸς ἑαυτοὺς ὑπεραίρουσιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἔστιν ἄξιος ὁ κόσμος, οὗτοι ἀγεληδὸν περὶ τὴν τοῦ παντὸς κεφαλὴν θεωρούμενοι δόξα γίνονται τῆς ἐκκλησίας ἐπὶ τὴν οὐράνιον χάριν τῷ Γαλααδίτῃ συναναβαίνοντες. Τὸ δὲ τῆς αἰγὸς ζῷον εἰς τὸν τῶν τριχῶν ἔπαινον ἀνελήφθη τάχα μὲν ὅτι καὶ ἡ φύσις τοῦ τοιούτου ζῴου κατάλληλος πρὸς γένεσιν τριχῶν κατεσκεύασται, ὥστε αἴνιγμα τοῦ διὰ τῶν τριχῶν κόσμου γενέσθαι τὸ ζῷον τὸ ταῖς θριξὶ φυσικῶς δασυνόμενον, ἢ ὅτι διὰ τῶν πετρῶν ἀνολισθήτως 6.453 βαίνει καὶ περὶ τὰς κορυφὰς τῶν ὀρῶν ἀναστρέφεται διὰ τῶν δυσπορεύτων τε καὶ ἀποτόμων εὐθαρσῶς τὴν πορείαν ποιούμενον, ὅπερ τοῖς τὴν τραχεῖαν τῆς ἀρετῆς ὁδὸν κατορ θοῦσι προσφυῶς ἁρμοσθήσεται· μᾶλλον δ' ἄν τις εἴποι διὰ τὸ πρὸς πολλὰ τῆς νομικῆς ἱερουργίας ὑπὸ τοῦ νομοθέτου παρειλῆφθαι τὸ ζῷον συντελεῖν ταύτας τῇ κεφαλῇ πρὸς ἐγκώμιον. οἶδα δὲ καὶ ἐν τοῖς τῆς Παροιμίας αἰνίγμασιν ἐν τοῖς τέσσαρσι τοῖς εὐοδουμένοις ἓν καὶ τοῦτο τῶν καλῶς διαβαινόντων ἀπηριθμῆσθαι τὸν τράγον τὸν ἡγούμενον τοῦ αἰπολίου. ὃ δὲ περὶ τούτου στοχαστικῶς ὑπονοοῦμεν τοιοῦτόν ἐστι· πᾶν ἐπιτήδευμα δι' ἑνὸς ἀρχόμενον εἰς πολλοὺς διαδίδοται· ὡς ἐπὶ τῆς χαλκευτικῆς ἡ γραφὴ τὸν Θόβελ εὑρετὴν τῆς τέχνης εἰποῦσα πάντων τῶν μετ' αὐτὸν μεταχειριζομένων τοῦ σιδήρου τὴν ἐργασίαν εἰς ἐκεῖνον ἀνάγει τὴν ἐπιστήμην. οὕτω καὶ τῆς ποιμαντικῆς ὁ Ἄβελ ἡγήσατο καὶ ὁ Κάϊν τῆς γεωργίας, καὶ τὸν Νεβρὼδ ἀρχηγὸν λέγει τῆς κυνηγετικῆς ἐπιστήμης καὶ τῆς ἀμπελουργίας τὸν Νῶε καὶ τῆς εἰς θεὸν ἐλπίδος τὸν Ἐνώς φησιν ἄρξασθαι· καὶ πολλὰ τοιαῦτα παρὰ τῆς ἁγίας ἔστι διδαχθῆναι γραφῆς, ὅτι ἑνός τι ἐπιτηδεύσαντος εἰσῆλθε κατὰ μίμησιν εἰς τὸν βίον τὸ ἐπιτήδευμα. ἐπειδὴ τοίνυν τοῦ θείου ζήλου διαφε ρόντως κατὰ πᾶσαν ἐξοχὴν ὁ Ἠλίου καθηγήσατο, ὅσοι μετ' ἐκεῖνον τὸν ἐκείνου μιμησάμενοι ζῆλον τοῖς αὐτοῖς 6.454 ἴχνεσι τῆς τοῦ προφήτου παρρησίας ἐπηκολούθησαν, αἰπόλιον γεγόνασι τοῦ ἡγησαμένου τῆς τοιαύτης ζωῆς· οἵτινες δόξα τῆς ἐκκλησίας καὶ ἔπαινος γίνονται εἰς τὸν τῶν τριχῶν καταταγέντες κόσμον, ὧν ἡ αἰσθητικὴ ζωὴ κεχώρισταί τε καὶ ἠλλοτρίωται. διὰ τῶν ὁμοίων δὲ πληροῖ καὶ τοῖς ὀδοῦσι τὸν ἔπαινον. οὗτοι δ' ἂν εἶεν οἱ τρέφοντες δι' ἑαυτῶν τῆς ἐκκλησίας τὸ σῶμα, οὓς βούλεται πάντοτε μὲν ὡς ἀπὸ λουτροῦ καθαροὺς ὁρᾶσθαι, ἀπερίττους δὲ διὰ παντὸς ὡς ἀπὸ προσφάτου κουρᾶς, κατὰ δὲ τὸν τόκον τῶν ἀρετῶν διδυ μεύοντας τῆς διπλῆς καθαρότητος γινομένους πατέρας, τῆς τε κατὰ ψυχὴν καὶ τῆς κατὰ σῶμα θεωρουμένης, ὡς ἐξόριστον εἶναι τῶν ὀδόντων τούτων πᾶν τὸ ἀγονοῦν ἐν τῷ κρείττονι. τὸ δὲ σπαρτίον ἐπὶ τοῦ χείλους τιθέμενον τὴν μεμετρημένην τοῦ λόγου διακονίαν παραδηλοῖ τῷ αἰνίγματι,