1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

131

νηπιότητα διπλῆν ὑπὸ τοῦ λόγου τὴν διαφορὰν διδασκόμεθα· γίνονται μὲν γὰρ αἱ ψυχαὶ σύσσωμοι τῷ λόγῳ καὶ αὗται κἀκεῖναι, ἀλλ' αἱ μὲν ἐρωτικῇ τινι διαθέσει προσκολλῶνται (οἵα ἦν ἡ τοῦ ∆αβὶδ καὶ ἡ τοῦ Παύλου ψυχή, ἡ μὲν λέγουσα τὸ Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν, ἡ δὲ τὸ Οὐδεὶς χωρίσει ἡμᾶς ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ· οὐ ζωή, οὐ θάνατος, οὐ τὸ παρόν, οὐ τὸ μέλλον, οὐκ ἄλλο τι τῶν ὄντων οὐδέν), αἱ δὲ φόβῳ κολάσεως τὰς μοιχικὰς ἀποφεύγουσι πείρας· μένουσι γὰρ ἐν ἀφθαρσίᾳ καὶ ἁγιασμῷ καὶ αὗται, ἀλλὰ τῷ φόβῳ μᾶλλον ἢ τῷ πόθῳ μόνῳ παιδαγωγούμεναι τὸ κακὸν οὐ προσδέχονται. αἱ μὲν οὖν 6.462 διὰ τῆς τελειοτέρας διαθέσεως πόθῳ τῆς ἀφθαρσίας ἀνα κραθεῖσαι τῇ τοῦ θεοῦ καθαρότητι βασίλισσαι διὰ τὴν κοινωνίαν τῆς βασιλείας κατονομάζονται, τὰς δὲ τῷ τῆς ἀπειλῆς φόβῳ τὴν ἀρετὴν ἐκπονούσας παλλακίδας ὀνομάζει ὁ λόγος· οὔπω γάρ τις αὐτῶν μήτηρ βασιλέως καὶ κοινωνὸς τῆς ἀξίας γενέσθαι δυνατῶς ἔχει. πῶς γὰρ ἂν δυνηθείη ἡ μηδέπω ἀναλαβοῦσα ἐν ἑαυτῇ τὸ ἀδέσποτον καὶ αὐτοκρατὲς τοῦ ἐναρέτου φρονήματος, ἀλλὰ δουλικῷ φόβῳ τῆς τῶν κακῶν κοινωνίας ἀφισταμένη; ὑποδείγματα δὲ τῶν εἰρημένων ἐστὶν ἐπὶ μὲν τῶν βασιλίδων τὸ κατὰ τοὺς τῆς δεξιᾶς στάσεως ἠξιωμένους, πρὸς οὓς ὁ βασιλεὺς λέγει· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν· τοῦ δὲ δευτέρου καὶ ὑφειμένου τάγματος εἶεν ἂν ἐκεῖνοι, πρὸς οὓς λέγει ὁ κύριος· Φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν τοῦ πυρός. ταύτην δέ μοι δοκεῖ τὴν διαστολὴν τῶν δύο ταγμάτων ἡ κατὰ τοὺς ἀριθμοὺς διαφορὰ παραδηλοῦν δι' αἰνίγματος. πῶς τοῦτό φημι; ἕξ εἰσιν ἐντολαὶ δι' ὧν ἡ βασιλεία τοῖς δεξιοῖς ἑτοιμάζεται. λογισώμεθα τούτων ἑκάστην τὸ δεσπο τικὸν εἶναι τάλαντον, ὃ προσήκει παρὰ τοῦ ἀγαθοῦ καὶ 6.463 πιστοῦ οἰκέτου δεκαπλασιασθῆναι διὰ τῆς ἐργασίας, ἵνα οὕτως εἰσέλθῃ εἰς τὴν χαρὰν τοῦ κυρίου αὐτοῦ ἐν ὀλίγοις πιστὸς εὑρεθεὶς καὶ ἐπὶ πολλῶν καθιστάμενος. εἰ τοίνυν διὰ τῶν ἓξ τούτων ἐντολῶν ἡ τῆς βασιλείας γίνεται τῇ ψυχῇ κοινωνία, τὸ δὲ τέλειον τῆς ἐργασίας ἐφ' ἑκάστης ἐστὶ τὸ δεκαπλασιάσαι τὴν ἐντολήν, καθὼς ἔφη ὁ ἀγαθὸς δοῦλος ἐκεῖνος ὅτι ∆έκα τάλαντα τὸ ἕν σου τάλαντον κατειργάσατο, εὑρίσκομεν ἐκ τοῦ ἀκολούθου τὴν μίαν βασίλισσαν εἰς ἑξήκοντα πλατυνομένην, τὴν διὰ τοῦ δεκαπλασιασμοῦ τῶν ἓξ ἐντολῶν εἰς κοινωνίαν τῆς βασιλείας παραδεχθεῖσαν, ὡς πολλὰς εἶναι τὴν μίαν τῷ πολυτρόπῳ χαρακτῆρι τῶν ἐντολῶν ἐμμερισθεῖσαν καὶ ἑκάστῳ τῶν κατορθωμάτων ἰδιαζόντως ἐμμορφωθεῖσαν. οὕτως οὖν εἰς ἑξήκοντα βασιλίδας ἡ μία καταμερίζεται πρὸς τὰ εἴδη τῶν ἐντολῶν διαιρουμένη τε καὶ ἀριθμουμένη καὶ γίνεται κοινωνὸς τῆς τοῦ Χριστοῦ βασιλείας ἡ νύμφη, δῆμος βασιλίδων ἡ μία γεγενημένη ἡ διὰ τῶν τοσούτων, τῶν κατὰ τὰς ἐντολὰς ἀξιωμάτων, ἀριθμηθεῖσα. Εἰ δὲ τὴν ἑξάδα τῶν ἐντολῶν ἐν μιᾷ κατὰ τὸ δεκαπλάσιον γεωργηθεῖσαν ψυχῇ διὰ τῶν ἑξήκοντα βασιλίδων σημαίνεσθαι 6.464 δι' αἰνίγματος οὐκ ἔξω τοῦ εἰκότος ὑπενοήσαμεν, ἀκολούθως καὶ διὰ τῶν ὀγδοήκοντα τὸ τῆς ὀγδόης μυστήριον παραδη λοῦσθαί φαμεν διὰ τοῦ ὁμοίου αἰνίγματος, πρὸς ἣν βλέποντες οἱ τῷ φόβῳ παιδαγωγούμενοι τῆς τῶν κακῶν κοινωνίας ἀπείργονται· οὕτω γὰρ ἐν ταῖς ψαλμῳδίαις ἐμάθομεν, ἐν αἷς προτέτακται μὲν διὰ τῆς ἐπιγραφῆς ἡ ὀγδόη, μαστιγου μένων δὲ ἄντικρύς εἰσιν αἱ φωναὶ τῷ φόβῳ τῶν ἐλπιζομένων εἰς ἔλεον τὴν ἀκοὴν ἐπικάμπτουσαι. φησὶ γὰρ πρὸς τὸν φοβερὸν κριτὴν ὁ πρὸς τὴν ὀγδόην βλέπων· Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ὅσα ἐκ τοῦ ἀκολούθου τῷ ἀδεκάστῳ κριτῇ διὰ τῆς ἱκετηρίας προτείνεται, ἐν οἷς καὶ τὸ μὴ εἶναι θεοῦ μνήμην ἐν τῷ θανάτῳ ὀδύρεται (πῶς γὰρ ἂν εἴη δυνατὸν τοῖς κλαυθμῷ τε καὶ βρυγμῷ καταδεδικα σμένοις τὴν ἐκ τῆς μνήμης τοῦ θεοῦ εὐφροσύνην ἐγγίνεσθαι οὕτως εἰπόντος ἑτέρωθι τοῦ προφήτου ὅτι ἡ μνήμη τοῦ θεοῦ εὐφροσύνην ποιεῖ;), καὶ ἄλλα τοιαῦτά τινα