1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

8

μὲν χορὸς πρὸς τὸν κορυφαῖον ὁρᾷ, πρὸς δὲ τὸν κυβερνήτην οἱ ναῦται καὶ πρὸς τὸν στρατηγὸν ἡ παράταξις, οὕτω καὶ πρὸς τὸν καθηγε μόνα τῆς ἐκκλησίας οἱ ἐν τῷ πληρώματι ὄντες τῆς ἐκκλησίας. τί οὖν φησιν ὁ ἐκκλησιαστής; Ἐγὼ ἐγενόμην βασιλεὺς ἐπὶ Ἰσραὴλ ἐν Ἱερουσαλήμ. πότε τοῦτο; ἦ πάντως ὅτε Κατεστάθη βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ διαγγέλλων τὸ πρόσταγμα κυρίου; πρὸς ὃν εἶπεν ὁ κύριος ὅτι Υἱός μου εἶ σύ, καὶ ὅτι Σήμερον γεγέννηκά σε· τὸν γὰρ ποιητὴν τοῦ παντός, τὸν τῶν αἰώνων πατέρα, σήμερον εἶπε γεγεννηκέναι, ἵνα διὰ τοῦ παραθεῖναι τὸ χρονι κὸν ὄνομα τῷ καιρῷ τῆς γεννήσεως μὴ τὴν προαιώνιον ὕπαρξιν, ἀλλὰ τὴν ἐν χρόνῳ ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων διὰ σαρκὸς γέννησιν παραστήσῃ ὁ λόγος. Ταῦτα οὖν ὁ ἀληθινὸς ἐκκλησιαστὴς διεξέρχεται διδά σκων, οἶμαι, τὸ μέγα τῆς σωτηρίας μυστήριον, ὅτου χάριν ὁ θεὸς ἐν σαρκὶ ἐφανερώθη. Ἔδωκα γάρ, φησί, τὴν καρδίαν μου τοῦ ἐκζητῆσαι καὶ τοῦ κατασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ πάντων τῶν γενομένων ὑπὸ τὸν οὐρανόν. αὕτη ἡ αἰτία τοῦ 5.300 ἐπιδημῆσαι διὰ σαρκὸς τοῖς ἀνθρώποις τὸν κύριον, τὸ δοῦναι τὴν καρδίαν αὐτοῦ εἰς τὸ ἐπισκέψασθαι ἐν τῇ σοφίᾳ ἑαυ τοῦ περὶ τῶν ὑπὸ τὸν οὐρανὸν γενομένων. τὰ γὰρ ὑπὲρ τὸν οὐρανὸν οὐκ ἐδεῖτο τοῦ ἐπισκεπτομένου, ὡς οὐδὲ τοῦ ἰατρεύοντος τὸ μὴ τῇ νόσῳ κρατούμενον. ἐπεὶ οὖν περὶ γῆν τὰ κακά· τὸ γὰρ ἑρπυστικὸν θηρίον ὁ ὄφις ὁ ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ συρόμενος βρῶμα ποιεῖται τὴν γῆν οὐδὲν τῶν οὐρανίων σιτούμενος, ἀλλ' ἐν τῷ πατουμένῳ συρόμενος πρὸς τὸ πατοῦν ἀεὶ βλέπει, τηρῶν τὴν πτέρναν τῆς ἀνθρωπίνης πορείας καὶ τὸν ἰὸν ἐνιεὶς ἐκείνοις τοῖς Τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων ἀπολέσασι· διὰ τοῦτο ἔδωκε τὴν καρδίαν αὐτοῦ Ἐκζητῆσαι καὶ κατασκέψασθαι περὶ πάντων τῶν γενομένων ὑπὸ τὸν οὐρανόν· ἐν γὰρ τοῖς ὑπεράνω τῶν οὐρανῶν ἀταπείνωτον βλέπει τὴν θείαν μεγα λοπρέπειαν ὁ προφήτης λέγων, ὅτι Ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. ἐπειδὴ δὲ τὸ ὑπουράνιον μέρος διὰ τῆς κακίας ἐταπεινώθη· οὕτω γάρ φησιν ὁ ψαλμῳδὸς ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ἐταπεινώθησαν· τοῦτο ἦλθεν ὁ ἐκκλησιαστὴς ἐπισκέψασθαι, τί γέγονεν ὑπὸ τὸν οὐρανὸν ὃ μὴ πρότερον ἦν, πῶς εἰσῆλθεν ἡ ματαιότης, πῶς ἐπεκράτησε τὸ ἀνύπαρκτον, τίς ἡ δυναστεία τοῦ μὴ ὑπάρχοντος. τὸ γὰρ κακὸν ἀνυπόστατον, ὅτι ἐκ τοῦ μὴ ὄντος τὴν ὑπό στασιν ἔχει, τὸ δὲ ἐκ τοῦ μὴ ὄντος ὂν οὐδὲ ἔστι πάν 5.301 τως κατὰ τὴν ἰδίαν φύσιν, ἀλλ' ὅμως τῶν τῇ ματαιότητι ὁμοιωθέντων ἐπικρατεῖ ἡ ματαιότης. Ἦλθεν οὖν ἐκζητῆσαι τῇ ἑαυτοῦ σοφίᾳ, τί γέγονεν ὑπὸ τὸν ἥλιον, τίς ἡ σύγχυσις τῶν τῇδε πραγμάτων, πῶς ἐδουλώθη τὸ ὂν τῷ μὴ ὄντι, πῶς δυναστεύει κατὰ τοῦ ὄντος τὸ ἀνυπό στατον. καὶ εἶδεν, Ὅτι περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ. τοῦτο δὲ οὐχ, ὡς ἄν τις ἐκ τοῦ προχείρου νοήσειεν, εὐσεβές ἐστιν οἴεσθαι, ὅτι αὐτὸς ἔδωκεν ὁ θεὸς τὸν πονηρὸν τοῖς ἀνθρώποις περισπασμόν· ἦ γὰρ ἂν εἰς ἐκεῖνον ἡ τῶν κα κῶν αἰτία ἐπαναφέροιτο. ὁ γὰρ τῇ φύσει ἀγαθὸς καὶ ἀγαθῶν πάντως παρεκτικὸς γίνεται, διότι Πᾶν δένδρον καλὸν καρποὺς καλοὺς ποιεῖ, καὶ οὔτε ἀπὸ ἀκανθῶν σταφυλὴ οὔτε ἐξ ἀμπέλου ἄκανθα φύεται. ὁ οὖν τῇ φύσει ἀγαθὸς οὐκ ἄν τι πονηρὸν ἐκ τῶν θησαυρῶν ἑαυτοῦ προχειρίσαιτο· οὐδὲ γὰρ ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ περισσεύματος τῆς καρδίας κακὰ λαλεῖ, ἀλλὰ κατάλληλα τῇ ἑαυτοῦ φθέγγεται φύσει· πόσῳ οὖν μᾶλλον ἡ τῶν ἀγαθῶν πηγὴ οὐκ ἄν τι τῶν πονηρῶν ἐκ τῆς ἰδίας φύσεως προχέοι; ἀλλὰ τοῦτο νοεῖν ὑποτίθεται ἡ εὐσεβεστέρα διάνοια, ὅτι τὸ ἀγαθὸν τοῦ θεοῦ δόμα, τοῦτο δέ ἐστιν ἡ αὐτεξούσιος κίνησις τῇ διημαρτημένῃ τῶν ἀνθρώπων χρήσει ὄργανον εἰς ἁμαρτίαν ἐγένετο. ἀγαθὸν γὰρ τῇ φύσει τὸ αὐτεξούσιον καὶ ἀδούλωτον, τὸ δὲ ὑπεζευγμένον ἀνάγκαις οὐκ ἄν τις 5.302 ἐν ἀγαθοῖς ἀριθμήσειεν. ἀλλ' ἡ αὐτεξούσιος αὕτη τῆς διανοίας ὁρμὴ ἀπαιδαγωγήτως πρὸς τὴν αἵρεσιν τῆς κακίας ἀπορρυεῖσα περισπασμὸς τῆς ψυχῆς ἐγένετο ἀπὸ τῶν ὑψηλῶν τε καὶ τιμίων πρὸς τὰς ἐμπαθεῖς τῆς φύσεως κινήσεις κατασπασθείσης. τοῦτό ἐστιν ὃ σημαίνει τὸ ἔδωκεν,