1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

135

βασιλίδων ἡ μία γεγενημένη ἡ διὰ τῶν τοσούτων, τῶν κατὰ τὰς ἐντολὰς ἀξιωμάτων, ἀριθμηθεῖσα. Εἰ δὲ τὴν ἑξάδα τῶν ἐντολῶν ἐν μιᾷ κατὰ τὸ δεκαπλάσιον γεωργηθεῖσαν ψυχῇ διὰ τῶν ἑξήκοντα βασιλίδων σημαίνεσθαι 6.464 δι' αἰνίγματος οὐκ ἔξω τοῦ εἰκότος ὑπενοήσαμεν, ἀκολούθως καὶ διὰ τῶν ὀγδοήκοντα τὸ τῆς ὀγδόης μυστήριον παραδηλοῦσθαί φαμεν διὰ τοῦ ὁμοίου αἰνίγματος, πρὸς ἣν βλέποντες οἱ τῷ φόβῳ παιδαγωγούμενοι τῆς τῶν κακῶν κοινωνίας ἀπείργονται· οὕτω γὰρ ἐν ταῖς ψαλμῳδίαις ἐμάθομεν, ἐν αἷς προτέτακται μὲν διὰ τῆς ἐπιγραφῆς ἡ ὀγδόη, μαστιγουμένων δὲ ἄντικρύς εἰσιν αἱ φωναὶ τῷ φόβῳ τῶν ἐλπιζομένων εἰς ἔλεον τὴν ἀκοὴν ἐπικάμπτουσαι. φησὶ γὰρ πρὸς τὸν φοβερὸν κριτὴν ὁ πρὸς τὴν ὀγδόην βλέπων· Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ὅσα ἐκ τοῦ ἀκολούθου τῷ ἀδεκάστῳ κριτῇ διὰ τῆς ἱκετηρίας προτείνεται, ἐν οἷς καὶ τὸ μὴ εἶναι θεοῦ μνήμην ἐν τῷ θανάτῳ ὀδύρεται (πῶς γὰρ ἂν εἴη δυνατὸν τοῖς κλαυθμῷ τε καὶ βρυγμῷ καταδεδικασμένοις τὴν ἐκ τῆς μνήμης τοῦ θεοῦ εὐφροσύνην ἐγγίνεσθαι οὕτως εἰπόντος ἑτέρωθι τοῦ προφήτου ὅτι ἡ μνήμη τοῦ θεοῦ εὐφροσύνην ποιεῖ;), καὶ ἄλλα τοιαῦτά τινα προτεινάμενος ὁ δεδοικὼς τὴν ὀγδόην ἐν αἰσθήσει τῆς τοῦ ἐλέου γίνεται μετουσίας λέγων ὅτι Εἰσήκουσε κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. πολλῶν δὲ μακαρίων φόβων ὑπὸ τῆς ἁγίας δηλουμένων γραφῆς εἴη ἂν καὶ ἐπὶ τούτων ἀναλόγως ταῖς 6.465 ἓξ ἐντολαῖς ἡ ἐπὶ τὸ δεκαπλάσιον αὔξησις, ὥστε τὸν διδαχθέντα παρὰ τῆς ψαλμῳδίας, πῶς κατορθοῦται τοῦ κυρίου ὁ φόβος ἐκ τοῦ ἐκκλῖναι μὲν ἀπὸ τοῦ κακοῦ ποιεῖν δὲ τὸ ἀγαθόν, οἷόν τινα μνᾶν ἢ τάλαντον δεκαπλασιάσαι διὰ τῆς ἐργασίας τὸ χρῆμα τοῦ φόβου καὶ οὕτω τὴν δευτερεύουσαν μετὰ τὴν βασιλίδα ψυχήν, ἣ φόβῳ καὶ οὐκ ἀγάπῃ τὸ καλὸν κατεργάζεται, πρὸς τὸν ἀριθμὸν τῶν ὀγδοήκοντα πλατυνθῆναι ἕκαστον εἶδος τῶν διὰ φόβου κατορθουμένων ἐπὶ τοῦ βίου ἑαυτῆς ἀσυγχύτως τε καὶ διακεκριμένως δεικνύουσαν, ὡς καὶ ἐπὶ ταύτης τὸν τῆς ὀγδόης λόγον τῇ πρὸς τὸ δεκαπλάσιον αὐξήσει συμπλατυνθῆναι καὶ οὕτω γενέσθαι ἐν φόβῳ δουλικῷ καὶ οὐχὶ ἔρωτι νυμφικῷ τῷ ἀγαθῷ προσεγγίζουσαν παλλακὴν ἀντὶ τῆς βασιλίδος διὰ τὸν τῆς ὀγδόης φόβον, ὃν δεκαπλασίως ἐν τοῖς κατορθώμασιν ηὔξησεν, εἰς τὸν ἀριθμὸν συντελοῦσαν τῶν ὀγδοήκοντα. ἣν κελεύει καὶ ὁ τῆς ἱστορίας λόγος νόθῳ πρὸς καιρὸν καὶ οὐκ εὐγενεῖ τόκῳ ὑπηρετήσασαν μὴ συνοικεῖν εἰς τέλος τῇ βασιλίδι, ὡς οὐκ οὔσης ἐκ τοῦ ἴσου τῆς βασιλικῆς κληρονομίας τῇ δουλικῇ γονῇ πρὸς τὸν ἐλεύθερον τόκον· Ἔκβαλε γάρ, φησί, τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. εἰ δέ τινι βιαιοτέρα φαίνεται ἡ εἰς τὸν προκείμενον τοῖς 6.466 ῥητοῖς ἀριθμὸν θεωρία, ἀναμνησθήτω ὅτι καὶ κατ' ἀρχὰς τὸ μὴ δύνασθαι τυχεῖν τῆς ἐν τούτοις ἀληθείας ἐμαρτυράμεθα τοσοῦτον μόνον ἁψάμενοι ὅσον μὴ ἀγύμναστα καθόλου παραδραμεῖν τὰ αἰνίγματα. Πλὴν εἰ ἔξω βάλοι τελείως ἡ ἀγάπη τὸν φόβον κατὰ τὸ γεγραμμένον καὶ μεταποιηθεὶς ὁ φόβος ἀγάπη γένοιτο, τότε εὑρίσκεται μονὰς τὸ σῳζόμενον ἐν τῇ πρὸς τὸ μόνον ἀγαθὸν συμφυΐᾳ πάντων ἀλλήλοις ἑνωθέντων διὰ τῆς κατὰ τὴν περιστερὰν τελειότητος. τοιοῦτον γάρ τι νοοῦμεν ἐκ τοῦ ἐφεξῆς λόγου ὅς φησιν ὅτι Μία ἐστὶ περιστερά μου, τελεία μου· μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν. ὅπερ ἐν τῷ εὐαγγελίῳ διὰ τῆς τοῦ κυρίου φωνῆς σαφέστερον ἡμῖν ἑρμηνεύεται· πᾶσαν γὰρ τοῖς μαθηταῖς ἑαυτοῦ ἐναποτιθέμενος διὰ τῆς εὐλογίας δύναμιν τά τε ἄλλα διὰ τῶν πρὸς τὸν πατέρα λόγων ἀγαθὰ τοῖς ἁγίοις χαρίζεται καὶ προστίθησι τῶν ἀγαθῶν τὸ κεφάλαιον, τὸ μηκέτι αὐτοὺς ἐν διαφορᾷ τινι προαιρέσεων ἐν τῇ περὶ τοῦ καλοῦ κρίσει πολλαχῇ διασχίζεσθαι, ἀλλ' ἓν γενέσθαι τοὺς πάντας τῷ ἑνὶ καὶ μόνῳ ἀγαθῷ συμφυέντας, ὥστε διὰ τῆς τοῦ πνεύματος τοῦ ἁγίου ἑνότητος, καθώς φησιν ὁ ἀπόστολος, τῷ συνδέσμῳ τῆς εἰρήνης