1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

6

τῶν καρπῶν μεταλαμβάνειν, φησὶν ὁ τῶν τοιούτων λόγων τεχνίτης, ὡς δέον μὴ ῥῆμα νοεῖσθαι τὸν λόγον, ἀλλὰ τὴν ἐν τοῖς ἔργοις ἀρετὴν εἰς διδασκαλίαν βίου τοῖς ὁρῶσιν προτι θεμένην ἀντὶ λόγου γίνεσθαι τοῖς διδασκομένοις. πάντες οὖν οἱ τοιοῦτοι λόγοι ἔγκοποι, τῶν τὴν ἀρετὴν ὑφηγουμένων πρῶτον ἐν ἑαυτοῖς κατορθούντων, ἅπερ διδάσκουσι. τοῦτο γάρ ἐστι τὸ δεῖν πρῶτον τῶν καρπῶν μεταλαμβάνειν, ὧν 5.293 πρὸ τῶν ἄλλων ἑαυτοῖς διὰ τῆς ἀρετῆς γεωργοῦμεν. Ἢ τάχα καὶ τὸ ἀσθενὲς τῆς λογικῆς φύσεως διερμηνεύει ὁ λόγος. ἐπειδὰν γὰρ ἔξω γενομένη τῶν αἰσθητηρίων, ἃ δὴ ματαιότης ὠνόμασται, καὶ εἰς τὴν τῶν ἀοράτων θεωρίαν διαδυεῖσά πως ἡ διάνοια τῷ λόγῳ παραστῆσαι τὸ νοηθὲν ἐγχειρήσῃ, τότε πολὺς γίνεται κόπος τῷ λόγῳ, τῆς ἑρμηνευτι κῆς ταύτης φωνῆς μηδεμίαν μηχανὴν ἐξευρισκούσης περὶ τὴν τῶν ἀνεκφωνήτων σαφήνειαν. οὐρανὸν ὁρῶμεν, τὰς τῶν φωστήρων αὐγὰς τῇ αἰσθήσει δεχόμεθα, γῆς ἐπιβεβήκαμεν, τὸν ἀέρα τῷ στόματι ἕλκομεν, τῷ ὕδατι πρὸς τὸ δοκοῦν τῇ φύσει κεχρήμεθα, τὸ πῦρ εἰς κοινωνίαν βίου παραδεχόμεθα· κἄν τι περὶ τούτων ἐννοῆσαι θελήσωμεν τί τῶν φαινομένων ἕκαστον πέφυκε τῷ τῆς οὐσίας λόγῳ ἢ ὅπως τὴν ὑπόστασιν ἔσχεν, Οὐ δυνήσεται ἀνὴρ τοῦ λαλῆσαι, κἂν ὑπὲρ τοὺς ἄλλους ὢν τύχῃ, πάσης καταληπτικῆς ἐπιστήμης πρὸς τὴν τῶν ἀνεφί κτων ἐξαγόρευσιν ἀτονούσης. εἰ δὴ ὁ περὶ τούτων λόγος κόπος ἐστὶ ὑπερβαίνων τὴν ἀνθρωπίνην τοῦ λαλεῖν δύναμίν τε καὶ φύσιν, τί ἄν τις εἴποι πάσχειν τοὺς περὶ αὐτοῦ τοῦ λόγου λόγους ἢ τοῦ πατρὸς τοῦ λόγου; ἦ που πᾶσα ὑψηγορία τε καὶ μεγαλοφωνία ἀφασία τίς ἐστι καὶ σιωπή, εἰ πρὸς τὴν ἀληθῆ τοῦ ζητουμένου σημασίαν κρίνοιτο, ὡς τοῦτο μόνον ἐπ' 5.294 αὐτοῦ τὸ ῥῆμα κυρίως εἰπεῖν, ὅτι κἂν πάντας κινήσῃ τις λογισμοὺς καὶ μηδὲν ἐλλίπῃ τῶν θεοπρεπῶν νοημάτων, εἰ πρὸς αὐτὴν τὴν ἀξίαν τοῦ προκειμένου κρίνοιτο ἡ φωνή, ὅπερ ἂν εἴπῃ, λόγος οὐκ ἔστιν· οὐ γὰρ δυνήσεται ἄνθρωπος τοῦ λαλεῖν. οὐ γὰρ τὴν δι' ὀφθαλμῶν ἐγγινομένην τῇ ψυχῇ περὶ τὸ φαινόμενον θεωρίαν ἡ ὄψις ἔστησεν, ἀλλ' ἀεὶ βλέποντες ὡς μηδέπω ἑωρακότες ἔτι ἐν ἀγνοίᾳ τὸ διὰ τῆς αἰσθήσεως λαμβανόμενον ἔχομεν. διαβῆναι γὰρ τὸ χρῶμα ἡ ὄψις οὐ δύναται, ἀλλ' ἔχει μέτρον τῆς ἰδίας ἐνεργείας τὸ κατὰ τὴν ἐπιφάνειαν τῶν ὄντων αὐτῇ προφαινό μενον. διό φησιν· Οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾶν, καὶ οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεως· ὧν ἡ ἀκουστικὴ δύναμις δεχομένη τὸν περὶ ἑκάστου λόγον πληροῦσθαι φύσιν οὐκ ἔχει. οὐδεὶς γὰρ εὑρεθήσεται λόγος διαλαμβάνων δι' ἀκριβείας ἐν ἑαυτῷ τὸ ζητούμενον. πῶς οὖν πλησθήσεται ἀκοὴ τῆς περὶ τῶν ζητουμένων ἀκροάσεως, τοῦ πληροῦντος οὐκ ὄντος; Εἶτα μετὰ τοὺς λόγους τούτους αὐτὸς ἑαυτὸν ἐρωτᾷ καὶ ἑαυτῷ ἀποκρίνεται. ἐρωτήσας γάρ· Τί τὸ γεγονός; αὐτό, φησί, τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; αὐτό, φησί, τὸ ποιηθησόμενον. τί οὖν βούλεται τὸ ἐρώτημα; ὡς ἐξ ἀκολουθίας ἡμῶν πρὸς αὐτόν, ἀφ' ὧν μεμαθήκαμεν, 5.295 ἀντιτιθέντων καὶ λεγόντων· εἰ τὰ πάντα ματαιότης, δῆλον ὅτι οὐδὲ γέγονεν ἕν τι τούτων, ἃ οὐχ ὑφέστηκε· τὸ γὰρ μάταιον πάντως ἀνύπαρκτον, τὸ δὲ ἀνύπαρκτον οὐκ ἄν τις ἐν τοῖς γεγονόσι λογίσαιτο. εἰ δὴ ταῦτα οὐκ ἔστιν, εἰπὲ τί ἐστι τὸ γενόμενον, ὃ ἐν τῷ εἶναι μενεῖ; συντόμως οὖν αὐτῷ γέγονε πρὸς τὸ ἐρωτηθὲν ἡ ἀπόκρισις· βούλει γνῶναι, τί ἐστι τὸ γενόμενον; νόησον, τί ἐστι τὸ ἐσόμενον, καὶ ἐπιγνώσῃ ὃ γέγονε. τοῦτο δέ ἐστι τὸ νόησόν μοι, φησίν, ὦ ἄνθρωπε, οἷος γενήσῃ διὰ τῆς ἀρετῆς σεαυτὸν ὑψώσας. εἰ κατὰ πάντα διὰ τῶν ἀγαθῶν χαρακτήρων τὴν ψυχὴν μορφωθείης, εἰ ἔξω γένοιο τῶν τῆς κακίας καλίδων, εἰ πάντα ῥύπον τῶν ὑλικῶν μολυσμά των τῆς ἑαυτοῦ φύσεως ἀποκλύσειας, τί γενήσῃ διὰ τῶν τοιούτων καλλωπιζόμενος; οἵαν σεαυτῷ περιθήσεις μορφήν; ἐὰν τοῦτο τῷ λογισμῷ κατανοήσῃς, ἐδιδάχθης τὸ ἐν τοῖς πρώτοις γενόμενον, ὅ γε ἀληθῶς ἐστι γενησόμενον, τὸ Κατ' εἰκόνα θεοῦ καὶ ὁμοίωσιν. καὶ ποῦ νῦν ἐκεῖνό ἐστιν, ἐρῶ πρὸς τὸν ταῦτα διδάσκοντα, ὅ ποτε γέγονε καὶ εἰς ὕστερον αὖθις ἐλπίζεται, νῦν δὲ οὐκ ἔστιν; ἀλλ' ἀποκρίνεται πάντως 5.296 τὸν αὐτὸν λόγον