1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

2

καὶ πρὸς τὸν καθηγεμόνα τῆς ἐκκλησίας ἡ ἐπιγραφὴ βλέπει. ὁ γὰρ ἀληθινὸς ἐκκλησιαστὴς ὁ τὰ ἐσκορπισμένα συνάγων εἰς ἓν πλήρωμα καὶ τοὺς πολλαχῇ κατὰ τὰς ποικίλας ἀπάτας πεπλανημένους εἰς ἕνα σύλλογον ἐκκλησιάζων τίς ἂν ἄλλος εἴη εἰ μὴ ὁ ἀληθινὸς βασιλεὺς τοῦ Ἰσραήλ, ὁ υἱὸς τοῦ θεοῦ, πρὸς ὃν εἶπεν ὁ Ναθαναήλ, ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ; εἰ οὖν τὰ ῥήματα ταῦτα τοῦ βασιλέως ἐστὶ τοῦ Ἰσραήλ, ὁ δὲ αὐτὸς οὗτος καὶ θεοῦ υἱός ἐστι, καθὼς λέγει τὸ εὐαγγέλιον, ἄρα ὁ αὐτὸς καὶ ἐκκλησιαστὴς ὀνομάζεται. τάχα δὲ οὐκ ἔξω τοῦ εἰκότος εἰς ταύτην τὴν διάνοιαν τὴν τῆς ἐπιγραφῆς ἀναφέρομεν σημασίαν, ἵνα διὰ τούτου μάθωμεν, ὅτι εἰς αὐτὸν τὸν διὰ τοῦ εὐαγγελίου τὴν ἐκκλησίαν πηξάμενον ἡ τῶν ῥημάτων τούτων ἀναφέρεται δύναμις. Ῥήματα γάρ, φησίν, ἐκκλησιαστοῦ υἱοῦ ∆αβίδ. οὕτω δὲ αὐτὸν καὶ 5.281 Ματθαῖος ἐν ἀρχαῖς τοῦ εὐαγγελίου κατονομάζει, υἱὸν ∆αβὶδ λέγων τὸν κύριον. Ματαιότης ματαιοτήτων, εἶπεν ὁ ἐκκλησιαστής, τὰ πάντα ματαιότης. μάταιον νοεῖται τὸ ἀνυπόστατον, ὃ ἐν μόνῃ τῇ τοῦ ῥήματος προφορᾷ τὸ εἶναι ἔχει· πρᾶγμα δὲ ὑφεστὸς τῇ τοῦ ὀνόματος σημασίᾳ οὐ συνεμφαίνεται, ἀλλ' ἔστι τις ψόφος ἀργὸς καὶ διάκενος, ἐν σχήματι λέξεώς τινος διὰ συλλαβῶν προφερόμενος, εἰκῇ προσπίπτων τῇ ἀκοῇ χωρὶς σημασίας, οἷα δὴ παίζοντές τινες ὀνοματοποιοῦσιν, ὧν τὸ σημαινόμενόν ἐστιν οὐδέν. ἓν μὲν οὖν τοῦτο εἶδος τῆς ματαιότητος. ἄλλη δὲ ματαιότης λέγεται τῶν κατά τινα σπουδὴν πρὸς οὐδένα σκοπὸν γινομένων ἡ ἀχρηστία, ὡς τὰ ἐν ψάμμῳ τῶν παίδων οἰκοδομήματα καὶ ἡ κατὰ τῶν ἄστρων τοξεία καὶ ἡ τῶν ἀνέμων θήρα καὶ ἡ πρὸς τὴν ἰδίαν σκιὰν τοῦ δρομέως ἅμιλλα, ὅταν φιλονεικῇ τῆς τοῦ σκιάσμα τος κορυφῆς ἐπιβῆναι καὶ εἴ τι τοιοῦτον ἕτερον ἐν τοῖς εἰκῇ γινομένοις εὑρίσκομεν, ἅπερ πάντα τῷ τῆς ματαιότητος ὑπάγεται ῥήματι. ἔστι δὲ πολλάκις κἀκεῖνο μάταιον ἐν τῇ συνηθείᾳ λεγόμενον, ὅταν πρός τινα σκοπόν τις ὁρῶν καὶ ὥς τι λυσιτελὲς τῷ προκειμένῳ κατὰ σπουδὴν μετιὼν ἕκαστα πράττῃ, εἶτά τινος ἐναντίου γεγενημένου εἰς ἀνόνητον περιέλθῃ ὁ πόνος, καὶ τότε τὸ ἐπὶ μηδενὶ κατορθώματι τὴν σπουδὴν 5.282 προχωρῆσαι τῷ ῥήματι τοῦ ματαίου διασημαίνεται. λέγει γὰρ ἐπὶ τῶν τοιούτων ἡ συνήθεια τὸ Μάτην ἐκοπίασα καὶ Μάτην ἐπήλπισα καὶ Ἐπὶ ματαίῳ τοὺς πολλοὺς ὑπέστην καμάτους. καὶ ἵνα μὴ τὰ καθ' ἕκαστον διεξίωμεν, ἐφ' οἷς τὸ ὄνομα τῆς ματαιότητος κυρίως λέγεται, ἐν ὀλίγῳ τὴν ἔννοιαν τῆς φωνῆς ταύτης περιληψόμεθα. ματαιότης ἐστὶν ἢ ῥῆμα ἀδιανόητον ἢ πρᾶγμα ἀνόνητον ἢ βουλὴ ἀνυπόστατος ἢ σπουδὴ πέρας οὐκ ἔχουσα ἢ καθόλου τὸ ἐπὶ παντὶ λυσιτελοῦντι ἀνύπαρκτον. Εἰ οὖν ἤδη νενόηται ἡμῖν τοῦ ματαίου ἡ ἔννοια, ἐξεταστέον ἂν εἴη, τί βούλεται ἡ ματαιότης τῶν ματαιοτήτων. τάχα δ' ἂν ἡμῖν γνωριμώτερον τὸ ζητούμενον νόημα γένοιτο, εἰ τὴν γρα φικὴν συνήθειαν ἐπὶ τῶν πρὸς τὸ κρεῖττον νοουμένων συνεξε τάσαιμεν. ἡ τῶν ἀναγκαίων τε καὶ συμφερόντων πρᾶξις ἔργον παρὰ τῆς γραφῆς ὀνομάζεται, ἀλλὰ τὰ ὑπερβαίνοντα τῶν σπουδαζομένων, ὅσα εἰς αὐτὴν ὁρᾷ τὴν τοῦ θεοῦ λατρείαν, ἔργον ἔργων λέγεται, καθὼς ἡ ἱστορία δηλοῖ, δεικνύντος, οἶμαι, τοῦ λόγου διά τινος ἀναλογίας ἡμῖν ἐκ τοῦ ἔργου τῶν ἔργων, τί τὸ ἐν τοῖς σπουδαζομένοις ἐστὶ προτιμότερον. ὃν γὰρ ἐπέχει λόγον πρὸς τὴν καθόλου ἀργίαν ἡ περὶ τὰ ἔργα σπουδή, τὸν αὐτὸν ἔχει λόγον πρὸς τὰ λοιπὰ ἔργα ἡ πρὸς τὰ ὑψηλότερα καὶ προτιμότερα τῶν σπουδαζομένων ἐνέργεια. οὕτως καὶ ἅγιόν τι παρὰ τῆς γραφῆς λέγεται· καὶ πάλιν 5.283 ἁγίων ἅγιον, ὡς ἴσῳ τῷ μέτρῳ τοῦ τε ἐξαγίστου τὸ ἅγιον ὑπερέχειν ἐν ἁγιότητι καὶ τούτου πάλιν τὸ τῶν ἁγίων ἅγιον, τὸ καθ' ὑπέρθεσιν ἐν ἁγιασμῷ θεωρούμενον. ἅπερ οὖν ἐπὶ τοῦ κρείττονος ἐδιδάχθημεν λόγου τῆς γραφικῆς συνηθείας τῷ τοιούτῳ εἴδει τὴν ἐπίτασιν τοῦ ὑποκειμένου νοήματος σημαινούσης, τοῦτο καὶ ἐπὶ τῆς τῶν ματαιοτήτων ματαιότη τος νοοῦντες οὐ σφαλησόμεθα. λέγει γὰρ οὐχ ἁπλῶς εἶναι μάταια τὰ ἐν τοῖς οὖσι φαινόμενα, ἀλλὰ καθ' ὑπέρθεσίν τινα τῆς κατὰ τὸ μάταιον σημασίας εἶναι τοιαῦτα, ὡς εἴ τις λέγοι τοῦ